De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται." Ὁμοούσιον δὲ τῷ Πατρὶ τὸν Υἱὸν εὖ μάλα τιθεὶς ὁ θεσπέσιος Παῦλος καὶ ἐν τῇ δόξῃ τοῦ γεγεννηκότος εἰδὼς τὸ γεγεννημένον. "Ἐν τῷ ὀνόματι, φησίν, Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός." {Β.} Ἀλλὰ ναί, φασί, συμπροσκυνούμενον μὲν τῷ Πατρὶ τὸν Υἱὸν εὑρήσομεν, προσκυνοῦντα δὲ αὖ, ὡς τετιμημένον καὶ τίς κατὰ φύσιν ἐστὶν οὐκ ἠγνοηκότα· τὴν μὲν γὰρ τῶν γενητῶν ὑπερανέχει φύσιν, ἔστι δὲ οὐκ ἐν οἷς ὁ Πατήρ. {Α.} Ξένιον οὖν ἄρα καὶ μισθὸν ἀρετῆς τὴν τῆς θεότητος δόξαν ἀποκεκέρδακεν ὁ Υἱός, καὶ τὸ προσκυνεῖσθαι δεῖν οὐκ ἀξίωμα φύσεως ἰδικῆς, ἀλλ' ἐν ψιλοῖς καὶ μόνοις διεκλη ρώσατο τοῖς θελήμασι τοῦ Πατρός. {Β.} Οὕτως οἴονται καὶ φασίν. {Α.} Εἶτα ὅποι τε καὶ ὅπως κατανένευκε τῷ Υἱῷ τὴν προσκύνησιν ὁ Πατήρ, ἐκδείξειεν ἄν· οὐ γάρ που τοῦτο ἐροῦσιν ὡς ὅτι ἂν ἕλοιντο δοξάζειν αὐτοὶ ψῆφος ἂν εἴη τοῦτο τοῦ Θεοῦ καὶ Πατρός. {Β.} Προστέταχε, φασί, τοῖς ἁγίοις ἀγγέλοις προσκυνεῖν αὐτόν. Τί γὰρ ἕτερον ἢ τοῦτο αὐτὸ κατασημήνειεν ἂν τὸ "Ὅταν δὲ εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ;" {Α.} Ἆρ' οὖν, ὅτι προστέταχε μὲν ὁ Πατὴρ προσκυνεῖσθαι δεῖν τὸν Υἱὸν ἀκριβῶς ἐγνώκασι, καταρνήσονταί γε μὴν 626 ὅτι τῷ Μονογενεῖ τὸ πρωτότοκος ἐπενηνεγμένον, κατά γε τὸν τῆς ἀνθρωπότητος τρόπον, συνεισκεκόμικεν ἀναγκαίως τὸ καὶ εἰσποίητον εἶναι δοκεῖν τὴν δόξαν αὐτῷ; Πότε γάρ, εἰπέ μοι, πρωτότοκος ἢ ὅτε γέγονεν ἐν πολλοῖς ἀδελφοῖς; Εἰ μὲν οὖν ὁμογενής τε ἡμῖν καὶ ἀδελφὸς τὴν φύσιν καὶ πρὸ σαρκὸς ἦν ὁ Λόγος, τί μὴ τοῦτο ὑπάρχειν ἐν ἀρχαῖς, ἀλλ' ἐν ἐσχάτοις καιροῖς γεγενῆσθαι λέγεται; πῶς δ' ἂν νοοῖτο Μονογενὴς ὁ τῇ κτίσει συντεταγμένος; Ἐπειδὴ δὲ οὐκ ἐνδοιαστόν, μᾶλλον δὲ ἀληθῶς τε καὶ ἀραρότως ἔχον, ὡς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς πέφηνεν ἄνθρωπος, διά τε τοῦτο Πρωτότοκος, ἐπακτὴν ἔχει τὴν δόξαν καὶ τὸ προσκυνεῖσθαι δεῖν ἐπενηνεγμένον. Εἰ δὲ μὴ οὕτως ἔχειν οἴονται κατὰ σφᾶς, ἀναγκαῖος αὐτοὺς περιτρέψει λόγος εἰς ἀκαλλῆ τε καὶ ἔκτοπον ἠλιθιότητα λογισμῶν. Φαίη γὰρ ἂν οἶμαί τις· Εἰ, ἐπείτοι γέγονεν ἄνθρωπος Πρωτότοκος διὰ τοῦτο, καιρὸς δὲ οὗτος αὐτῷ τοῦ προσ κυνεῖσθαι δεῖν, ὅτε δὴ μάλιστα κεκενῶσθαι λέγεται, πρὸς εὐκλείας μὲν ἔσται τῆς ἀληθοῦς αὐτῷ τῆς κενώσεως ὁ καιρός, πρεσβύτερον δὲ τῆς ἐνανθρωπήσεως τὸ σμικροπρεπές τε καὶ ἀκλεές, ὅτε καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὑπάρχων, ὡς γέγραπται, πρὸς τὴν οὕτω καταβεβλημένην κατέθορε φύσιν, φημὶ δὴ τὴν ἀνθρωπίνην. Ἀλλ' εἴπερ ἦν ἀκλεὴς καὶ τοῦ προσκυνεῖσθαι μακράν, τί μαθόντα τὰ Σεραφὶμ ἐν τῷ τῆς θεότητος θώκῳ καθίζοντα τὸν Υἱὸν ἐν κύκλῳ περιεστᾶσιν, ὕμνοις καὶ δοξολογίαις καταγεραί ροντα καὶ Κύριον Σαβαὼθ ὀνομάζοντα, πλήρη τε εἶναι λέγοντα τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ; Ποίας γὰρ δόξης ἀνάπλεως ἦν ὁ οὐρανός, εἰ τὸ προσκυνεῖσθαι μετὰ Πατρὸς εἰσδέχεται μόλις ὅτε πέφηνε καθ' ἡμᾶς; Ἄκουε δὲ γράφοντος Ἔσδρα τοῦ σοφοῦ· "Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει·" Καίτοι τοῦ μακαρίου ∆αβὶδ ἀνακεκραγότος ἐναργῶς περὶ τοῦ τῶν ὅλων κατε ξουσιάζοντος Θεοῦ, "Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν." Ὁ τοίνυν πρὸ τῆς ἐνανθρωπήσεως καὶ τοῦ κεκλῆσθαι Πρωτότοκος τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀξιώμασιν ὑπάρχων ἐκπρεπής, πῶς ἂν ἐν μείοσι κατά τι γοῦν ὅλως ἢ ἐν οἷς ὁ Πατήρ; {Β.} Ἔστω, φησί, κατὰ τὸ αὐτῷ σοι δοκοῦν· ὅτε γέγονε Πρωτότοκος, τοτηνικάδε καὶ προσκυνεῖσθαι προστέτακται. Μὴ οὐχὶ δοτὸν αὐτῷ τὸ χρῆμά ἐστι παρὰ τοῦ Πατρός; {Α.} Ἀλλ' οὐχ ἁπλῶς εἰ δοτόν, ἀλλὰ ὁπηνίκα δοτὸν εὖ μάλα κατασκεπτέον. 627 {Β.} Ὅτε δηλαδὴ καὶ Πρωτότοκος. {Α.} Ὡς πρὸς ἀδελφότητα τὴν πρὸς ἡμᾶς καθιγμένος; Τουτὶ γάρ, οἶμαί που, δηλοῖ τὸπρωτότοκος. {Β.} Οὕτω φημί. {Α.} Εἶτα πρέποι ἄν, εἰπέ μοι, τῇ ἀνθρώπου φύσει, νοουμένῃ καθ' ἑαυτὴν τοῦθ'