138
τὸν θρόνον. Εἰ γὰρ μή τι ἄλλο, ἀλλ' οὖν τὸ τῆς μεταθέσεως ἂν καὶ παρ' ἄλλοις ὡς ἔγκλημα τῷ μετατιθεμένῳ ἰσχυρὸν ἐδόκει, ὥστε καὶ ἐκχωρεῖν ἀναγκάζεσθαι· ἀλλ' οὖν ἐκείνῳ, παρὰ τοιούτου τοῦ ἀπ' Ἐφέσου Νικηφόρου τὴν ἀρχιερωσύνην λαβόντι, προσίστατο ἂν τὰ μεγάλα, ὡς οὐ μᾶλλον ἐκεῖνον καταδικάζειν ἢ ἑαυτόν, τοιαῦτα λέγοντι. Ἃ δὴ καὶ τὸν πατριαρχοῦντα, τότε λαβόντα τὰ παρ' ἐκείνου γράμματα, ἐπειδὴ τὸν Θρᾳκικὸν ἐκεῖνος περαιωθεὶς Βόσπορον, ἅμ' ἀπέβαινε τῆς νεὼς καὶ ἅμα τοιαῦτ' ἄττα κινητικὰ πρὸς παραίτησιν ἔγραφεν, εἰς οὐκ ἀγαθὰς ὑπονοίας ἐνῆγε καὶ ὡς οὐκ ἂν ἐκεῖνος τολμῴη τοιαῦτα γράφειν καὶ τὸν πρῶτον αὐτοῦ καθυβρίζειν, εἰ μή γε ἄλλοθεν εἶχε τὸ ἐγχωροῦν. Τέως δὲ πείρᾳ τὸ πρᾶγμα διδούς, παραυτὰ πρὸς τὸν βασιλέα πέμπειν ὡς εἶχεν ἔγνω τὸ γράμμα, μαρτύριον τὸ ἐκεῖθεν ἐκβησόμενον τῶν παρόντων θέμενος ἀψευδέστατον, ὡς, εἰ μὲν ἐπαλγήσει τοῖς γραφεῖσιν ὁ βασιλεὺς κἀν δεινῷ θήσει τὸ πρᾶγμα, ὥστε καὶ ἀποστέλλειν καὶ ὑποστρέφειν κατα ναγκάζειν τὸν γράψαντα, ἐφ' ᾧπερ κριθείη, τοιαῦτα πρὸς τὸν πρῶτον ἐκθέμενος, δῆλον εἶναι ὡς, οὐκ εἰδότος τοῦ βασιλέως, προέβη ταῦτα καὶ ἀσφαλῶς ἔχειν ἐντεῦθεν εἶναι τῆς καταστάσεως· εἰ δὲ μαθὼν παρ' οὐδὲν θήσει τὰ γεγραμμένα, ἀλλὰ προφάσεσιν ἐπιλύει καὶ ἀναρτᾷ, ὡς κατὰ καιρὸν ἴσως ζητήσων, ἢ καὶ ἄλλως πως ἐπιστείλειεν, ὡς δῆθεν καταπαύων καὶ ἡμερῶν, τοὐντεῦθεν μὴ εἶναι πλέον εἰς τὸ μαθεῖν ὡς ὁ βασιλεὺς περὶ αὐτὸν ἡψικόρησε καὶ βουλῇ τούτου τὰ τοιαῦτα γέγραπται. Ταῦτ' ἐν νῷ θέμενος, 389 προσθεὶς ἐκ μηνυμάτων καὶ ἀλγεινά, ὡς λυποῖτο τὰ πλεῖστα, ἐκπέμπει τὸν τὸ γράμμα διακομίσοντα. Ὁ δέ, λαβών τε καὶ ἀναγνούς, οὐχ ὅπως τοῖς γεγραμμένοις ἐπήλγησεν, ἀλλ' οἷον ἑαυτὸν ἐπαλαστήσας, εἰ οὕτω ταῖς τῶν κοινῶν σειραῖς συσφιγγόμενος, καὶ περὶ τοῦ πατριάρχου φροντίζειν ἐπαναγκάζοιτο, αὐτίκα μηδὲν μελλήσας μηνύει ὡς· «Ἐν χερσὶν αὐτὸς ἔχεις τὸν ἄνδρα, οὕτω τῶν κανόνων διδόντων, καὶ οἱ περὶ σὲ πολλοὶ τῶν τοιούτων κριταί, καί σοι τὰ περὶ τούτων ζητεῖν ἐφειμένον, ποίει ὡς βούλει· βασιλεῖ γὰρ οὐ μετὸν τούτων, ἀλλὰ πραγμάτων καὶ θορύβων τῶν κατ' αὐτήν, πολλῶν ὄντων καὶ ταῦτα καὶ ἀναγκαίων.» Ταῦτ' ἀντιμαθὼν ἀκούσας, ὁ πατριάρχης ἔγνω τὴν σκέψιν καί, ἀντιλέγειν ὅλως οὐκ ἔχωνμηδὲ γὰρ ἐριστὰ τὰ πρὸς βασιλέα εἶναι ἐκείνῳ, ἐξίστασθαι τοῦ πατριαρχείου παρεσκευάζετο.
καʹ. Ὅπως ἐξῆλθε τοῦ πατριαρχείου ὁ Γερμανός. Μὴν μὲν ἐφειστήκει τότε γαμηλιών, ἤγετο δὲ ἡ τοῦ Τιμίου Σταυροῦ ἑορτή, ἣν καὶ Ὕψωσιν ὀνομάζομεν. Ἐν ταύτῃ γοῦν τὰ ὕστατα στολισάμενος καὶ τελέσας ἅμα μὲν τὴν Ὕψωσιν τοῦ σταυροῦ, ἅμα δὲ καὶ τὴν θείαν ἱερουργίαν, τῆς αὐτῆς ἡμέρας, ὀψίας δείλης, ἀποχωρεῖ καί, πρὸς τὰ ἐν τοῖς Μαγγάνοις αὐτοῦ κελλία τὰ πρὸς θάλασσαν ᾠκοδομημένα ἐλθών, ἡσύχως διάγειν ἐκεῖ τὸν βίον ᾑρεῖτο. Ἀλλ' ἅμα ἕῳ φωσκούσῃ καὶ ὁ βασιλεὺς ἀκούσας εὐθὺς ἐφίσταται ἅμα μὲν συγκλήτῳ, ἅμα δ' ἀρχιερεῦσι καὶ παντὶ τῷ τῆς ἐκκλησίας πληρώματι, καὶ τὸν λυπούμενον προσποιεῖται καὶ ἀξιοῖ καὶ ἀπειλεῖ προσβιάζεσθαι, ἢν μή γε ἀκούοι, καὶ οὐδὲν ἐλλείπει προθυμίας τε καὶ θελήσεως τοῦ μὴ ἀνάγειν καὶ πάλιν αὐτόν· πρὸς Κρῆτα δ' ἐκρήτιζε πάντως. Ταῦτ' ἄρα κἀκεῖνος τὸν μὲν ἀγνοοῦντα προσεποιεῖτο καὶ χάριν τῆς εὐμενείας λέγειν καὶ εἰς τὸ ἑξῆς εἰδήσειν οὐκ ὤκνει, αὐτὸν δ' εἶναι γήρᾳ κατειργασμένον καὶ ἀσθενείᾳ καὶ πρὸς τὸ διδόναι καὶ παραίτησιν τοῦ τῆς Κωνσταντινουπόλεως θρόνου καὶ λίαν ἀσμένως ἔχοντα, ἣν καὶ δέχεσθαι ἀντηξίου καὶ βασιλέα καὶ τοὺς παρόντας ἀρχιερεῖς, ἅμ' ἐκβαλὼν καὶ δεικνὺς τὸ γράμμα· μηδὲ γὰρ ἂν τοῦ λοιποῦ, κἂν εἴ τι συμβαίη, τὴν προστασίαν λαμβάνειν, κἂν αὐτὸς ἀναγκάζοι ὁ βασιλεύς. 391 Τότε τοιγαροῦν ὁ κρατῶν, ἔχων ἐν χερσὶ φανερῶς ὃ ἐν ἀδήλῳ ἠβούλετο, τοῦ μὲν αὐτὸν καὶ πάλιν προσαναγκάζειν ἀνῆκε, σχῆμα δεικνὺς ἀπειπόντος, τὸ δ' ἀγάλλειν ἄλλως καὶ τιμᾶν ᾑρεῖτο. Καὶ τὰ πρῶτα μὲν τὰ δοκοῦντά οἱ περὶ πατριάρχου ἐκεῖνον ἠρώτα, τῷ σύμβουλον ἀξιοῦσθαι ἐπ' ἄλλῳ προ στησομένῳ ἐξημερῶν τὰ τῆς αὐτοῦ παραιτήσεως. Εἶτα καὶ τὸ πατέρα