139
χρόνῳ πολλῷ δει μάμενος τὸν νεὼν, διὰ τὸν πρὸς τοὺς γειτνιάζοντας πόλεμον· τοὺς δὲ περιβόλους ἀνώρθωσε Νεεμίας, μετὰ τὸ τέλος τῆς τοῦ νεὼ οἰκοδομίας ὀγδοήκοντα μεταξὺ διελθόντων ἐνιαυτῶν. Καὶ ἐπὶ τῶν Μακκα βαίων δὲ πάλιν πολλῆς εὐπραξίας καὶ νεουργίας ἀπήλαυσεν, καὶ μετ' ἐκείνους δὲ πάλιν Ἡρώδης λαμπροτέραν αὐτὴν πεποίηκε. Ὁ δὲ μυθολογίαις χαίρων Ἀπολινάριος, καὶ τῶν μύθους ἐξηγουμένων γραϊδίων κατ' οὐδὲν διαφέρων, ἑτέραν ἡμῖν ὑπισχνεῖ ται τῆς Ἱερουσαλὴμ οἰκοδομίαν, καὶ τὴν κατὰ νόμον τῶν Ἰουδαίων λατρείαν, καὶ πρὸς τῇ τοῦ νόμου φυ λακῇ τὴν εἰς τὸν Κύριον πίστιν· εἶτα πάλιν ἐκκλη σίας ἀλλήλαις ἀντιπάλους, τὴν μὲν ἐξ ἐθνῶν ἔξω τοῦ νόμου ζῶσαν, τὴν δὲ ἐξ Ἰουδαίων κατὰ νόμον πολιτευομένην. Καὶ οὐ συνεῖδεν ὁ σοφώτατος τὸ τῶν θείων ἀποφάσεων ἀψευδές. Περὶ μὲν γὰρ Ἰουδαίων ἔφη, ὅτι "Κακοὺς κακῶς ἀπολέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἐν καιρῷ δώσουσι τὸν καρπὸν αὑτοῦ." Καὶ πάλιν· "Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με· ἔρχεται ἄλλος ἐν τῷ ἰδίῳ ὀνόματι, κἀκεῖνον λήψεσθε." Περὶ δὲ τοῦ ναοῦ φησι, πρῶτον μὲν, ὅτι "Οὐ μὴ μείνῃ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθῇ." Ἔπειτα· "Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος." Βοᾷ δὲ καὶ Ἡσαΐας· "Τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ." Καί· 81.1249 "Ὁ οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔτι μὴ ἀναστῇ." Οὐκ ἤκουσε δὲ, ὡς ἔοικεν, οὐδὲ τῆς Παύλου διδασκα λίας, ἣν Γαλάταις προσήνεγκε, λέγων· "Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε." Καὶ πά λιν· "∆ιότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ, ἀλλὰ διὰ πίστεως Ἰησοῦ Χριστοῦ." - "Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται. Οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις." Καὶ πάλιν· "Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρ κὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νό μου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπα τοῦσιν, ἀλλὰ κατὰ Πνεῦμα." Καὶ ἑτέρωθι· "∆ικαιω θέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχωμεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ." Καὶ τῷ Πέτρῳ δὲ σχηματισαμένῳ τὴν τοῦ νόμου φυλα κὴν, διὰ τὴν τῶν μαθητῶν ἀσθένειαν, ἔμπροσθεν πάντων ἔφη· "Εἰ σὺ, Ἰουδαῖος ὢν, ἐθνικῶς ζῇς, καὶ οὐκ Ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν;" Εἶτα ἐπάγει· "Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί. Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἀλλὰ δι' ἀκοῆς πίστεως, καὶ ἡμεῖς εἰς Ἰησοῦν Χριστὸν ἐπιστεύσαμεν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν." Οὕτω Γαλάτας περιτμηθῆναι μετὰ τὴν πίστιν ἀνασχομέ νους ἀνοήτους ἀποκαλεῖ. Καὶ Φιλιππησίοις δὲ ἐπι στέλλων, καὶ τῶν ταῦτα διδασκόντων κατηγορῶν, κύνας ἀποκαλεῖ, λέγων· "Βλέπετε τοὺς κύνας, βλέ πετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν· ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ πνεύματι Θεῷ λατρεύοντες, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες." Καὶ ὡς ἂν μήτις αὐτὸν ὑπολάβοι τοῖς πνευματικοῖς ἐπ ερείδεσθαι, ὡς ἀμοιροῦντα τῶν σαρκικῶν, εἰκότως ἐπήγαγε· "Καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί. Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον." Καὶ διηγεῖται τὰ Ἰουδαίων σεμνά· "Περιτομῇ ὀκταήμερος." Κατὰ νόμον, φησὶ, τὴν περιτομὴν ἐδεξάμην. Καὶ ἐπειδὴ συνέβαινε, καὶ τοὺς τῶν προσηλύτων υἱεῖς κατὰ τοῦτον τῶν ἡμερῶν τὸν ἀριθμὸν περιτέμνεσθαι, ἀναγκαίως ἐπήγαγεν· "Ἐκ σπέρματος Ἰσραήλ." Καὶ οὐκ ἀρκεῖται τῇ τοῦ πατριάρχου προσηγορίᾳ ἀλλὰ καὶ τῆς φυλῆς τὸ ὄνομα λέγει, δεικνὺς τὸ ἐπίσημον, "φυλῆς Βενια μίν." Ἐκ τῆς Ῥαχὴλ γὰρ, φησὶ, τῆς ἀγαπωμένης κατάγω τὸ γένος. Οὐ γὰρ μόνον οὐκ εἰμὶ τῶν ἡμιδούλων, ἀλλὰ καὶ πρὸς τοὺς ἐλευθέρους ἔχω δια 81.1252 φορὰν, ὡς ἐκ τῆς προμνηστευθείσης καὶ ἄγαν ἀγα πηθείσης βλαστήσας. Ἐντεῦθεν ἐπὶ τὴν ἀρχαιοτέραν ἀναβαίνει ῥίζαν τὸ, "Ἑβραῖος ἐξ Ἑβραίων." Ἑβραῖοι γὰρ ἐκ τοῦ Ἑβὲρ προσηγορεύθησαν. Ἀλλὰκαὶ αἱρέσεως, φησὶ, καλλίστης ἐγενόμην, "κατὰ νόμον γὰρ Φαρισαῖος." Οὐκ ὄνομα δὲ μόνον εἶχον εὐσεβείας, ἀλλὰ καὶ τῷ πράγματι κοσμεῖσθαι