De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
ἀνθρωπότητος τῆς Θεῷ κατεζευγμένης καὶ ζυγῷ δουλείας κατεσφιγμένης μεθ' ὑπακοῆς ἡ προσκύνησις, καὶ μὴν καὶ τὸ μὴ εἰδέναι τίς ἡ ἐν Θεῷ βουλή τε καὶ σκέψις. "Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;" Καὶ ὥσπερ ἐπείτοι πέφηνε καθ' ἡμᾶς ὁ Λόγος, οὐκ ἄν, οἶμαι, φαῖεν ἂν ὡς σεσάλευται τοῦ εἶναι Λόγος, μεταποιηθεὶς εἰς σάρκα τὴν ἀπὸ γῆς, οὕτω καὶ εἰ προσελήφθη τὸ ἀνθρώπινον, ἴδιόν τε γέγονεν αὐτοῦ, τὸ λυποῦν οὐδὲν ἐννοεῖν τε καὶ φράσαι ὅτι πεφόρεκεν οἰκονομικῶς ὁμοῦ τῇ ἀνθρωπότητι τὰ αὐτῆς. Τουτὶ γὰρ αὐτὸ καὶ ὁ τῆς κενώσεως ἐζήτει λόγος. Οὐκοῦν ἢ ἀπογυμνούντων ἀναφανδὸν σαρκός τε ἅμα καὶ τῶν δι' αὐτὴν τὸν Λόγον καὶ ἀναιρούντων εἰσάπαξ τὴν ὅλην οἰκονομίαν, καὶ Θεὸν ὄψονται καθαρῶς τὸν Υἱόν, ἢ εἰ τοῦτο καταπεφρίκασιν ὡς ἀνόσιόν τε καὶ ἀπηχές, 624 ἀνθότου λοιπὸν τοῖς τῆς ἀνθρωπότητος ἐπερυθριῶσι μέτροις καὶ ἐπιτιμᾶν ἐγνώκασι τοῖς ὅτι μάλιστα τῇ μετὰ σαρκὸς οἰκονομίᾳ πρεπωδεστάτοις; Καίτοι χρῆν δήπου διανοεῖσθαι σοφῶς ὅτι ὥσπερ Θεὸς ὢν φύσει καὶ ἐκ Θεοῦ πεφηνώς, ἴδια ποιεῖται τὰ ἀνθρώπινα, οὕτω καὶ ἄνθρωπος γεγονώς, τὴν τῇ θεότητι πρέπουσαν τιμήν τε καὶ δόξαν ὡς ἰδίαν ἔχει· προσκυνεῖται γὰρ οὐ μόνον ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ ἐν οὐρανοῖς, καίτοι τὸ χρῆναι προσκυνεῖν ὡς ἄνθρωπός τε καὶ Ἰουδαῖος οὐκ ἀτιμάσας ὡς σμικροπρεπές. "Ὅταν γάρ, φησίν, εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ." Εἰ μὲν οὖν ἐκ σπέρματος Ἀβραὰμ τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον γεγεννῆσθαί φασι, ληροῦμεν ἡμεῖς· κεκλήσθω καὶ Ἰουδαῖος, καὶ ἔστω προσκυνητής. Εἰ δὲ εἰς λῆξιν ἤδη μανίας τὴν ἀνωτάτω διεληλακὸς αὐτοῖς τὸ ἐγχείρημα ταυτὶ φρονεῖν ἑλομένοις ἐξελέγχεται, διαβε βαιώσονται δὲ μᾶλλον, ὡς ἡνίκα μὲν ἐπελάβετο σπέρματος Ἀβραάμ, ἀνέφυ δὲ κατὰ σάρκα καὶ ἐκ ῥίζης τῆς Ἰεσσαί, κεχρημάτικε μὲν Ἰουδαῖος, γέγονε δὲ καὶ προσκυνητὴς ὡς ἄνθρωπος, τί μεθέντες ὡς ἕωλον τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, ἐπ' αὐτὴν ἀναθρῴσκουσι τὴν τοῦ Λόγου φύσιν καὶ τὸν ὁμοούσιον τῷ Πατρὶ κατακομίζουσι δυσσεβῶς ἐπὶ τὸ χρῆναι προσκυνεῖν γυμνῶς τε καὶ ἀπημφιε σμένως, καὶ εἰ μὴ νοοῖτο τυχὸν ἐν τοῖς καθ' ἡμᾶς, ἤγουν ἐν ἡμῖν, οἷς, εἴπερ ἕλοιντο προσκυνεῖν, οὐδεὶς ἄν, οἶμαι, διαμωμήσαιτο, μᾶλλον δὲ καὶ πρὸς ἐπαίνου τὸ χρῆμα καὶ ἁπάσης ἂν γένοιτο θυμηδίας πρόξενον; Ἦ γὰρ οὐχὶ γέγραπ ται περὶ αὐτοῦ ὡς ὑφιζήσειεν ἂν κατά γε τὸ ἀνθρώπινον καὶ τὴν ἀμείνω φύσιν, τουτέστι τὴν ἀγγελικήν, καὶ τῆς ἐκείνων εὐκλείας νοοῖτ' ἂν ἡττῆσθαι βραχύ; {Β.} Ἀληθές· ἔφη γὰρ ὁ Παῦλος· "Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον." {Α.} Εἶτα τί μαθόντες, εἰπέ μοι, καίτοι τὴν ἀμείνω λαχόντες φύσιν οἱ τὴν ἄνω τρίβοντες πόλιν καὶ ἀπλανῆ που πάντως καὶ ἀπαραλόγιστον παντελῶς τὴν ἐπὶ Θεῷ γνῶσιν πεπλου τηκότες, τὸν ἐν μείονι φύσει καὶ κατόπιν ἥκοντα τῆς ἐνούσης εὐκλείας αὐτοῖς, ἐποιοῦντο προσκυνητόν, φράσαις ἄν, ὦ ἑταῖρε; {Β.} Καὶ μὴν καὶ τοῦτό γέ ἐστιν ἤδη σόν. {Α.} Οὐκοῦν, εἴπερ ἐστὶν ὁ αὐτὸς ἐλάττων τε ἅμα καὶ ἐν τοῖς ἀσυγκρίτως ὑπερκειμένοις, ἀπονεμοῦμεν εὐκρινῶς 625 τῇ μὲν ἀνθρωπότητι, χωροῦν ἐπ' αὐτὴν πρεπόντως τὸ ἔλαττον-παρὰ πολὺ γὰρ ἀγγέλων ἡ ἀνθρώπου φύσις- τῇ δὲ ὑπὲρ πάντα θεότητι, τὸ ὑπερκεῖσθαί τε καὶ ὑπεραίρειν τὰ γενητά, καὶ πάσης ἐπέκεινα λογικῆς οὐσίας καὶ παντὸς ὀνόματος ὀνομαζομένου διᾴττειν οὐσιωδῶς. Εἰ δὲ δὴ καὶ δίχα σαρκὸς καὶ οὔπω τοῖς καθ' ἡμᾶς οἷον ἐμπλακεὶς ὁ Λόγος τό γε ἐν ἐλάττοσι κεῖσθαι καὶ αὐτῶν ἂν εἰκότως ἀποφέροιτο τῶν ἀγγέλων, μείων μὲν ἔσται τῶν ἰδίων κτισμάτων καὶ πρός γε τούτῳ προσκυνητής, οὐδὲν ἐπαμύ νοντος ἢ ὑπερδικοῦντος ἔτι τοῦ παρ' ἡμῶν λόγου. Εἰ δὲ δὴ ταυτὶ φάναι τε καὶ φρονεῖν δυσσεβές τε ἅμα καὶ σφαλε ρώτατον, μείων δὲ ὅτι καὶ ἄνθρωπος, ἕψεταί που πάντως ἐκεῖνο νοεῖν· προσκυνητὴς γὰρ ὅτι καὶ ἄνθρωπος, καίτοι Θεὸς ὢν φύσει καὶ ἐν ἴσῳ τῷ Πατρὶ πρὸς ἁπάντων προσ κυνούμενος. Ἔφη μὲν γάρ που Θεὸς δι' ἑνὸς τῶν προφητῶν, "Ζῶ ἐγώ, λέγει Κύριος,