1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

137

ἔθνη, καὶ τὸν μέγιστον καὶ κάλλιστον τῶν Ἐκκλησιῶν ἀρδεύει παράδεισον. Εἶτα λέγει τεθεω ρηκέναι τινὰ μετρήσαντα χιλίους ἐν τῷ μέτρῳ, καὶ διελθεῖν μέχρις ἀστραγάλων· πάλιν δὲ τὴν αὐτὴν με τρῆσαι ποσότητα, καὶ διελθεῖν ἕως γονάτων· τρὶς δὲ τὸ μέτρον ἐπενεγκεῖν, καὶ διελθεῖν ἕως ὀσφύος· ἐπειδὴ δὲ τὸν τέταρτον ἐπλήρωσεν ἀριθμὸν, Χειμάῤ ῥους, φησὶν, ἐγένετο μέγιστος, ὃν οὐχ οἷον διελθεῖν, ὅτι ἐκβράζον τὸ ὕδωρ, ὡς ῥοῖζος χειμάῤῥου, ὃν οὐ διαβήσεταί τις. Ἐδίδαξε δὲ ἡμᾶς διὰ τούτων, ὅτι ἐν ἀρχῇ μὲν τὸ εὐαγγελικὸν κήρυγμα ὀλίγους τῇ σωτη ρίᾳ προσάξει· εἶτα τούτους διπλασιάσει, καὶ τρι πλασιάσει· μετὰ δὲ ταῦτα πληρώσει τὴν οἰκουμένην, κατὰ τὴν προφητείαν τὴν λέγουσαν· "Πληρωθήσε ται ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας." Ἐπιστῆσαι δὲ προσήκει, ὡς τετράκις ἐμέτρησε, καὶ τοῖς θείοις Εὐ αγγελίοις ἰσάριθμον τὸ μέτρον προσήνεγκεν. Ἡγοῦ μαι δὲ τὸ τέταρτον μέτρον τοῦ θεσπεσίου Ἰωάννου παραδηλοῦν τὸ Εὐαγγέλιον, θεολογίαν ἔχον ἄβατον ἀνθρώποις καὶ ἀνυπέρβατον. Τίς γὰρ ἂν γένοιτο νοῦς ἐπέκεινα τοῦ Ἐν ἀρχῇ; τίς δ' ἂν ὑπερβαίη τὸ Ἦν; ∆ιὸ καὶ ἐκβράζον τὸ ὕδωρ, ὡς ῥοῖζον χειμάῤ ῥου, ὃν οὐ διαβήσεταί τις, ἔφη ἐξιέναι. Εὐθὺς δὲ, φησὶ, καὶ παραχρῆμα ὑπέδειξέ μοι παρὰ τὴν ὄχθην τοῦ ὕδατος δένδρα παντοδαποὺς βρύοντα καρπούς. Ἐν ἑκατέρᾳ δὲ ὄχθῃ ταῦτα ἦν τὰ δένδρα· οὐ γὰρ 81.1244 μόνον τὴν εἰς Θεὸν πίστιν, ἀλλὰ καὶ τὴν κατὰ Θεὸν πρᾶξιν τοῦτο τὸ ὕδωρ βλαστῆσαι τοὺς ἀνθρώπους πεποίηκε. Καὶ εἶπε, φησὶ, πρός με· Τὸ ὕδωρ τοῦ ποταμοῦ, τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς ἀνατολὰς, καὶ καταβαῖνον ἐπὶ τὴν ἀοίκητον, καὶ ἐρχόμενον ἕως ἐπὶ τὴν θάλασσαν, ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς τῆς θαλάσσης. Καὶ ταῦτα δὲ ἔστιν ἀκριβῶς ἐπὶ τῆς ἱστορίας εὑρεῖν. Πρῶτον μὲν γὰρ εἰς τὴν Γαλιλαίαν τὸ σωτήριον ἔδραμε κήρυγμα· ἐκεῖθεν δὲ ἐπὶ τὴν ἀοίκητον καὶ εὐσεβείας ἔρημον τῶν ἐθνῶν χώραν. Ἔφθασε δὲ καὶ ἐπὶ τὴν θάλασσαν τὴν κυμαίνουσαν, τῶν βαρβάρων τὰ γένη· ἐπάγει δὲ ὅτι καὶ ἁγιάσει τὰ ὕδατα· τὰς γὰρ Ἑλληνικὰς καὶ μυθικὰς διδασκαλίας ὑπηρετεῖσθαι παρασκευάσει τῷ θείῳ κηρύγματι, καὶ τὰ νοσώδη ἐκεῖνα ὕδατα διὰ τούτων τῶν ὑδάτων ἁγιαζόμενα ὑγιείας ἔσται παρεκτικά. θʹ. Καὶ ἔσται, πᾶσα ψυχὴ τῶν ζώων τῶν ἐκ ζεόντων ἐπὶ πάντα ἐφ' ἃ ἐπέλθῃ ἐκεῖ ὁ πο ταμὸς, ζήσεται. Πᾶς γὰρ, φησὶ, τῶν σωτηρίων ὑδάτων ἀπολαύων τῆς σωτηρίας τεύξεται. Λέγει δὲ καὶ ἰχθύων πλῆρες τοῦτο γενήσεσθαι τὸ ὕδωρ, καὶ ἁλιέας ἕξειν πολλούς· πολλοὶ γὰρ οἱ διὰ τῶν ὑδάτων τούτων εἰς σωτηρίαν θηρώμενοι, πολλοὶ δὲ καὶ οἱ τὴν ἄγραν ταύτην θηρεύειν πεπιστευμένοι. Τὸ δὲ, "ἀπὸ Ἠγγαδδὶ ἕως Ἠναγλὶμ," σημαίνει τὴν ἀπὸ πειρασμῶν καὶ θλίψεων εὐφροσύνην. Τὸ γὰρ Ἠγ γαδδὶ ὀφθαλμῶν πειρατήριον σημαίνει· τὸ δὲ Ἠναγλὶμ ὀφθαλμὸν μόσχου εἰς θυσίαν προσφερο μένου, καὶ τὴν ἁμαρτίαν λύοντος, ἢ ὑπὸ ζυγὸν ἑλ κομένου, καὶ γεωργίαν πιστευομένου. Τὸ ψυγμὸς σαγηνῶν δὲ σημαίνει τῶν ἁλιέων οὐ μόνον τὸ πλῆ θος, ἀλλὰ καὶ τὸ ἐπιμελές. Οὐ γὰρ ἀποστήσονται, φησὶ, τοῦ ἁλιεύειν, ἀλλ' ἐκεῖ διαναπαύσονται· τὴν γὰρ ἀνάπαυλαν ψυγμὸν σαγηνῶν ἐκάλεσεν, ἐπειδὴ τοῦ ἁλιεύειν παυόμενοι ἁλιεῖς ἁπλοῦν τὰς σαγήνας καὶ ξηραίνειν εἰώθασι. "Καθ' ἑαυτὴν ἔσται," φησὶ, τουτέστι, τῆς ἀσεβείας κεχωρισμένη ἡ σωζομένη ψυχή· λέγει δὲ καὶ τὸ πλῆθος τῶν ἰχθύων οὐ πο ταμῷ ἐοικέναι, ἀλλὰ τῇ μεγίστῃ θαλάσσῃ. Οὔτε γὰρ τῷ προτέρῳ λαῷ ἰσάριθμος ὁ νέος λαὸς, ἀλλὰ τῇ τῶν ἐθνῶν θαλάττῃ ἀπεικασμένος, καὶ τὴν οἰκουμένην πληρῶν. Τούτοις ἐπάγει· ιαʹ. Καὶ ἐν τῇ διεκβολῇ αὐτοῦ, καὶ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ, καὶ ἐν τῇ ὑπεράρσει αὐτοῦ, τὰ τενάγη αὐτοῦ οὐ μὴ ἰαθῇ, εἰς ἅλας δοθήσε ται. Καὶ τοῦτο ὁρῶμεν ἐπὶ τοῦ παρόντος γεγενημέ νον· αὐξηθέντες γὰρ εἰς πλῆθος εἰς ῥᾳθυμίαν ἐξ ωκείλαμεν. Συνῳδὰ δὲ καὶ ὁ ∆εσπότης προηγόρευσεν· "Ὅταν γὰρ, φησὶ, πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν." Τοὺς τοίνυν ἐπιπολαίους, καὶ τὸ κήρυγμα μόνον περικειμένους, ὁποῖοι ἡμῶν οἱ πλεῖστοι, τενάγη ἀποκαλεῖ· καὶ γὰρ τὰ τενάγη 81.1245 οὐ βαθέα, ἀλλ' ἐξ ἐπιπολῆς ἔχει τὸ ὕδωρ. Τοὺς