138
οὕτω τοίνυν διακειμένους λέγει θεραπείας μὴ τυγχάνειν. Ἀλλὰ καὶ οὕτω, φησὶν, οὐκ ἄχρηστοι τοῖς λοιποῖς· παιδευόμενοι γὰρ πρόφασις τῆς ἄλλης ὠφελείας γε νήσονται. Οὗ χάριν, ἔφη "εἰς ἅλας δοθήσεται." Ἀρ τύειν γὰρ οἶδέ πως ἡμᾶς, καὶ ὠφελείας πληροῦν, οὐ μόνον ὁ διδάσκαλος λόγος, ἀλλὰ καὶ ἡ ἐπιφερομένη τῆς ἁμαρτίας τιμωρία. Οὕτω τὰ κατὰ τοὺς ῥᾳθύμους προαγορεύσας, πάλιν τῶν σπουδαίων καὶ τῶν ἁγίων τοὺς καρποὺς διηγεῖται, καὶ ὅτι οὐδὲν ἄκαρπον παρ' αὐτοῖς, ἀλλὰ πάντα βρώσιμα. Πρὸς δὲ τῷ καρπῷ, φησί· ιβʹ. Καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, οὐδὲ μὴ παλαιωθῇ ἐπ' αὐτοῦ, οὐδ' οὐ μὴ ἐκ λείπῃ ὁ καρπὸς αὐτοῦ τῆς καινότητος αὐτοῦ εἰς τοὺς μῆνας αὐτοῦ· πρωτοβολήσει, διότι τὰ ὕδατα αὐτῶν ἐκ τῶν ἁγίων ταῦτα ἐκπορεύεται, καὶ ἔσται ὁ καρπὸς αὐτῶν εἰς βρῶσιν, καὶ ἡ ἀνάδοσις αὐτῶν εἰς ὑγίειαν. Ταῦτα, φησὶ, τὰ δένδρα πάντα ἐδώδιμον οἴσει καρπὸν τοῦτον δι ηνεκῶς. Οὐ γὰρ ἅπαξ τοῦ ἔτους, ἀλλὰ κατὰ μῆνα· οὐ γὰρ ἐν ἑορταῖς εὐσεβοῦσιν οἱ ἅγιοι, διηνεκῶς δὲ τὴν τῶν θείων νόμων ἐκπληροῦσι φυλακήν. Ἀλλὰ καὶ "Τὰ φύλλα, φησὶν, οὐκ ἀποῤῥυήσεται ἀπ' αὐτῶν." Ἔχουσι γὰρ τῇ τῆς ἀρετῆς ἐργασίᾳ τὴν θυμηδίαν ἀκολουθοῦσαν. "Ὁ δὲ καρπὸς αὐτῶν ὅλος εἰς βρῶ σιν." Θαυμάζειν γὰρ εἰώθαμεν τοὺς τῆς ἀρετῆς ἀθλητάς. "Καὶ ἡ ἀνάδοσις αὐτῶν εἰς ὑγίειαν." Λο γιζόμενοι γὰρ ὅσον ἀγαθὸν ἡ κατὰ Θεὸν ζωὴ, τὴν ἐντεῦθεν ὠφέλειαν καρπούμεθα, καὶ τῆς κατὰ Θεὸν ὑγιείας τυγχάνομεν. Ἐντεῦθεν διδάσκεται ὁ προφή της, τίνα τὰ ὅρια τοῦ Ἰσραήλ. Ἀπὸ βοῤῥᾶ μέν φησι τὴν ὁδὸν εἶναι τὴν Ἠμὰθ ἀναμέσον τῶν ὁρίων ∆αμασκοῦ. Ἠμὰθ δὲ τὴν Ἐπιφάνειαν καλοῦσι, τινὲςδὲ τὴν Ἐμίσαν. Καὶ γὰρ ἡ θεία Γραφὴ δύο οἶδεν ὁμωνύμους· λέγει γάρ· "Εἰς Ἠμὰθ τὴν μεγάλην." Ἀπὸ ἀνατολῶν δὲ λέγει τὸν Ἰορδάνην ὅριον, καὶ τὸν πρὸς ἀνατολὰς φοινικῶνα· ἀπὸ δὲ μεσημβρίας, ἕως ὑδάτων ἀντιλογίας· οὕτω γὰρ τὸ Μαριμὼθ ὁ Σύρος ἡρμήνευσεν· ἀπὸ δύσεως δὲ τὴν θάλασσαν ὅριον εἶναι. Ταύτην δὲ προσέταξεν οὐ μόνον τοῖς ἐκ τοῦ Ἰσραὴλ τὸ γένος κατάγουσι διανεμηθῆναι, ἀλλὰ καὶ τοῖς προσηλύτοις, τοῖς παροικοῦσιν ἐν μέσῳ αὐτῶν, Οἵτινες, φησὶν, ἐγέννησαν υἱοὺς ἐν μέσῳ ὑμῶν. "Καὶ οἱ ἑκάστῃ, φησὶ, φυλῇ συνοικοῦντες προσήλυτοι μετὰ τῆς αὐτῆς φυλῆς τὴν κληρονομίαν λαβέτωσαν."
ΚΕΦΑΛΑΙΟΝ ΜΗʹ. Εἶτα κελεύει πρώτην μὲν λαβεῖν τὴν φυλὴν ∆ᾶν ἀπὸ βοῤῥᾶ, δευτέραν τὴν
Ἀσὴρ, τρίτην τὴν Νεφθα λεὶμ, τετάρτην τὴν Μανασσὴ, πέμπτην τὴν Ἐφραῒμ, ἕκτην τὴν Ῥουβὴν, ἑβδόμην τὴν Ἰούδα· εἶτα τὴν τοῖς ἱερεῦσιν ἀφορισθεῖσαν, πέντε μὲν καὶ εἴκοσι χιλιάδων τὸ εὖρος, δέκα δὲ χιλιάδων τὸ μῆκος· κε λεύει δὲ τούτου τὸν κλῆρον περὶ αὐτὴν τεθῆναι 81.1248 τὴν πόλιν. "Ἔσται γὰρ τὸ ἁγίασμά μου ἐν μέσῳ αὐτῶν, τοῖς ἱερεῦσι τοῖς ἡγιασμένοις υἱοῖς Σαδοὺκ, τοῖς φυλάσσουσι τὰς φυλακὰς τοῦ οἴκου." Εἶτα πεν τακοσίους πάλιν τοὺς τοῦ ναοῦ πήχεις διαιρεῖ κατὰ μέσον τῆς πόλεως. Ἐν δὲ τῷ, φησὶν, οἰκοδομεῖσθαι τὴν πόλιν, οἱ ταύτης τῆς γῆς καρποὶ ἀφορισθήτωσαν τοῖς τὴν οἰκοδομίαν ἐργαζομένοις. Εἶτα μετὰ τοῦ τον, τὸν κλῆρον κελεύει λαβεῖν τὸν Βενιαμὶν, μετ' ἐκεῖνον δὲ τὸν Συμεὼν, εἶτα τὸν Ἰσσάχαρ, καὶ τὸν Ζαβουλὼν μετὰ τοῦτον, τὸν δὲ Γὰδ τελευταῖον. Λέγει δὲ καὶ πύλας τῇ πόλει γενήσεσθαι δυοκαί δεκα, ἐν ἑκάστῳ τμήματι τρεῖς· ἅπαντα δὲ τὸν κύκλον ὀκτωκαίδεκα χιλιάδων ἔφη πήχεων. λεʹ. Τὸ δὲ ὄνομα τῆς πόλεως, φησὶν, ἀφ' ἧς ἂν ἡμέρας γένηται, ἔσται τὸ ὄνομα αὐτῆς. Οὐκ ἐπειδὴ ἕτερον μετὰ τὴν οἰκοδομίαν εἴληφεν ὄνομα· Ἱερουσαλὴμ γὰρ καὶ μετὰ τὸν Ζοροβάβελ ἐκλήθη· ἀλλὰ τὸ ἐπίσημον αὐτὴν πάλιν γενήσεσθαι διὰ τούτων ᾐνίξατο. Ὄνομα γὰρ πολλάκις οἶδεν ἡ Γραφὴ καὶ τὴν δόξαν ὀνομάζειν, ὥσπερ ἀμέλει ὁ αὐτὸς προφήτης πρὸς τὴν Ἱερουσαλὴμ ἐκ προσώπου τοῦ Θεοῦ ἔφη· "Καὶ ἐγένετό σοι τὸ ὄνομα." Ταύτην τῆς πόλεως τὴν οἰκοδομίαν μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον ὁ Ζοροβάβελ ἐποιήσατο πρῶτος, ἐπὶ