ἐπολέ μησάν με, εἰπάτω δὴ Ἰσραήλ.» Εἰπάτω δὴ οἶκος Ἀαρὼν, κ. τ. ἑ. Ἐὰν μή τις ᾖ Ἰσραὴλ, ἢ οἶκος Ἀαρὼν, ἢ φοβούμενος τὸν Κύριον, οὐ γεύεται τῆς χρηστότητος Κυρίου, οὗ εἰς αἰῶνα τὸ ἔλεός ἐστι. ∆ιὸ οὗτοι μόνοι ἐροῦσι τὸ, «Εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Οἷς οἶμαι τρισὶν οὖσι τάγμασι τρεῖς εἶναι γενικοὺς ἐλέους. Ἐπεὶ δὲ οἶκός ἐστι σύ στημα νομίμως ἱδρυμένον πρὸς βίον, διὰ τοῦτο νῦν «ὁ οἶκος» ἐπὶ τοῦ οἴκου Ἀαρὼν τέτακται. Καὶ σκό πει εἰ δύναται ὁ ναὸς εἶναι οἶκος Ἀαρὼν, ὅπου οἱ ἱερεῖς τὴν λατρείαν ἐπιτελοῦσι. Κεχωρισμένους οὖν τοὺς ἱερεῖς εἰς τὴν ὑμνῳδίαν ἐκάλει, ὅτι καὶ πλείονος ἀπήλαυον αὐτοὶ τιμῆς, οὐ μόνον κατὰ τὸν τῆς ἱερω σύνης λόγον, ἀλλὰ καὶ κατὰ τὰ ἄλλα πάντα. Καὶ γὰρ ἡνίκα πῦρ κατηνέχθη, δι' αὐτοὺς κατηνέχθη, καὶ γῆ ἐσείσθη, καὶ ῥάβδος ἐβλάστησε· καὶ μυρία ἕτερα γέ γονε δι' αὐτῶν καὶ ὑπὲρ αὐτῶν θαύματα. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύ ριον, κ. τ. ἑ. Καὶ ἀνωτέρω λέγεται· Ἰσραὴλ ἤλπι σεν ἐπικαλεῖσθαι τὸν Κύριον· εἶτα οἶκος Ἀαρὼν, εἶτα οἱ φοβούμενοι τὸν Κύριον, καὶ ἓν εἶναι τοὺς φοβουμένους τὸν Κύριον, καὶ τὸν οἶκον Ἀαρὼν καὶ τὸν Ἰσραὴλ προλαβόντες εἰρήκαμεν· διὸ κοινὴν αὐ τοὺς ᾠδὴν προφέρειν ἐκέλευσε τὸν ἔλεον τοῦ Θεοῦ καταγγέλλοντας. Ἔλεος γὰρ Κυρίου ὑπὲρ πᾶσαν σάρκα, καὶ οὔτε περιτομὴ, οὔτε ἀκροβυστία χωρὶς ἐλέους σωθῆναι δύναται. Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, κ. τ. ἑ. Ὁ τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύων ἐκ θλίψεως ἐπικαλεῖται τὸν Κύριον· ὁ δὲ τὴν πλατεῖαν οὐδὲ ἐπι καλεῖται «Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.» Οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος, κ. τ. ἑ. Ἄνθρωπον λέγει ἡ Γραφὴ τὸν διάβολον, ὡς τὸ, «Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησε·» τὴν τῶν ζιζανίων σποράν. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτοὺς, κ. τ. ἑ. Τῶν δαιμόνων οἱ μὲν ὡς πρακτικὸν, οἱ δὲ ὡς θεωρητικὸν ἐπολέμουν αὐτόν· καὶ τοὺς μὲν προτέρους τῇ δικαιοσύνῃ, τοὺς δὲ δευτέρους τῇ σοφίᾳ ἠμύνατο. Τοῦ αὐτοῦ. Χριστῷ μᾶλλον ὑπὸ πάντων ἐθνῶν πολεμουμένῳ ἁρμόζει ταῦτα λέγειν. Πολλά ἐστι δογμάτων εἴδη ἅτινα ὁ ἅγιος τῇ σοφίᾳ τοῦ Θεοῦ ἀμύνεται, ἀνατρέπων ὑγιεῖ λόγῳ. Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι, κ. τ. ἑ. Ποιεῖ τι γλυκὺ ἕκαστον τῶν δογμάτων τῶν ἐθνῶν, γλυκάζον καὶ τέρπον τὸν ἀκροατήν· διόπερ οἱ πρεσβεύοντες 12.1581 αὐτὰ ὡς μέλισσαί εἰσιν, ἀλλ' οὐ μέλισσαι. Καὶ κατὰ τὸν Σολομῶντα δὲ «μέλι ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης·» ἥτις ἐστὶ ψευδώνυμος γνῶσις. Ὁ κολλώμενος πρὸς αὐτὴν ἓν σῶμά ἐστιν αὐτῇ, ὡς ὁ τῷ Κυρίῳ καὶ ἀληθεῖ Λόγῳ ἓν πνεῦμα. Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, κ. τ. ἑ. Ἰσχὺς ὁ λόγος ἀναλαβόντος αὐτὸν, δι' ὃν «πάντα ἰσχύω,» φησὶν ὁ Παῦλος, «ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ.» Οὗτος ὁ λόγος καὶ ὕμνησίς ἐστιν, ἐν ᾧ ἐστιν ἡ θεολογία. Καὶ θαῤῥοῦντος δὲ μάρτυρος εἴη ἡ φωνή· «Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύ ριος.» Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσο μαι τὰ ἔργα Κυρίου, κ. τ. ἑ. Τῶν ζώντων ἐστὶ διη γεῖσθαι τὰ ἔργα Κυρίου. Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, κ. τ. ἑ. Ὥσπερ δικαιοσύνης, μιᾶς τῶν ἀρετῶν, εἰσὶ πύλαι αἱ κατ' αὐτὴν πράξεις, οὕτως εἶεν ἂν καὶ φρονήσεως πύλαι, καὶ σωφροσύνης, καὶ ἀνδρείας, καὶ τῶν λοι πῶν ἀρετῶν, ἀνεῳγμέναι μὲν ἐν τῷ σπουδαίῳ, κε κλεισμέναι δὲ ἐν τῷ φαύλῳ. Εἰσὶ μέντοιγε καὶ τῶν κακιῶν πύλαι ἠνοιγμέναι μὲν τῷ φαύλῳ διὰ τῶν κατὰ κακίαν πράξεων, ἀποκεκλεισμέναι δὲ ἐν τῷ ἀστείῳ. Μήποτε δὲ καὶ ἄλλως διὰ τό· «Ἄρατε πύ λας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι·» εἰσὶ πύλαι εἰς τὰς αἰωνίους μονὰς ἑκάστη τῶν ἀρε τῶν αἰώνιοι, δι' ὧν καταλλήλως εἰσελεύσονται ταῖς πράξεσιν ἑαυτῶν οἱ σπουδαῖοι. Τὸν δὲ Σωτῆρα ἐχρῆν διὰ πασῶν ἐξελθεῖν, ἐπαιρομένων καὶ μεγε θυνομένων ἀξίως τοῦ μεγέθους Χριστοῦ. Πάσας γὰρ ἀνέλαβε κατ' ἀξίαν τῆς ὑποστάσεως Πρωτοτόκου πάσης κτίσεως. Καὶ σκόπει εἰ, ὥσπερ τῷ Σωτῆρι αἴρονται καὶ ἐπαίρονται, οὕτω κατ' ἀξίαν ἑκάστῳ ἢ αἴρονται καὶ ἐπαίρονται, ἢ τίθενται καὶ οὐκ ἐπαί ρονται. Εἰσὶ δὲ καὶ ἔμψυχοι καὶ ζῶσαι αὗται αἱ πύ λαι· διὸ λέγεται αὐταῖς τὸ, «Ἐπάρθητε.» Καὶ τάχα οἱ ἄρχοντες καὶ αἱ πύλαι θανόμεναί φασι