τὸ, «Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;» Εἰσὶ μέν τοιγε αἱ μὲν ὑπὸ πολλοὺς πύλαι δικαιοσύνης, ἡ δὲ τίς μόνου τοῦ Κυρίου πύλη; Πύλας οὖν δικαιοσύνης τὰς διαφόρους τῆς ἀρετῆς ἰδέας καλεῖ· δι' ἐκείνων γὰρ δυνατὸν ἀξίως ὑμνῆσαι τὸν τῶν ὅλων Θεόν. Καὶ τοῦτο σαφέστερον διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν· οἷον γάρ τινα ἀπόκρισιν δίδωσι λέγων· «Αὕτη ἡ πύλη τοῦ Κυρίου.» Τοῦ αὐτοῦ. Ὡς ἀνοίγονται πύλαι δικαιοσύνης, οὕτω καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ ἀγάπης. ∆ιὰ γὰρ τούτων τῶν πυλῶν εἰσέρχεται νοῦς εἰς τὴν βασι λείαν τῶν οὐρανῶν. Αὕτη ἡ πύλη τοῦ Κυρίου, κ. τ. ἑ. Μετὰ τὸ εἰσ ελθεῖν διὰ τῶν πρακτικῶν ἀρετῶν εὑρήσομεν τὴν πύλην τῆς γνώσεως, ἥτις ἐστὶν ἡ θεωρία τῶν γεγο νότων, σωμάτων καὶ ἀσωμάτων. Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗ τος ἐγενήθη εἰς κεφαλὴν γωνίας, κ. τ. ἑ. Τοῦτο τὸ ῥητὸν εἰς Χριστὸν ἀναφέρεται· καὶ γὰρ αὐτὸς ἐν 12.1584 τοῖς Εὐαγγελίοις ταύτην παράγει τὴν προφητείαν λέγων· «Οὐδέποτε ἀνέγνωτε· Λίθον ὃν ἀπεδοκίμα σαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;» Οἰκοδομοῦντας δὲ τοὺς Ἰουδαίους λέγει, τοὺς γραμματεῖς, τοὺς Φαρισαίους, ὅτι ἀπεδοκίμαζον αὐτὸν λέγοντες· «Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις» Καὶ πάλιν· «Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.» Παρὰ Κυρίου ἐγένετο αὕτη, κ. τ. ἑ. Οὐκ ἦν ἀν θρώπινον τὸ γινόμενον, οὐκ ἦν ἑνὸς τῶν πολλῶν· οὐκ ἦν ἀγγέλων, οὐκ ἦν ἀρχαγγέλων τὸ τοιαύτην πλέξαι γωνίαν· οὐδεὶς γὰρ ἴσχυεν, οὐ δίκαιος, οὐ προφήτης, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, ἀλλὰ τοῦ Θεοῦ τὸ κατόρθωμα· τοῦτο ἦν αὐτοῦ ἰδικῶς τὸ ἔργον. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, κ. τ. ἑ. Ταύτην τὴν ἡμέραν οὐ νομοθέται, οὐ προφῆται πε ποιήκασιν, ἀλλ' αὐτὸς ὁ τῆς δικαιοσύνης ἥλιος. Ἡμέ ραν δὲ λέγει τὴν γνῶσιν τοῦ Χριστοῦ. Τοῦ αὐτοῦ. Ἡμέραν ἐνταῦθα οὐχὶ τὸν δρόμον λέ γει τὸν ἡλιακὸν, ἀλλὰ τὰ κατορθώματα τὰ ἐν αὐτῇ γινόμενα. Ὥσπερ γὰρ ἡμέραν πονηρὰν λέγει οὐ τὸν δρόμον τοῦ ἡλίου, ἀλλὰ τὰ ἐν αὐτῇ κακά· οὕτως καὶ ἡμέραν ἀγαθὴν τὰ ἐν αὐτῇ κατορθώματα. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Πάντα τὰ κατορθώματα τὰ ἐν αὐτῇ γινόμενα ὁ Θεὸς ἐποίησε· τῆς γὰρ χειρὸς ἐκείνης μόνης ἦν τὰ γινόμενα. Τί γὰρ τῆς ἡμέρας ταύτης ἴσον γένοιτο ἂν, ἐν ᾗ καταλλαγὴ Θεοῦ πρὸς ἀνθρώπους ἐγένετο, καὶ ὁ χρόνιος κατελύθη πόλεμος, καὶ οὐρανὸς ἀπεδείχθη ἡ γῆ, καὶ οἱ τῆς γῆς ἀνάξιοι ἄνθρωποι τῆς βασιλείας ἐφάνησαν ἄξιοι, καὶ ἡ ἀπαρχὴ τῆς φύσεως τῆς ἡμετέρας ὑπεράνω τῶν οὐρανῶν ἀνηνέχθη, καὶ παράδεισος ἠνοίγη, καὶ τὴν ἀρχαίαν ἀπελάβομεν πατρίδα, καὶ κατάρα ἠφανίσθη, καὶ ἡ ἁμαρτία ἐλύ θη; Εἰ γὰρ καὶ πάσας τὰς ἡμέρας ἐποίησεν, ἀλλ' ἐκείνην ἐξαιρέτως, ἐπειδὴ τὰ μέγιστα ἐν αὐτῇ τῶν οἰκείων μυστηρίων ἐπλήρωσε. ∆ιόπερ καὶ ἡμεῖς ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ διπλῆν τινα χαρὰν πανήγυριν ἄγοντες· μίαν μὲν, ὅτι τῆς αἰχμαλωσίας τοῦ διαβόλου ἐῤῥύσθημεν· δευτέραν δὲ ὅτι καὶ πρὸς βασιλείαν οὐρανῶν ἀναγόμεθα. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, κ. τ. ἑ. Καὶ ταύτην τὴν φωνὴν οἱ εὐαγγελισταὶ περὶ Χριστοῦ προφητείαν εἶναι ἐξειλήφασιν· αὐτὸς γὰρ ἀληθῶς ἐστιν ὁ αὐθεντικῶς καὶ ἐν ὀνόματι τοῦ Κυ ρίου ἐρχόμενος, πάντων τῶν παρ' αὐτοῦ ἀνδρῶν ὁμοῦ καὶ ἀγγέλων ἐληλυθότων ὡς Κυρίου δούλων. Ἀμέλει τάδε λέγει Κύριος, ἕκαστος ἔφη· καὶ ἕκαστος τῶν ἀγγέλων φησὶ πρὸς ὃν ἔρχεται· Ὁ Κύριος ἀπέστειλέ με. Ἀλλ' αὐτὸς ὁ ἐν ὀνόματι Κυρίου ἐρχόμενος εὐ λογημένος ἐστί. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, κ. τ. ἑ. Τὸ γὰρ ἐλθεῖν αὐτὸν οὐ τόπον ἐστὶν ἀμεῖψαι, ἀλλ' ἐπιφανῆ ναι, πρότερον οὐχ ὁρώμενον· ὑπάρχων γὰρ ἀόρατος, τῷ εἶναι εἰκὼν Θεοῦ ἀοράτου, μορφὴν δούλου λαβὼν, καὶ γενόμενος ὁ Λόγος σὰρξ ὤφθη, ἵν', οὕτω φανεὶς, 12.1585 χειραγωγήσῃ ἡμᾶς διὰ ταύτης τῆς κατανοήσεως εἰς τὸ καὶ τὴν δόξαν αὐτοῦ θεάσασθαι, «δόξαν ὡς Μο νογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀλη θείας.» Συστήσατε ἑορτὴν ἐν τοῖς πυκάζουσιν, κ. τ. ἑ. Οὗτοι πυκάζουσιν, οἱ φύλλοις καὶ καρποῖς κομῶντες· φύλλοις μὲν τοῖς καθήκουσι, καρποῖς δὲ ταῖς ἀρε ταῖς· καὶ γὰρ «τὸ φύλλον αὐτῶν οὐκ ἀποῤῥυήσεται· καὶ τὸν