καρπὸν αὐτῶν δώσουσιν ἐν καιρῷ αὐτῶν,» διὰ τὸ γεγενῆσθαι αὐτοὺς «ξύλα πεφυτευμένα παρὰ τὰς διεξόδους τῶν ὑδάτων.» Τοῦ αὐτοῦ. «Πυκάζοντα» δὲ τὰ χερουβίμ φησι τὰ ἐπισκιάζοντα τὸ ἱλαστήριον· τοῦτο γάρ ἐστι τὸ «πυκάζουσι.» Πυκάζειν γὰρ τὸ σκέπειν. Τὰ χερου βὶμ δὲ ἔσκεπον ταῖς πτέρυξι τὸ ἱλαστήριον. Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι, κ. τ. ἑ. Ἐνταῦθα δείκνυσιν, ὅτι καὶ χωρὶς τῶν εὐεργεσιῶν δεῖ εὐχαριστεῖν τῷ Θεῷ, καὶ διὰ τοῦτο αὐτὸν δοξά ζειν, διὰ τὴν μεγαλοσύνην αὐτοῦ τῆς οὐσίας, διὰ τὴν ἀπόῤῥητον δόξαν. Τοῦτο γοῦν καὶ ἐνταῦθα αἰνίττεται, εἰπὼν τὰς εὐεργεσίας ἃς εὐηργετήθη. Καὶ χωρὶς τούτων, φησὶ, καὶ εὐχαριστήσω καὶ ἐξομολογήσομαι, ὅτι τοιοῦτον ἔχω ∆εσπότην, οὕτως ὑψηλὸν, οὕτω μέ γαν, οὕτως ἀόρατον, ἀκατάληπτον. Τὸ δὲ ὑψώσω, «δοξάσω» ἐστί. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, κ. τ. ἑ. Οὐ μάτην ἐκ δευτέρου κατὰ τὸν παρόντα ψαλμὸν τὸν στίχον ὁ Ψαλμῳδὸς ἐνέταξεν· ἡμᾶς δὲ πολλάκις τὴν αὐτὴν ᾠδὴν μελετᾷν ἄρα βουλόμενος, ἵνα, μεμνη μένοι τίς ἡμῶν ἡ σωτηρία ἐγένετο, μηκέτι πρὸς τὸν ἐχθρὸν παλινδρομήσωμεν, ὅσπερ ἡμῖν εἰς ἀπώλειαν γέγονεν. ΨΑΛΜΟΣ ΡΙΗʹ. Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, κ. τ. ἑ. Τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λόγων τοῦ Θεοῦ ὁ θεῖός ἐστι τόπος· περὶ ὧν καὶ διαλαμβάνει ὁ ἑκατοστὸς ὀκτωκαιδέκα τος ψαλμὸς, κατὰ Ἑβραίων στοιχεῖα γεγραμμένος, ὥστε τοὺς μὲν πρώτους αὐτοῦ στίχους εἶναι ὀκτὼ ἀπὸ τοῦ Ἄλεφ· ὅ ἐστιν ἀρχὴ τῶν παρ' αὐτοῖς στοι χείων· τοὺς δὲ δευτέρους ὀκτὼ ἀπὸ Βὴθ, καὶ οὕτω καθεξῆς. Καὶ περιέχει γε ὁ ψαλμὸς οὗτος ὅλον τὸν τόπον τὸν ἠθικὸν μετὰ πάσης θεωρίας τῆς περὶ τῶν διαφόρων ἐν τοῖς ἠθικοῖς τόποις ὀνομάτων ἐν ταῖς Γραφαῖς. Ἰστέον δὲ ὡς ἄλλο μὲν νόμος, ἄλλο δὲ δικαίωμα, ἄλλο πρόσταγμα, ἄλλο μαρτύριον, ἄλλο κρῖμα. ∆ιὰ τοῦτο δὲ ἐνταῦθα τὰ στοιχεῖα προτέτα κται, ἵνα δηλωθῇ τοῖς ἐντυγχάνουσιν, ὅτι τὰ στοιχεῖά ἐστιν ἡ γνῶσις τοῦ ἠθικοῦ τόπου. Οὕτω καὶ οἱ ριαʹ καὶ ριβʹ ψαλμοὶ, τινὰ τρόπον κἀκεῖνοι ἠθικοὶ ὄντες, εἶχον τὴν ἀρχὴν τῶν στίχων ἀπὸ τῶν παρ' Ἑβραίοις στοιχείων. Ἐκεῖ μὲν οὖν ἡ στοιχείωσις οὐκ ἐκτέτα ται, ἀλλὰ διὰ βραχέων παραδέδοται. Ἰστέον τοίνυν, ὥσπερ ἄλλα, οὕτω καὶ ταῦτα ἐν Πνεύματι ἁγίῳ γεγράφθαι, λόγον τε ἔχειν οὐκ εὐκαταφρόνητον. Καὶ ἡ αἰτία τοῦ ἕκαστον τῶν στοιχείων ὀκτάκις παρ' 12.1588 Ἑβραίοις εἰρῆσθαι ἐν τούτῳ τῷ ψαλμῷ. Ἐλθὲ τοίνυν ἐπὶ τὸν ὀκτὼ ἀριθμὸν, καὶ εἴ που ὠνομάσθη ἐν τῇ Γραφῇ, παραλάμβανε αὐτὸν, καὶ ἐπὶ τίνι εἴρηται, καὶ ἔσται σοι χρήσιμος ὁ λόγος πρὸς τὸ ἰδεῖν, ὅτι ἕκα στον στοιχεῖον τελείωσίς ἐστιν ἅμα τῷ ἀριθμῷ. Ὅταν δὲ τελειώμεθα ἐν τοῖς στοιχείοις, ὁ ἑπτὰ ἀριθμὸς προ τιμητέος ἡμῖν, ὅτι δὴ καὶ τῇ ὕλῃ ἀνεῖται οὗτος· εἴπερ ἐστὶν ὁ ἑπτὰ σημεῖον ὑλικῆς παχύτητος· ὁ δὲ ὀκτὼ ἀρχὴ τῆς ἀϋλοτέρας καὶ μείζονος καταστάσεως. Εἰ γὰρ καὶ τὰ μάλιστά φαμεν καὶ τὸν ἓξ τὴν κοσμι κὴν σχετικῶς ὕλην ὑποδηλοῦν, ἀλλ' οὖν γε τὸν μὲν εἰς τὴν κατὰ ποσὸν ὁλότητα ἀναφέρομεν, τὸν δὲ εἰς τὴν καθ' ἕξιν τελείωσιν, καθ' ἥν τις ἀποσμήχεται τὰ ῥυπάσματα τῆς ψυχῆς, καὶ καθαίρεται. Πρὶν γὰρ ἔλθῃ ἡ ὀγδόη τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἡμέρα, ὅλος ὁ κόσμος ἀπερικάθαρτος ἦν καὶ ἀκρόβυστος· ὅτε δὲ ἦλθεν ἡ ὀγδόη τῆς ἀναστάσεως Χριστοῦ ἡμέρα, ἀθρόως πάντες ἐκαθαρίσθημεν ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες καὶ συναναστάντες, ὥς φησιν ὁ Ἀπόστολος. Ἐπεὶ οὖν διὰ τῆς στοιχειώσεως καθαίρεται ἡμῶν ἡ ψυχὴ, μανθανόντων τὸν ἠθικὸν τόπον, καὶ τελειουμένων ἐν τῇ γνώσει αὐτοῦ. διὰ τοῦτο ὁ ὀκτὼ ἀριθμὸς παρελήφθη καθ' ἕκαστον τῶν στοιχείων ἐν τῷ προκειμένῳ. Ἐν τούτῳ γοῦν τῷ ψαλμῷ τὴν τῶν ἁγίων διαγράφει πολιτείαν, τοὺς ἀγῶνας, τὰς θλίψεις, καὶ τὰ ἑξῆς. Ὁ δὲ μηδαμῆ μηδαμῶς ἁμαρ τάνων, οὗτος ἂν εἴη ἄμωμος, καὶ μὴν καὶ μακά ριος. Τοῦ αὐτοῦ. Οὐ διὰ τὴν ἀμωμότητα μακάριος ἄν θρωπος ὀνομάζεται, ἀλλὰ διὰ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, ἢν μέλλει κτᾶσθαι διὰ τῆς ἀμωμότητος· «Μα κάριοι γὰρ οἱ καθαροὶ τῇ καρδία, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν, κ. τ. ἑ. Εἰ οἱ ἐργαζό μενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς τοῦ Θεοῦ οὐ πορεύ ονται, οἱ ἐργαζόμενοι