καὶ Λουλλιανοῦ. Τούτῳ τῷ ἔτει Γάλλος ὁ καὶ Κωνστάντιος, Καῖσαρ ὤν, ἐκ διαβολῆς, ὡς παρὰ γνώμην Κωνσταντίου τοῦ Αὐγούστου ἀποκτείνας ἔπαρχον πραιτωρίων καὶ κυέστωρα, μετασταλεὶς ἀπὸ τῆς Ἀντιοχέων ὑπὸ Κωνσταντίου τοῦ Αὐγούστου ἐν Ἴστρῳ τῇ νήσῳ ἀνῃρέθη. καὶ Ἰουλιανὸν τὸν ἀδελφὸν τοῦ αὐτοῦ Γάλλου τοῦ καὶ Κωνσταντίου πορφύραν ἐνέδυσεν, καὶ Καίσαρα προεχει542 σίσατο πρὸ ηʹ ἰδῶν ὀκτωβρίων, δοὺς αὐτῷ πρὸς γάμον Κωνστάντιος Αὔγουστος τὴν ἑαυτοῦ ἀδελφὴν Ἑλένην, καὶ ἀπέστειλεν αὐτοὺς ἐν Γαλλίαις. σπδʹ Ὀλυμπιάς. Ἰνδ. ιδʹ. ιθʹ. ὑπ. Κωνσταντίου Αὐγούστου τὸ ιʹ καὶ Ἰουλιανοῦ Καίσαρος. Ἐπὶ τούτων τῶν ὑπάτων, μηνὶ πανέμῳ αʹ, Τιμοθέου τοῦ ἁγίου μαθητοῦ γενομένου Παύλου τοῦ ἀποστόλου, ἐπισκόπου τε πρώτου χειροτονηθέντος ἐν Ἐφέσῳ τῆς Ἀσίας, τὰ λείψανα ἠνέχθη ἐν Κωνσταντινουπόλει σὺν πάσῃ τιμῇ, καὶ ἀπετέθη εἰς τοὺς ἁγίους Ἀποστόλους ὑποκάτω τῆς ἁγίας τραπέζης. Ἰνδ. ιεʹ. κʹ. ὑπ. Κωνσταντίου Αὐγούστου τὸ ιαʹ καὶ Ἰουλιανοῦ Καίσαρος τὸ βʹ. Ἐπὶ τούτων τῶν ὑπάτων μηνὶ δύστρῳ γʹ ἠνέχθη ἐν Κωνσταντινουπόλει τὰ λείψανα τῶν ἁγίων Λουκᾶ καὶ Ἀνδρέου τῶν ἀποστόλων σπουδῇ Κωνσταντίου τοῦ Αὐγούστου μετὰ σπουδῆς καὶ θεοσεβείας ψαλμῳδίας τε καὶ ὑμνολογίας, καὶ ἀπετέθη εἰς τοὺς ἁγίους Ἀποστόλους. Κωνστάντιος Αὔγουστος εἰς τὴν ἑαυτοῦ εἰκοσαετηρίδα μετὰ πολλῆς φαντασίας καὶ παρατάξεως εἰσῆλθεν ἐν Ῥώμῃ· συνεισ543 ῆλθεν δὲ αὐτῷ καὶ ἡ γυνὴ αὐτοῦ Εὐσεβία ἡ βασίλισσα, καὶ ἐποίησαν ἡμέρας ιδʹ ἐν τῇ Ῥώμῃ. Ἰνδ. αʹ. καʹ. ὑπ. ∆ατιανοῦ καὶ Κερεαλίου. Ἰνδ. βʹ. κβʹ. ὑπ. Εὐσεβίου καὶ Ὑπατίου. Ἐπὶ τούτων τῶν ὑπάτων μηνὶ ὑπερβερεταίῳ μέγας γέγονε καὶ σφοδρὸς σεισμὸς ἐν Νικομηδείᾳ περὶ ὥραν γʹ νυκτερινήν. καὶ ἡ πόλις κατέπεσε καὶ διεφθάρη, ἐν οἷς καὶ συναπώλετο ὁ τῆς αὐτῆς πόλεως ἐπίσκοπος Κεκρόπιος τοὔνομα. Γρατιανὸς υἱὸς Οὐαλεντινιανοῦ ἐγεννήθη πρὸ ιʹ καλανδῶν ἰουνίων, καὶ αὐτῷ τῷ ἔτει ἐν πρώτοις προῆλθεν ἐν Κωνσταντινουπόλει ἔπαρχος Ῥώμης ὀνόματι Ὁνώρατος πρὸ γʹ ἰδῶν σεπτεμβρίων. σπεʹ Ὀλυμπιάς. Ἰνδ. γʹ. κγʹ. ὑπ. Κωνσταντίου Αὐγούστου τὸ ιβʹ καὶ Ἰουλιανοῦ Καίσαρος τὸ γʹ. Τούτῳ τῷ ἔτει μηνὶ περιτίῳ ιεʹ καθιερώθη ἡ μεγάλη ἐκκλησία Κωνσταντινουπόλεως. Μακεδόνιος Κωνσταντινουπόλεως ἐπίσκοπος καθῃρέθη ἐπὶ πολλοῖς ἰδίοις αὐτοῦ ἐγκλήμασιν, καὶ κατέστη ἀντ' αὐτοῦ Εὐδόξιος τῆς αὐτῆς ἐκκλησίας ἐπίσκοπος, ἐνθρονισθεὶς μηνὶ αὐδυναίῳ κζʹ, παρουσίᾳ ἐπισκόπων οβʹ, Μάρι, Ἀκακίου, Γεωργίου, 544 Σέῤῥα, Οὐρανίου, Θεοδοσίου, Εὐσεβίου, Λεοντίου, Κυρίωνος, Ἀραβιανοῦ, Ἀσίνου, Φιλοθέου, Ἀγερωχίου, Εὐγενίου, Ἐλπιδίου, Στεφάνου, Ἡλιοδώρου, ∆ημοφίλου, Τιμοθέου, Ἐξευρεσίου, Μεγασίου, Μειζονίου, Παύλου, Εὐαγρίου, Ἀπολλωνίου, Φοίβου, Θεοφίλου, Προτασίου, Θεοδώρου, Ἡλιοδώρου, Εὐμαθίου, Συνεσίου, Πτολεμαίου, Εὐτυχῆ, Κύντου, Ἀλφίου, Τροφίμου, Εὐτυχίου, Βασιλίσκου, Θεομνήστου, Βετρανίωνος, Φιλίππου, Ἀναστασίου, Μαξεντίου, Πολυεύκτου, Γρατιανοῦ, Λεοντίου, Μητροδώρου, Εὐσταθίου, Ἰουνιανοῦ, Τροφίμου, Οἰκουμενίου, Μηνοφίλου, Εὐηθίου καὶ τῶν λοιπῶν. Ἐπὶ τῆς αὐτῆς συνόδου τῶν ἐπισκόπων οὐ μετὰ πολλὰς ἡμέρας τοῦ ἐνθρονισθῆναι τὸν Εὐδόξιον ἐπίσκοπον Κωνσταντινουπόλεως τὰ ἐγκαίνια τῆς μεγάλης ἐκκλησίας τῆς αὐτῆς πόλεως ἐτελέσθη δι' ἐτῶν λδʹ μικρῷ πρόσω ἀφ' οὗ θεμελίους κατεβάλετο Κωνσταντῖνος νικητής, σεβαστός. ἐγένετο δὲ καὶ τὰ ἐγκαίνια αὐτῆς ἐπὶ τῶν προκειμένων ὑπάτων πρὸ ιϛʹ καλανδῶν μαρτίων, ἥτις ἐστὶ μηνὸς περιτίου ιδʹ. εἰς τὰ ἐγκαίνια προσήγαγεν ὁ βασιλεὺς Κωνστάντιος Αὔγουστος ἀναθέματα πολλά, κειμήλια χρυσᾶ καὶ ἀργυρᾶ μεγάλα καὶ διάλιθα χρυσυφῆ ἁπλώματα τοῦ ἁγίου θυσιαστηρίου πολλά, ἔτι μὴν καὶ εἰς τὰς θύρας τῆς ἐκκλησίας ἀμφίθυρα χρυσᾶ διάφορα καὶ εἰς τοὺς πυλεῶνας τοὺς 545 ἔξω χρυσυφῆ ποικίλα· ὡς πολλὰς δωρεὰς ἐχαρίσατο φιλοτίμως τότε παντὶ κλήρῳ καὶ τῷ κανόνι τῶν