De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
δρωμένοις αὐτοῦ τε καὶ τοῦ Πατρός, ἐπληροφόρει προστιθείς· "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, 622 οὐ δύναται ὁ Υἱὸς ἀφ' ἑαυτοῦ ποιεῖν οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα." Καὶ διαλέγεται μὲν παχύτερόν πως ἢ χρὴ περὶ τῆς θείας ἰσχνότητος καὶ ὑπεροχῆς· φράσαι γὰρ ἦν οὐχ ἑτέρως τὰ πέρα λόγου τοῦ καθ' ἡμᾶς. Συνίεμεν δὲ ἡμεῖς λεπτῶς τε καὶ διεσμιλευμένως καὶ ὡς ἂν αὐτῇ πρέποι τῇ θείᾳ τε καὶ ἀπερινοήτῳ φύσει. "Ἃ γὰρ ἂν βλέπῃ, φησί, τὸν Πατέρα ποιοῦντα, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ." Ἦ οὐκ ἀληθὲς εἰπεῖν ὡς εἴπερ ἰσχύος καταδεᾶ τὴν ἰδίαν αὐτὸς ἐξῄδει φύσιν, ἔφη ἄν, οἶμαί που, σαφέστερόν τε καὶ πρεπωδέστερον· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μὴ λάβῃ τὸ δύνασθαι παρὰ τοῦ Πατρός; Ἐπειδὴ δὲ ἰσουργόν τε οἶδε καὶ ἰσοσθενῆ, παρέδειξεν ὅτι μίαν ἔχων καὶ τὴν αὐτὴν πρὸς αὐτὸν οὐσίαν, καὶ αὐτὸς διᾴττει κατ' αὐτὸν ἐπὶ τὰ δρώμενα, μιᾷ βουλήσει πρὸς πᾶν ὁτιοῦν ὁμόσε τε ἰὼν τῷ φύσαντι καὶ εἰς τὴν ἐφ' ἅπασι ταὐτοεργίαν τε ὁμοῦ καὶ ταὐτοβουλίαν κοινοῖς ὥσπερ τισὶ τοῖς τῆς θεότητος συνδούμενος νόμοις. Τό γε μὴν οὐ δύναται, οὐχὶ πάντη τε καὶ πάντως ἀσθενείας ἂν ἔχοι δήλωσιν, ἀλλὰ καὶ φύσεως ἔσθ' ὅτε τὴν ἐφ' οἷς ἐρήρεισταί τε καὶ ἕστηκεν ἀπαραποίητον διαμονὴν καταση μήνειεν ἄν, ὥσπερ ἂν εἴ τις λέγοι τυχόν· Θεὸς ἁμαρτεῖν οὐ δύναται. Εἴποι δ' ἂν καὶ φῶς μὲν ὡς Οὐκ ἂν δυναίμην μὴ εἶναι φῶς. Πῦρ τε αὖ καὶ ὕδωρ, φωνῆς ἐνούσης, ἀνακε κράξονται τὸ Οὐκ ἂν δυναίμεθα μὴ εἶναι πῦρ τε καὶ ὕδωρ. Ἐπειδὴ δὲ καὶ τοῖς τερατουργουμένοις καὶ πέρα παντὸς ἰοῦσι θαύματος ἐπετίμων οἱ πάντολμοι, τοῦ ἐμπαροινεῖν ἀφιστὰς αὐτῷ, τὴν τῶν ἀποτελεσμάτων ἐνέργειαν ἀνετίθει τῷ Πατρί, λέγων· "Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ· ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός." Ἐνεργὸς γὰρ ὁ Πατὴρ δι' Υἱοῦ, καὶ οὐκ ἄν τι δρῴη πώποτε δίχα τῆς ἐνούσης ἰσχύος αὐτῷ, τουτέστι τοῦ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ πεφηνότος τε καὶ ὄντος Λόγου. Τοιγάρτοι καὶ ἔφασκεν αὐτός· "Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε·" τὸ εἰς ἀλκὴν οἶμαί που διὰ πάντων ἴσον μήνυσιν ἀκριβῆ τῆς πρὸς αὐτὸν ὁμοουσιότητος κἀνθάδε τιθείς. {Β.} Οὐδὲν ἂν ἔχοιμι τοῖς οὕτως ὀρθῶς εἰρημένοις ἐπι τιμᾶν, προσερέσθαι δέ τι βραχὺ δοίης ἂν ἐθελοντί μοι, ἤγουν ἤδη λογιῇ δυσμαθῆ τε καὶ φορτικὸν καὶ ὀχλοποιὸν ἑτέρως; {Α.} Ἥκιστά γε, ὦ φιλότης. Ὄκνου γὰρ ἀμείνων ἡ προθυμία, καὶ τὸ συνειπεῖν εὐκλεὲς εἰ συκοφαντοῖτο πρός τινος τοῦ Σωτῆρος ἡ δόξα. 623 {Β.} Ὁ τοίνυν, φασίν, ὁμοούσιός τε καὶ ἰσουργὸς τῷ Πατρὶ πρὸς ὑμῶν εἶναι πεπιστευμένος προσκυνεῖ μεθ' ἡμῶν. Γυναικὶ γάρ που τῇ Σαμαρείτιδι προσλαλῶν, "Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, φησίν· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν." Ἀλλ', ὦ γενναῖοι, φασίν, ὁ τοῖς προσκυνοῦσιν ἐναρίθμιος, πῶς ἂν ἔτι τὴν τῆς ὁμοουσιότητος ἀποίσεται δόξαν καὶ περὶ τῶν ἴσων ἁμιλλήσεται τῷ προσκυνουμένῳ Πατρί, καίτοι καθ' ἕτερον ἄν τις ἴδοι τρόπον τὸ ἀνέχειν τε καὶ ὑπερκεῖσθαι τὴν αὐτοῦ φύσιν παραχωρήσαντα τῷ Πατρί; Ἔφη γὰρ ὅτι "Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας," δῆλον δὲ ὅτι τῆς ἐσχάτης, "οὐδεὶς οἶδεν, οὐδὲ ἄγγελος ἐν οὐρανῷ, οὔτε ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ." {Α.} Λάτρις οὖν ἡμῖν ἀντὶ Θεοῦ καὶ τοῖς δι' αὐτοῦ γεγο νόσιν ἐν ἴσῳ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἐπὶ τέλει διάσκεψιν καθάπερ ἐκ μηχανῆς ἠγνοηκὼς ὁ Υἱὸς ἀδοκήτως ἐκφαίνεται. Ἆρ' οὖν οὐχὶ γέλως τε ἤδη ταυτί, καὶ τοῖς ἐν σκηνῇ παιγνίοις προσεοικότα καλόν γε; Οὐ γὰρ εἰ τοῖς τοιοῖσδε βωμολοχεύμασι καὶ λογισμοῖς ἀνθρωπίνοις εἰς αὐτό που τὸ λοῖσθον ἴουσιν ἀπαιδευσίας, καθάπερ τισὶ βορβόροις ἐγκαθιέντες τὸν νοῦν, τὴν εὐοσμοτάτην τῶν ἱερῶν δογμάτων ἀπεμπολήσαιμεν γνῶσιν. Ἐοίκασι γάρ που, κατά γε τὸ εἰκός, διαλελῆσθαι παντελῶς, καίτοι πλειστάκις ἐνηχούμενοι πρός τε ἡμῶν αὐτῶν καὶ τῆς θεοπνεύστου Γραφῆς, ὅτι Θεὸς ὢν ὁ Λόγος καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός, πέφηνε καθ' ἡμᾶς, οὐκ ἐν εἴδει μόνῳ τῷ τῆς σαρκός, ἀλλὰ καὶ τοῖς τῆς ἀνθρωπότητος εἴτ' οὖν ἰδιώμασιν, εἴτ' οὖν ἑτεροίως ὀνομάσαι χρή. Ἰδίωμα δὲ