ἀλ λὰ τὸ ἐπικαλεῖσθαι Κύριον τὸν Θεὸν αὐτοῦ. 144.2 Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ονομά σου [εἰς τὸν αἰῶνα]. ̓Ακόλουθα δὲ ταῦτα τοῖς προλαβοῦσιν, ειπε γάρ· Εὐλογήσω καὶ ὑψώσω σε, δεικ νύσας ὡς οὐδὲν αὐτῷ προτίθησιν ἡ παρ' ἡ μῶν εὐφημία, ἑαυτοὺς δὲ λαμπρύνομεν, ἐὰν αὐτῷ τὸν αινον προσάγωμεν. 144.3 Μέγας ὁ Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ εστι πέρας. Πάντων μὲν ἡ θεωρία τῶν γεγονότων πε περάτωται· μόνης δὲ τῆς ἁγίας Τριάδος ἡ γνῶσίς ἐστιν ἀπέραντος· οὐσιώδης γάρ ἐσ τιν ἡ σοφία. 144.4- 6 Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ερ γα σου, καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι. Καὶ τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁ γιοσύνης σου λαλήσουσι, καὶ τὰ θαυμάσιά σου διηγήσονται. Καὶ τὴν δύναμιν τῶν φο βερῶν σου ἐροῦσι καὶ τὴν μεγαλωσύνην σου διηγήσομαι αὐτήν. Λέγει καὶ Θεοδωτίων γενεὰν καὶ γενεὰν, τοὺς δύο λαούς· ουτω δὲ καὶ ἐπαίνει τὰ ερ γα αὐτοῦ, ὡς καὶ τὸν ποιητὴν ἑωρακέναι, θείῳ βλέμματι, οτι πάντα καλὰ λίαν. - Σύνηθες δὲ αὐτῷ λέγοντι τοῦ Θεοῦ τὴν με γαλωσύνην, εἰς τὴν δι' εργων ἀπόδειξιν χω ρεῖν. Πρακτικοὶ δὲ ἐροῦσι καὶ μετ' ὀρθοῦ φρονήματος, οιον· Εστι φοβερὸν τὸ ἐμπε σεῖν εἰς χεῖρας Θεοῦ ζῶντος, καὶ τό· ̓Αλα λάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, οτι Κύριος υψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ταῦτα γὰρ δι' αὐτοῦ τοῦ φοβεῖσθαι καὶ σέβας εχειν Θεοῦ· διηγήσονται δὲ καὶ ὡς πέρας μὴ εχουσαν αὐτοῦ τὴν με γαλωσύνην, οὐ περιγράψαντες γνώσει, ἀλλ' ὡς ουσαν ἀκατάληπτον. Μόνος γὰρ ὁ Υἱὸς γινώσκει τὸν Πατέρα καὶ ὁ Πατὴρ τὸν Υἱόν· εἰ δὲ καὶ ἀποκαλύπτει τὸν Πατέρα οις βούλε ται, ἀλλ' ουν ὡς ἐφικτὸν γεννητοῖς ἰδεῖν κατ' ἀναλογίαν, ητις εχει προπαρασκευήν. Αλ λως δὲ, θαυμάσιά φησι, τὰ ἐπ' εὐεργεσίᾳ τι νῶν γενόμενα θαύματα· φοβερῶν δὲ δύναμιν τὰ ἐπὶ τῇ τιμωρίᾳ συμβαίνοντα, οιον ἐμάσ τιξεν Αἰγυπτίους, καὶ ἐν ἐρήμῳ τὸν λαὸν εὐηργέτησε, εἰ καὶ παραδόξως ἑκάτερον. 144.9 Χρηστὸς Κύριος τοῖς ὑπομένουσι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ εργα αὐ τοῦ. ̔Ορᾷς οπως εδειξεν οτι χρηστός ἐστι τοῖς σύμπασιν κατὰ τὸ ἐν εὐαγγελίοις, οτι ἀνα τέλλει τὸν ηλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. 144.10 ̓Εξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ εργα σου, καὶ οἱ οσιοί σου εὐλο γησάτωσαν. Νῦν εργα τὰς φύσεις τὰς λογικὰς λέγει· αὐταὶ γὰρ πεφύκασιν ἐξομολογεῖσθαι Θεῷ. Εἰ δὲ ἀναπέμπεταί τις ἐξομολόγησις καὶ ἀ πὸ τῆς λοιπῆς κτίσεως τῆς σωματικῆς, Θεὸς αν ειδειεν καὶ οἱ τούτου φίλοι. 144.13 ̔Η βασιλεία σου, βασιλεία πάντων αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γε νεᾷ καὶ γενεᾷ .. Πιστὸς Κύριος ἐν τοῖς λό γοις αὐτοῦ, καὶ οσιος ἐν πᾶσι τοῖς εργοις αὐ τοῦ. Εἰ ἡ βασιλεία τοῦ Θεοῦ ἡ θεωρία τῶν γε γονότων καὶ γενησομένων αἰώνων ἐστὶ, κα λῶς ειρηται ἡ βασιλεία σου, βασιλεία πάν των τῶν αἰώνων. ̓Ωβέλισται δὲ τό· ̔Η βασιλεία σου, βασι λεία πάντων τῶν αἰώνων. Πλὴν καὶ τοῦτο ἰστέον, οτι γενεὰ καὶ γενεὰ ἐν τοῖς αἰῶσιν λέγεται, τῶν μὲν διδασκόντων, τῶν δὲ μαν θανόντων· ἐν δὲ τῇ ἁγίᾳ Τριάδι γενεὰ καὶ γενεὰ οὐ ῥηθήσεται. Πάντων δὲ γεγονότων ἐν Θεῷ εν, κατὰ τὴν προσευχὴν τοῦ Χρισ τοῦ λέγουσαν· ∆ὸς αὐτοῖς, ινα καὶ αὐτοὶ ἐν ἡμῖν εν ωσιν, καθὼς ἐγὼ καὶ σὺ ἐσμὲν εν, Πάτερ. -Γενεὰ καὶ γενεά· αυτη ἡ γενεὰ ἐκ τῶν κατ' ἀρετὴν καὶ γνῶσιν γενομένων συνίσταται. -Τὴν ἐξ ἀμφοτέρων τῶν λαῶν ἐκκλησίαν φησὶν, εργα δὲ αὐτοῦ α πεποίη ται ἐν τῇ οἰκονομίᾳ. ∆οξάσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου, ὁ διδάξας με γνῶσιν. 144.15 Καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. ̓Ιατρὸς τῶν ψυχῶν ὁ Χριστὸς ἐν εὐκαι ρίᾳ δίδωσιν αὐτοῖς τὴν τροφήν. Χρήσῃ δὲ τῷ ῥητῷ τούτῳ, λύων τὸ ἐν τοῖς εὐαγγελίοις ὑπὸ τοῦ σωτῆρος λεγόμενον· Τί ἐμοὶ καὶ σοὶ, γῦναι; Καὶ ουπως ηκει ἡ ωρα μου. Καὶ γὰρ καιρὸν σημείων οὐχ ηκειν εφασκεν, ει περ τὰ σημεῖα οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἀπιστία γὰρ μετὰ τὸ κήρυγ μα ειωθε γίνεσθαι, κηρύσσειν δὲ ουπω ὁ Κύ ριος ηρξατο τὴν βασιλείαν οὐρανῶν. - Α μα τε γὰρ βούλει, καὶ ἀπολαύει τῶν παρὰ σοῦ χορηγουμένων εκαστος ἀγαθῶν. Καθά περ γὰρ ἡμῖν