δηλονότι τὴν δικαιοσύνην ἐν ταῖς ὁδοῖς τοῦ Θεοῦ πορευθήσονται. Οὐκοῦν ὁδοὶ τοῦ Θεοῦ εἰσιν αἱ θεωρίαι τῶν γεγονότων, ἐν αἷς πορευ σόμεθα δικαιοσύνην κατεργαζόμενοι. Εἰ δὲ ἡ δικαιο σύνη ἡμῶν ἐστιν ὁ Χριστὸς, «ἐγενήθη γὰρ ἡμῖν σο φία παρὰ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις·» καλῶς λέγει ἐν ταῖς Παροιμίαις ὁ Σολομὼν τὴν σοφίαν ἀρχὴν εἶναι τῶν ὁδῶν τοῦ Κυ ρίου, ἥτις ἐστὶν ὁ Χριστός. Λέγω δὲ Χριστὸν τὸν μετὰ τοῦ Θεοῦ Λόγον ἐπιδημήσαντα Κύριον. Τοῦ αὐτοῦ. Εἴ τις ἀνομίαν ἐργάζεται, ἐκεῖνος οὐκ ἐν ὁδῷ Κυρίου πορεύεται· διὸ οὐδ' ἄμωμός ἐστιν ἐν ὁδῷ. Σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα, κ. τ. ἑ. Ὁ μὴ κατὰ διάνοιαν ἁμαρτάνων σφόδρα φυλάσσει τὰς ἐντολὰς τοῦ Θεοῦ. Τοῦ αὐτοῦ. Ἔστι σφόδρα, καὶ ἔστιν ἠρέμα φυ λάσσεσθαι ἐντολὰς Θεοῦ. Ἢ σφόδρα ἐνετείλατο ὁ Θεὸς φυλάσσεσθαι τὰς ἐντολὰς αὐτοῦ. 12.1589 Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου, κ. τ. ἑ. Οὐ γὰρ ἄλλως τὰ δικαιώματά σου φυλάξω, ἐὰν μὴ κατευ θυνθῶσιν ὑπὸ σοῦ αἱ ὁδοί μου. Τίνα οὖν τὰ δικαιώ ματα ταῦτα ἃ παραθέσεις ἐνώπιον τῶν υἱῶν Ἰσραήλ; «Ἐὰν κτήσῃ παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι, τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον,» καὶ τὰ ἑξῆς. «Ὄφελον οὖν, φησὶ, κατευθυνθείησαν αἱ ὁδοί μου,» ἵνα ὅσα ἐδικαίωσας, ταῦτα ἑκάστῳ κατὰ τὸ πρέπον ἀποδῶ. Τότε οὐ μὴ αἰσχυνθῶ, ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου, κ. τ. ἑ. Οὐκ ἐπί τινας, ἀλλ' ἐπὶ πάσας· κατ' ἐκείνας γὰρ τὰς ἐντολὰς ἃς μὴ βλέπω αἰσχυνθήσομαι. Ἡμῖν δὲ πρὸς τὸ Πνεῦμα τὸ θεῖον ἀφορῶσιν ἔσται τὸ μὴ αἰσχύνεσθαι, ἐπειδὰν συνηρμοσμένους αὐτῷ θεωρῶμεν ἡμᾶς αὐ τοὺς ἁπανταχῆ, καὶ μηδαμῆ μετατιθεμένους πρὸς τὴν σάρκα, μηδὲ οἷον ἐκ μετεώρου πτώσεως κατε νεχθέντας. Τοῦ αὐτοῦ. Εἰ ὁ πάσας ποιήσας τὰς ἐντολὰς, πταίσας δὲ ἐν μιᾷ γίνεται πάντων ἔνοχος, καλῶς γέγραπται· «Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπι βλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου·» οἶδε γὰρ καὶ μία παραμεληθεῖσα ἐντολὴ αἰσχύνης ἡμῖν γίνεσθαι πρόξενος. Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, κ. τ. ἑ. Ὁ μηδέποτε εὐθύτητα καρδίας ἀνειληφὼς, ἀλλ' ἔτι αὐτὴν ἔχων σκολιὰν, οὐκ ἐξωμολογήσατο οὐδέπω, εἰς τὸ παραδεχθῆναι τῷ Θεῷ τὴν ἐξομο λόγησιν αὐτοῦ. Πῶς οὖν τοῦτο γίνεται, δηλοῖ τὰ ἑξῆς. Μή με ἐγκαταλίπῃς ἕως σφόδρα, κ. τ. ἑ. Μέ τρα ἔχει ἡ δύναμίς μου ἐν τῷ πειράζεσθαι· Μή με, φησὶ, τοῖς ὑπὲρ δύναμιν πειρασμοῖς ὑποβάλῃς, μηδὲ σφόδρα ἐγκαταλίπῃς με. «Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα,» καὶ τὰ ἑξῆς. Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι, κ. τ. ἑ. Ἁμαρτάνει τῷ Θεῷ ὁ ἀξιωθεὶς λογίων ἀποῤῥητοτέρων, καὶ κρύπτεσθαι ἀπὸ πολλῶν κελευθεὶς, καὶ μὴ κρύπτων αὐτὰ ἀφ' ὧν δεῖ. Κίνδυνος γὰρ οὐ μόνον τὸ τὰ ψευδῆ λέγειν, ἀλλὰ καὶ τὸ τἀληθῆ, ἐπὰν ὅλως μὴ δεῖ ἀπαγγέλλειν. Οὐ γὰρ δεῖ τοὺς μαργαρίτας βάλλεσθαι ἔμπροσθεν τῶν χοίρων, οὐδὲ διδόναι τὰ ἅγια τοῖς κυσί. Εὐλογητὸς εἶ Κύριε, κ. τ. ἑ. Ὁ αἰσθόμενος τῆς αὐτοῦ προκοπῆς, ἀπὸ τοῦ ἐν ὅλῃ καρδίᾳ ἐκζητῆσαι τὸν Θεὸν, εὐλογεῖ αὐτὸν εὐχαριστῶν ἤδη ἐφ' οἷς ἠξιώθη. Ἔχων γὰρ λόγια ἀπόῤῥητα καὶ κρύψεως ἄξια, εὐλογεῖ ἐπὶ τούτοις τὸν Κύριον. Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ, κ. τ. ἑ. Ὁ ὡς ἐν τῷ παντὶ πλούτῳ χρυσοῦ, καὶ ἀργύρου, καὶ ἱματισμοῦ, καὶ οἰκοπέδων, καὶ χωρίων, καὶ κτηνῶν, καὶ οἰκετῶν 12.1592 εὐφραινόμενος ἐν τῇ ὁδῷ τῶν μαρτυρίων τοῦ Θεοῦ μακάριος. Ἐν τοῖς δικαιώμασί σου μελετήσω, κ. τ. ἑ. Ἐν τοῖς δικαιώμασί τις μελετᾷ τοῦ Θεοῦ οὐ ῥηματίοις καὶ λεξειδίοις, ἀλλὰ τῷ νενοηκέναι καὶ ποιεῖν αὐτά. Οὐ γὰρ οἱ ἀκροαταὶ τῶν δικαιωμάτων τοῦ Θεοῦ δί καιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ αὐτῶν, καὶ με λετῶντες αὐτὰ τοῖς ἔργοις· οἵτινες ἐκ τοῦ ὡσαύτως αὐτὰ μελετᾷν οὐδέποτε τῶν λόγων τοῦ Θεοῦ ἐπιλή σονται. Ἀνταπόδος τῷ δούλῳ σου, ζήσομαι καὶ φυ λάξω τοὺς λόγους σου, κ. τ. ἑ. Ὁ ποιήσας πάντα τὰ συντελοῦντα πρὸς τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, οὗτος λεγέτω καὶ τῷ Κυρίῳ· «Ἀνταπόδος τῷ δούλῳ σου.» Τοῦ αὐτοῦ. ∆ιδόντι ἀνταποδίδωσιν ὡς τῷ Ἀβραὰμ τὸν Ἰσαὰκ, καὶ τῷ προσαγαγόντι τὰς δέκα