1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

136

ἄλλαις ἑορταῖς, ἀνοίγνυσθαι προσέταξε τὴν πρὸς ἕω θύραν· τῷ δὲ ἀρχιερεῖ γνωμικὴν θυσίαν ἐκ περιουσίας προσενεγκεῖν τῷ Θεῷ βουλομένῳ, καθ' ἣν ἂν βούλοιτο ἡμέραν τὴν θυσίαν ἐπιτελεῖν, ἀνοίγειν, φησὶν, ἐξέστω τὴν θύραν. Ὁμοία γὰρ, φησὶ, ἔστω ἡ παρ' αὐτοῦ προσφερομένη θυσία τῇ τῶν Σαββάτων θυσίᾳ. Ἐκ τῆς δὲ ἀφωρισμένης αὐτῷ γῆς εἴ τινι τῶν υἱέων δοῦναι βουληθείη, διηνε κῶς, φησὶ, τούτου τὴν δεσποτείαν ὁ λαμβάνων ἐχέτω· εἰ δὲ οἰκέτῃ δοθείη, ἐχέτω ὁ οἰκέτης τὴν δεσποτείαν μέχρι τοῦ ἔτους τῆς ἀφέσεως, καὶ τῷ καλουμένῳ ἑβδομαδικῷ ἔτει ἀποδώσει τῷ ἀρχιερεῖ τὴν κληρονο μίαν· μόνῳ γὰρ τῷ ἱερατικῷ γένει οὗτος ὁ κλῆρος ἀφώρισται. Οὐ γὰρ προσήκει τῆς πατρῴας κληρονο μίας τῶν υἱέων στερηθέντων καὶ γυμνωθέντων, εἰς τὸν λαὸν χωρῆσαι τὴν ἀδικίαν, ἄλλης πάλιν τοῖς ἱερεῦσιν ἀφοριζομένης εἰς παραμυθίαν γῆς· ἔστω τοίνυν τῆς ἀφωρισμένης τοῖς ἱερεῦσι γῆς κληρονόμον τὸ γένος. Ἔδειξε δέ μοι, φησὶ, καὶ ἕτερον τόπον πρὸς δυσμαῖς κείμενον, ταῖς ἀρκτῴαις ἐξέδραις πελάζοντα, καὶ ἔφη τοῦτον εἰς ἕψησιν ἀφορίζεσθαι τοῖς ἱερεῦσιν, ὥστε τὰ περὶ ἀγνοίας καὶ ἁμαρτίας αὐτόθι ἑψεῖν, κἀκεῖ τὸ μαναὰ πέπτειν. Οὔτε γὰρ θέμις, φησὶ, τὰ ἅπαξ ἀφορισθέντα καὶ ἁγιασθέντα κοινὰ ποιεῖν τῷ ἔξω κομίζειν. Εἶδον δὲ καὶ ἑτέρας αὐλὰς ἐκείνης βραχυτέρας, κύκλῳ τῆς μεγίστης διακειμένας αὐλῆς· εἶχε δὲ ἑκάστη τὸ μὲν μῆκος πήχεις τριάκοντα, τὸ δὲ εὖρος τεσσαράκοντα· ᾠκοδόμηντο δὲ παρ' αὐτὰς καὶ οἶκοι, ἃς ἐξέδρας ἐκάλεσεν, ἐν οἷς ἕψεσθαι παρηγγύησε τὰ τοῦ λαοῦ θύματα.

ΚΕΦΑΛΑΙΟΝ ΜΖʹ. αʹ. Ἐκεῖθέν με πάλιν λαβὼν εἰσήγαγεν ἐπὶ τὰ πρόθυρα τοῦ οἴκου, καὶ ἰδοὺ

ὕδωρ ἐξεπορεύετο ὑποκάτωθεν τοῦ αἰθρίου τοῦ οἴκου κατὰ ἀνατο λὰς, ὅτι τὸ πρόσωπον τοῦ οἴκου ἀπέβλεπεν κατὰ ἀνατολὰς, καὶ τὸ ὕδωρ κατέβαινεν ἀπὸ τοῦ κλί τους τοῦ οἴκου τοῦ δεξιοῦ ἀπὸ νότου ἐπὶ τὸ θυσιαστήριον. Οὕτω τὰ περὶ τῶν θυσιῶν διδαχθεὶς, καὶ μαθὼν, ὅπως τὰ περὶ τῶν ἁμαρτιῶν τυπικῶς δεῖ προσφέρειν θύματα, διδάσκεται τῶν ψυχῶν τὴν ἀληθινὴν κάθαρσιν, τὴν ἐξ ὕδατος καὶ πνεύματος γινομένην. Βλέπει δὲ τοῦτο ὕδωρ ἀπὸ τῶν θυρῶν τοῦ οἴκου ἐξιὸν, καὶ διὰ τοῦ θυσιαστηρίου διιὸν, καὶ διὰ τῶν βορειοτέρων μερῶν ἐπὶ τὰ ἑῷα χωροῦν. Ἐκ γὰρ τῶν Ἰουδαίων ἡ σωτηρία τοῖς ἔθνεσι, καὶ ὁ ἐκ ∆αβὶδ κατὰ τὴν σάρκα Χριστὸς, ἐκ τῆς παρθενικῆς νηδύος, οἷον ἀπό τινων θείων προθύρων ἀναφανεὶς, τὴν δι' ὕδατος καὶ πνεύματος ἀναγέννησιν τῇ οἰκουμένῃ δε δώρηται. Ταῦτα καὶ ὁ μακάριος Ἡσαΐας προθεσπί ζει, λέγων· "Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς πο 81.1241 ταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ." Καὶ ὁ μα κάριος δὲ Ζαχαρίας προαγορεύσας τὸ σωτήριον πάθος, καὶ τὸ ἐπιγενόμενον σκότος· "Οὐχ ἡμέρα γὰρ, φησὶ, καὶ οὐ νὺξ, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ· οὔτε γὰρ, φησὶ, πλήρης ἡμέρα, οὔτε πλήρης νὺξ, μεσούσης γὰρ τῆς ἡμέρας σκότος ἐγένετο·" ἐπήγα γεν· "Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ· τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην." ∆ηλοῖ δὲ διὰ τούτων τὰ ἑῷα καὶ τὰ ἑσπέρια, δι' ὧν ἡ οἰκουμένη πᾶσα νοεῖται. Λέγει δὲ καὶ τῆς ἀναβλύσεως τὸν καιρόν. "Ἐν θέρει, φησὶ, καὶ ἔαρι ἔσται οὕτως." Τοῦτο καὶ ὁ Κύριος τῇ Σα μαρίτιδί φησιν· "Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλ' ἔσται τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, πηγὴ ὕδατος ζῶντος ἁλ λομένου εἰς ζωὴν αἰώνιον." Καὶ ἑτέρωθι· "Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω· ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος." Τοῦτο τὸ ὕδωρ ὁ θεσπέσιος εἶδεν Ἰεζεκιὴλ προκύψαν μὲν ἐκ τῶν προ θύρων τοῦ οἴκου· διὰ γὰρ τοῦ νόμου καὶ τῶν προ φητῶν τὰ ἡμέτερα ἀγαθὰ προεῤῥέθη· καὶ ἐλθὸν δὲ διὰ τοῦ θυσιαστηρίου· παρόδῳ γὰρ μόνῃ διὰ τῶν Ἰουδαίων ἐχρήσατο· ἐπειδὴ δὲ ἀπιστήσαντες δοῦναι τῆς πίστεως τοὺς καρποὺς οὐκ ἠθέλησαν, ἐχώρησεν εἰς τὰ