συγκατάθεσις. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρω πος ψεύστης, κ. τ. ἑ. Εἰ ἄνθρωπος καὶ ὁ ∆αυῒδ, ψεύ στης ἐστίν· εἰ δὲ ψεύστης ἐστὶ, λέγων ἑαυτὸν ψεύ στην, οὐκ ἔστι ψεύστης, ἀλλ' ἀληθής ἐστιν. Εἰ δὲ ἀληθής ἐστι λέγων ἑαυτὸν ψεύστην, ἄνθρωπος ὢν οὐκ ἔστι ψεύστης. Περιστρέφει ἄρα ὁ λόγος εἰς ἀμ φότερα, καὶ εἰς τὸ εἶναι αὐτὸν ἀληθευτὴν, ἐὰν ἄνθρω πος ᾖ, καὶ εἰς τὸ εἶναι αὐτὸν ψεύστην. Καὶ καλεῖται ὁ λόγος οὗτος παρὰ τοῖς διαλεκτικοῖς ἄπορος. Τοῦ αὐτοῦ. Ἐφ' ὅσον ἄνθρωπός τις ἐστὶ, ψεύστης ἐστίν· ἐὰν δὲ ἀπόθηται τὸ εἶναι ἄνθρωπος, ἀληθευ τής ἐστι. Τὸ γὰρ «ἄνθρωπος» ὄνομα ποτὲ μὲν οὐ σίαν δηλοῖ, ὡς τό· «Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι·» ποτὲ δὲ χειρίστην κατάστασιν, κατὰ τό· «Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.» Τὸ μὲν γὰρ οὐσίαν, τὸ δὲ κακίστην ἕξιν δηλοῖ. Τί ἀνταποδώσω τῷ Κυρίῳ, κ. τ. ἑ. Ὡς μέγα οὖν ἐν τούτοις ἀπὸ Κυρίου εὐεργετηθεὶς, καὶ βουλόμενος ἀμείψασθαι τὸν εὐεργέτην, ἀπορῶν περὶ τοῦ τρόπου 12.1577 τῆς ἀμοιβῆς φησι· «Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπεδωκέ μοι;» Εἰς αἴσθησιν γὰρ ἐλθὼν τῶν μυρίων παρὰ Θεοῦ δωρεῶν· ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη· ὅτι ἀπὸ γῆς διαπλασθεὶς, λόγῳ τετίμηται, ἐν ᾧ καὶ τὴν εἰκόνα φορεῖν δύναται τοῦ ἐπουρανίου· ἔπειτα καὶ πρὸς τὴν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων οἰκονομίαν ἀπιδὼν, ὅτι ἑαυτὸν ὁ Κύ ριος ἔδωκε λύτρον ἀντὶ πολλῶν ἡμῶν, ἐπαπορεῖ, καὶ ζητεῖ ἐν πᾶσι τούτοις τοῖς ὑπάρχουσιν αὐτῷ, τί ἄξιον ἐξεύροι δῶρον τῷ ∆εσπότῃ· οὐ θυσίας, οὐδὲ ὁλοκαυ τώσεις, ἀλλ' αὐτὴν πᾶσαν τὴν ἑαυτοῦ ζωήν. ∆ιέῤῥηξας τοὺς δεσμούς μου, κ. τ. ἑ. Πρὸς τὸ, «Τί ἀνταποδώσω τῷ Κυρίῳ;» δοκεῖ μοι ἀποδίδοσθαι πρῶτον μὲν, «ποτήριον σωτηρίου λήψομαι·» δεύτε ρον δὲ τὸ, «τὰς εὐχάς μου ἀποδώσω·» τρίτον τὸ, «σοὶ θύσω θυσίαν αἰνέσεως·» τέταρτον τὸ, «τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω.» Ἀλλὰ τὸ μὲν πρό τερον, «τὰς εὐχάς μου ἀποδώσω,» μόνον ἔχει τὸ, «ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ·» τὸ δὲ δεύτερον καὶ τὸ, «ἐν αὐλαῖς οἴκου Κυρίου,» καὶ τὸ, «ἐν μέσῳ σου, Ἱερουσαλήμ.» Καὶ τὸ μὲν πρότερον, «τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω,» ἐπιφέρεται τῷ ποτηρίῳ τοῦ σωτηρίου· τὸ δὲ δεύτερον ἐπὶ πᾶσι καὶ συνημμένως τῷ, «διέῤῥηξας τοὺς δεσμούς μου,» καὶ τῷ, «σοὶ θύσω θυσίαν αἰνέσεως·» τὸ δὲ, «σὺ διέῤῥηξας τοὺς δεσμούς μου,» τῷ τιμίῳ ἐναντίον Κυρίῳ θανάτῳ· ὃ δοξάσας τοῦ μαρτυρίου τὸν Θεὸν λέγει ἐπὶ τῷ διὰ μαρτυρίου τὰς προγενομένας σει ρὰς τῶν ἁμαρτιῶν αὐτοῦ διεῤῥῆχθαι ἀπὸ Θεοῦ, ὡς μηκέτι αὐτὸν ἔχειν δεσμοὺς ἁμαρτίας. Ἢ εἰ δεσμοὶ τῆς ψυχῆς οἱ σωματικοὶ τῶν διαφόρων μελῶν εἰσιν ὄγκοι, καλῶς ἂν καὶ οὕτως λέγοιτο ἐν μαρτυρίῳ ἀπο λυθεὶς τῶν δεσμῶν ἐν εἰρήνῃ εἶναι, οὐδενὸς ἢ τοῦ Θεοῦ διαῤῥήξαντος αὐτούς. Οὐ γὰρ καὶ τῶν δι' ἣν δήποτε αἰτίαν ἀπαλλαττομένων τοῦ σώματος βιαίως ὁ Θεὸς διαῤῥήγνυσι τοὺς δεσμούς. Ποτὲ μὲν οὖν ἀπο κτείνει ὁ Θεὸς, οὐ διαῤῥηγνὺς αὐτοῦ τοὺς δεσμούς· τὸν δὲ μάρτυρα οὐκ ἀποκτείνει, μόνον δὲ τοὺς δεσμοὺς αὐτοῦ διαῤῥήγνυσι. Καὶ γὰρ διὰ τὸ μαρτύ ριον ὁ ἕκαστος μαρτυρῶν ἑαυτὸν προσφέρει ἄμωμον θυσίαν τῷ Θεῷ, Χριστὸν μιμούμενος· λέγει τε τὸ, «Σοὶ θύσω θυσίαν αἰνέσεως.» Ἐν Ἱερουσαλὴμ γὰρ ἐπουρανίῳ, τῇ ἄνω μητρὶ ἡμῶν, ἀποδώσει ὁ δίκαιος τὰς εὐχὰς τῷ Κυρίῳ ἐπὶ παντὸς μάρτυρος τοῦ λαοῦ τοῦ Θεοῦ καὶ τῆς Ἱερουσαλὴμ, ἐν τόπῳ ἐκλεκτῷ· οὗτος δέ ἐστιν «ἐν αὐλαῖς οἴκου Κυρίου ἐν μέσῳ τῆς Ἱερουσαλήμ.» Τοῦ αὐτοῦ. «∆ιέῤῥηξας τοὺς δεσμούς μου.» Οὐκ εἶπεν, ἔλυσας, ἀλλὰ «διέῤῥηξας,» ὡς ἀχρήστους γενέσθαι. ∆εσμοὺς ἐνταῦθα τὰς θλίψεις λέγει. Ἔστι γὰρ καὶ δεσμὸς καλὸς, ὡς ὅταν λέγῃ· «Ἐν τῷ συνδέσμῳ τῆς ἀγάπης.» ∆εσμοὶ δὲ καὶ αἱ προσγινό μεναι σειραὶ τῶν ἁμαρτημάτων· οἵτινες οὐ διὰ τοῦ θείου μόνον βαπτίσματος διαῤῥήσσονται, ἀλλὰ καὶ διὰ τοῦ ὑπὲρ Χριστοῦ μαρτυρίου, καὶ διὰ δακρύων τῶν ἐκ μετανοίας. 12.1580 ΨΑΛΜΟΣ ΡΙΖʹ. Εἰπάτω δὴ οἶκος Ἰσραὴλ, κ. τ. ἑ. Τὸ, «Εἰπά τω δὴ Ἰσραὴλ,» ἐν τούτῳ εἴρηται, καὶ ἐν τῷ· «Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραὴλ,» ὄντι ρκʹ, ὄντι τῶν ἀναβαθμῶν εʹ· καὶ ἐν τῷ ρκηʹ, ὄντι τῶν ἀναβαθμῶν ιʹ· οὗ ἡ ἀρχή· «Πλεονάκις