1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

137

ιθʹ. Περὶ Ὑακίνθου ὅστις καὶ ὅθεν, καὶ τῶν περὶ αὐτόν. Οὐ χεῖρον δὲ λέγειν καὶ τὰ περὶ Ὑακίνθου καὶ αὐτῆς δὴ Θεοδοσίας καὶ Ἰωάννου καὶ τῆς αὐτῶν ἑτεροθαλοῦς τῆς Νοστογγονίσσης. Ὁ μὲν οὖν Ὑάκινθος μοναχὸς ἦν ἐκ δύσεως καί γε Νικαίαθι γεγονώς, ἔν τινι τοῦ Ἀρχιστρατήγου ναῷ ἐγγὺς τοῦ ἐκεῖσε πατριαρχείου προσκαθίσας, ξένος τε καὶ ἀγνὼς τὰ πλεῖστα, παῖδάς τε ἐπισυνάγει καί, τούτους ἀνάγων τὰ εἰς προπαίδειαν, ἐπορίζετο τὰς τροφάς. Ἀλλὰ τῷ πατριάρχῃ προσαγγέλλεται, ὡς δῆθεν ἀτακτῶν μοναχὸς παῖδας ἐκδιδάσκων· καὶ ὃς προσεκαλεῖτο καὶ ἀνηρώτα καί, ἐπεὶ δεξιὸν ἑώρα τὸν ἄνδρα καὶ ἄλλως ἀδεῆ τε καὶ εἰς παρρησίαν ἕτοιμον, ἦν δ' ὡς ἔλεγε καὶ τῶν ἱερωμένων, προσλαμβάνει τε τοῦτον καὶ ὡς οἰκείῳ ἐχρᾶτο. Εἶτα συμβάντων τῶν κατὰ πατριάρχην, ἐπεὶ καὶ αὐτὸς δόκιμος ἐφάνη ὑπὲρ τῶν ἐκείνου ζηλῶν, ἔτι μᾶλλον τὰ εἰς φιλίαν ἐκείνῳ συνήπτετο. Καὶ ἐπεὶ ἐν τῇ Κωνσταντίνου πάλιν ὁ πατριάρχης ἀνήγετο, συνῆν ἐκείνῳ πιστότατος τῶν οἰκείων, συνάμα καὶ Ἰγνατίῳ Ῥοδίῳ, ἀνδρὶ καὶ αὐτῷ εὐλαβείας πλήρει καὶ μοναχικῆς καταστάσεως. Συνῄτην οὖν ἄμφω τῷ πατριάρχῃ, κοινωνοὶ καὶ τῶν θλίψεων καὶ τῶν βουλευμάτων, καὶ μᾶλλον ἐδεικνυέτην ζηλοῦντε ὑπὲρ ὧν καὶ ὁ πατριάρχης ζηλῶν ἠγωνίζετο. Ἐπεὶ δ' ἐκεῖνος ἐξεβέβλητο τῆς πατριαρχίας, κἀκεῖνοι, ὡς εἶχον παρεισδύντες γωνιῶν ἀφανείᾳοὐ γὰρ εἰῶντο τῷ πατριάρχῃ συνοπαδεῖν, τὰ τῆς ἀνάγκης ἀλγεινῶς μέν, ἀλλ' ἀναγκαίως διέφερον. Καὶ ὁ μὲν φθάνει τὸν βίον ἐκ τοῦ πλησίον ὑπεξελθών, Ὑάκινθος δὲ σὺν τοῖς ἀμφ' ἐκεῖνον, τὸν 385 βασιλικὸν ὑφορώμενος φόβον, ἐπεὶ καὶ τὴν ἀδελφὴν ἐκείνου Μάρθαν ἑώρα τῷ πατριάρχῃ προσκειμένην τὰ μάλιστα, ἐκείνῃ δὴ προσφοιτᾷ καί που καὶ παρεισδὺς ἐκεῖθεν εἶχε τὰ εἰς τροφήν, μηδὲν τοῦ βασιλέως εἰδότος. Ἦν οὖν τῇ μοναχῇ Μάρθᾳ καὶ ὁ Ἰωάννης υἱός. Τριῶν γὰρ αὐτῇ τῶν ἀρρένων ὄντων, ὁ μὲν Μιχαήλ τε καὶ Ἀνδρόνικος συνῆσαν τῷ βασιλεῖ, καὶ μετ' οὐ πολὺ τούτων ὁ μὲν τὸ τοῦ μεγάλου πριμμικηρίου ἀξίωμα ὁ Μιχαήλ, ὕστερος ὢν τοῦ Ἀνδρονίκου, παρὰ τοῦ κρατοῦντος ἐλάμβανεν, ἅτερος δὲ ὁ Ἀνδρόνικος μέγας κονοσταῦλος προεχειρίζετο· παρ' ἣν αἰτίαν καί, ἐπὶ ταῖς τιμαῖς ζηλοῦντος τοῦ πρώτου, πλεῖστα ξυμβεβήκει, ὡς κατὰ τόπον ἐροῦμεν. Καὶ οἱ μὲν δύο οὕτως συνῄτην τῷ βασιλεῖ, μηδὲν πολυπραγ μονοῦντες· ὁ δ' Ἰωάννης, ὕστερος ὤν, τέως μὲν πρὸς τοῦ θείου καὶ δεσπότου Ἰωάννου, ἐκείνῳ καθυπηρετούμενος, ἐπαιδεύετο, τὴν δὲ μητέρα προσκειμένην βλέπων τῷ πατριάρχῃ, καὶ αὐτὸς ἐκτόπως ἐζήλου, μὴ ἅψῃ, μὴ θίγῃς μέχρι καὶ τῶν εὐτελεστάτων ὑποφωνῶν καὶ διατηρούμενος. Σὺν ἐκείνῳ ἦν καὶ ἡ ἀδελφὴ Θεοδοσία, τοῖς αὐτοῖς προσέχουσα, ἤδη κεχηρωμένη τοῦ ἀνδρὸς Βαλανιδιώτου καὶ πρὸς τὸ μοναχικὸν ἀποκλίνουσα. Συνῆν δὲ τούτοις, τὰ αὐτὰ φρονοῦσα, καὶ ἡ Νοστογγόνισσα μοναχή, ἣν ἑτεροθαλῆ ὁ λόγος ἐδείκνυ, ὅτι ἐκ προτέρας γυναικὸς τῷ Ταρχανειώτῃ γεγέννητο. Ἦσαν οὖν οὗτοι πάντες τῷ Ὑακίνθῳ συνόντες καὶ ζηλοῦντες ἐκτόπως ὑπὲρ τοῦ πατριάρχου, κακῶς, ὦ ∆ίκη καὶ νόμοι θεῖοι, ἐξορισθέντος. Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον.

κʹ. Ὅπως καὶ διὰ τοῦ Σάρδεων Χαλαζᾶ ἐπιχειρεῖ ὁ βασιλεὺς τῷ πατριαρ χοῦντι Γερμανῷ. Ὁ δέ γε βασιλεὺς καὶ ἄλλην δευτέραν πεῖραν τῷ πατριαρχοῦντι ἀρτύει. Τοῦ γὰρ Χαλαζᾶ Σάρδεων, ἐφ' ἱκανὸν τῇ Κωνσταντίνου προσδιατρίψαντος, 387 ἐπεὶ ἔδει πρὸς τὴν λαχοῦσαν ἐκεῖνον ἀποδημεῖν, εἰς τοῦτο παρασκευαζο μένου, ὑποθήκας ἐμπιστεύει οἱ δι' ἀπορρήτων ὁ βασιλεύς, ἐφ' ᾧ ἢ αὐτο προσώπως ἐντυχεῖν τῷ πατριαρχοῦντι καὶ τὰ αὐτὰ τῷ Ἰωσὴφ εἰπεῖν πρὸς ἐκεῖνον, ἢ καὶ γράψαι καὶ ἐπιστεῖλαι, μᾶλλον ἐκ Χαλκηδόνος, ἐξορμῶντα πρὸς τὴν ἀνατολήν. Καὶ τὸ σκέμμα ὡς βαθύ τε καὶ εὐπρεπέςτό τε γὰρ ὑψίθρονον παρὰ τοὺς ἄλλους λέγειν πρὸς ἐκεῖνον τοιαῦτα ἐδίδου, καὶ τὸ χειροτονίας ὄντα τὸν Σάρδεων ἣν ὁ Ἀρσένιος οὐκ ἐδέχετο τοιαῦτα τῷ πατριάρχῃ παραινεῖν, δέον ὂν παρ' αὐτοῦ δεχθεὶς ἀγαπᾶνδεικνύντος ἂν εἴη ὡς, ἄλλο τι βαθύτερον ὑπορύσσων, τοιαῦτα λέγει τε καὶ συμβουλεύει οἱ ἀφεῖναι