Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
χχ. Τῷ δὲ Νοεμβρίῳ τοῦ #22οα-ου ἔτους ἐπιδραμόντος τοῦ υἱοῦ τοῦ Τουραχάνη Ἀμάρη ᾐχμαλώτισε πάντας τοὺς περὶ τὸν Ναύπακτον τῆς Αἰτωλίασ, τὴν αὐτοῦ περιοχὴν τὸν Γαλατᾶν λεγόμενον, καὶ οὐ τοὺς Ἑνετοὺς μόνον, ἀλλὰ καὶ τοὺς τελοῦντας αὐτῷ τοῦ τῆς Μικρῆς Βλαχίας Φλαμπούρου. Ὅπερ μαθὼν ὁ τῶν Ἑνετῶν τριήρεων ναύαρχοςκαὶ δραμὼν πρὸς ἐπικουρίαν εἰς τὴν ἀντίπερα πόλιν τοῦ ἀμηρᾶ, Βοστίτζαν ὀνόματι διελθὼν ἐνέπρησεν αὐτὴν καὶ ᾐχμαλώτευσεν ἅπασαν πλὴν τοῦ Κουλᾶ μόνου· καὶ ἀγαγὼν Βοστιτζανοὺς ἐν τῷ Ναυπάκτῳ, με τὰ τῶν ἑαυτοῦ ἐναλλαγὴν ἐποιήσατο. Καὶ δὴ προμελετωμένης οὔσης τῆς μάχης τοῦ γενέσθαι κατὰ τοῦ ἀμηρᾶ ὑπὸ τῆς τῶν Ἑνετῶν γερουσίας, τοῦτο δὴ τὸ ἔργον ἀπεκάλυψεν αὐτὴν καὶ ἀρχὴ κατέστη. Καὶ ἐλθόντος τοῦ καθόλου ναυάρχου ὀνόματι Ἀλουϊσίου Λαουρεδανοῦ μετὰ πολλῆς παρασκευῆς καὶ ἑτοιμασίας καὶ δυνάμεως, ἐπίασε τὸ τῆς Πελοποννήσου Ἰσθμὸν καὶ ᾠκοδόμησε αὐτόν, κακῶς δὲ διὰ τὴν συντομίαν· οὐ γὰρ ἐν τῷ συντόμῳ τὸ ἀσφαλές, ὡς ὁ λόγος. Εἶτα πολεμήσας τὴν Κόρινθον καὶ μὴ τυχὼν τοῦ ἐλπιζομένου, ἀφεὶς τὸν Ἰσθμὸν ἀνεχώρησε. 2. Τῷ δὲ #22οβ-ῳ ἔτει παρέλαβον τὴν Μονεμβασίαν οἱ Ἑνετοί, οὐ τοσοῦτο θελέσει καὶ χάριτι τοῦ κυριεύοντος αὐτήν, ὅσον ἀνωφελείᾳ τοῦ ἡγεμονεύοντος ἐν αὐτῇ ἄρχοντος, ὥσπερ δὴ ὁμοίως ἀνωφελείᾳ καὶ ἀτυχίᾳ τοῦ ἡγεμόνος τῆς Λήμνου πολίχνιον τὸ λεγόμενον Παλαιόκαστρον ἐκλάπη μᾶλλον καὶ παρὰ τῶν ἐν αὐτῷ τυχόντων ξένων καὶ ἐδόθη τῇ αὐθεντίᾳ τῶν Ἑνετῶν· καὶ ἐξ αὐτοῦ, δῆλον τοῦ πολιχνίου, ἅπασαν τὴν νῆσον ἐκληρώσαντο. Ἀλλὰ καὶ εἰς τὴν Λέσβον ἀπελθόντος αὐτοῦ δὴ τοῦ Λαουρεδανοῦ καὶ πολεμήσαντος αὐτήν, ἔπραξεν οὐδὲν καὶ ἀνηχώ ρησεν ἄπρακτος. 3. Τῷ δὲ ἔαρι τοῦ ʹογ-ου ἔτους ὁ δεσπότης κὺρ Θωμᾶς ἐμήνυ σεν, ἵνα οἱ υἱοὶ αὐτοῦ καὶ ἡ θυγάτηρ ἐκεῖσε ἀπέλθωσιν, ὅπου κἀκεῖνος ἦν· καὶ ἐγένετο, ὅτε ἀπεσώθησαν μετὰ νηὸς εἰς τὸν Ἀγκῶνα. Καὶ μό νον ἤκουσεν, ὅτι ἐν Ἀγκώνᾳ παρεγένοντο, ἐν Ῥώμῃ ὢν καὶ μὴ φθάσας ἰδεῖν αὐτά, Μαΐου ιβʹ ἐν Ῥώμῃ πρὸς Κύριον ἐξεδήμησεν, ὑπάρχων ἐτῶν νʹ καὶ πρός τι μικρόν. Καὶ ὄντων τῶν παίδων εἰς Ἀγκώναν 20ἐπιστολὴν ἔγραψεν ὁ Βησ σαρίων καρδινάλις πρὸς τὸν παιδαγωγὸν αὐτῶν. 556
Ἐπιστολὴ πεμφθεῖσα παρὰ τοῦ εἰρημένου καρδινάλεως πρὸς τὸν παιδαγωγὸν
τῶν εἰρηθέντων παίδων εἰς Ἀγκώναν
Εὐγενέστατε ἄνερ καὶ ἡμῶν φίλτατε φίλων, ἐδεξάμην καὶ πρότερον καὶ νῦν διὰ τοῦ Ἑρμητιανοῦ γράμματα τῆς εὐγενίας σου, πρὸς ἃ οὐκ ἀπεκρινάμην, ἀναμένων, ἵνα γένηταί τις ἀποκατάστασις εἰς τὴν πρόνοιαν τῶν αὐθεντοπούλων. Ἐπειδὴ οὖν νῦν ἐγέ νετο, νῦν καὶ γράφω. Παραμυθεῖσθαι μὲν καὶ ὑμᾶς καὶ τοὺς αὐθεντοπούλους διὰ τὴν ἀφόρητον λύπην τοῦ μακαρίτου ἐκείνου καὶ ἁγίου δεσπότου οὐκ ἔστι τοῦ παρόντος καιροῦ· διὸ παραιτήσωμεν τοῦτο τὰ νῦν. Γίνωσκε δέ, ὡς ὁ ἁγιώτατος πάπας διὰ πα ρακλήσεως φίλων καὶ οἰκείας καλοθελείας ἔταξε νὰ δίδῃ κάθε μῆνα τὰ αὐθεντόπουλα δουκάτα τριακόσια, ὥσπερ ἔδιδε καὶ τῷ ἁγίῳ δεσπότῃ. Θέλει δὲ καὶ ὁρίζει ὁ ἁγιώτα τος πάπας, ἵνα τὰ μὲν διακόσια κατὰ μῆνα νὰ εἶναι διὰ τὰ τρία ἀδέλφια ἐπίσης ἀνέγ γιστα νὰ ἐξοδιάζωνται εἰς τροφὴν ἐκείνων καὶ ἀνθρώπων ὑποχειρίων μικρῶν, ἓξ ἢ ἑπτὰ τοῦ καθ' ἑνός, καὶ εἰς ἀγορὰν καὶ τροφὴν ἀλόγων τεσσάρων τὸ ὀλιγώτερον καὶ εἰς ῥόγαν τῶν αὐτῶν ὑποχειρίων καὶ εἰς ἐνδύματα τῶν αὐθεντοπούλων, νὰ εἶναι καλὰ ἐνδύματα, καὶ κἄπου νὰ περισσεύσῃ καὶ τίποτε τὸν καθ' ἕνα, διὰ νὰ βοηθη θῶσι κἄπου εἰς ἀσθένειαν τοὺς ἢ εἰς ἄλλην ἀνάγκην. Καὶ τοῦτο θέλει νὰ γένῃ ἐξ ἅ παντος καὶ νὰ μηδὲν γένῃ ἀλλέως. Τὰ δὲ λοιπὰ ἑκατὸν δουκάτα τὸν μῆνα, ἤγουν χίλια διακόσια τὸν χρόνον, νὰ ἐξοδιάζωνται εἴς τινας ἄρχοντας καὶ καλὰ πρόσωπα, ὁποῦ νὰ εἶναι κοντά των νὰ τὰ δουλεύουν καὶ νὰ τὰ συντροφιάζουν καὶ νὰ τὰ φυλάτ τουσιν. Ἀκούσας δὲ ὁ ἁγιώτατος πάπας τὸ