Commentarii in Joannem ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
1.174 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον
Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ
1.456 ΚΕΦΑΛΗ ς. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ
αὐτῷ τρυγόνων ἢ περιστερῶν ξυνωρὶς εἰς θυσίαν ἀνέβη, κατὰ τὴν Μωυσέως διάταξιν.
1.661 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς
"λαλεῖτε, βοῶντες, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν." ἔτι τε πρὸς τούτοις, καὶ τῶν ἐξ Ἱεροσολύμων, ἤτοι τῆς Ἰουδαίων χώρας, εἰς τὴν Αἰγυπτίων καταπεφευγότες τινές· Ἀζαρίας δὲ ἦν υἱὸς Ὡσηὲ καὶ Ἰωάννης υἱὸς Καρηὲ, καὶπάντες οἱ ἄνδρες οἱ ὑπερήφανοι, καθὰ γέγραπται, διαῤῥήδην ταῖς Ἱερεμίου προφητείαις ἀπειθοῦντες, ἔφασκον "Ψεύδῃ, "οὐκ ἀπέστειλέ σε Κύριος πρὸς ἡμᾶς εἰπεῖν Μὴ εἰσέλθητε "εἰς Αἴγυπτον·" ἡ δὲ διὰ τῶν θαυμάτων ἀπόδειξις, ποίαν ἂν λάβοι τὴν ἀντιλογίαν, καὶ τὸ τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἐπιμαρτυρεῖσθαι πλεονεκτήμασι, ποῖον ἔτι δώσει τοῖς φιλεγ κλήμοσι τῆς δυστροπίας τὸν τρόπον; καὶ γοῦν ὁ Νικόδημος· εἷς δὲ ἦν οὗτος τῶν παρ' ἐκείνοις καθηγητῶν, καὶ ἐν τοῖς τὸ ἄρχειν λαχοῦσι κατατεταγμένος· ἀναντίῤῥητον τὴν ἀπὸ τῶν θαυμάτων ἐποιεῖτο μαρτυρίαν λέγων "Ῥαββὶ, οἴδαμεν ὅτι "ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ δύναται τὰ "σημεῖα ταῦτα ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ' "αὐτοῦ." Ὡς οὖν οὐκ ἐκβαίνοντος τὴν Ἰουδαίων κακόνοιαν τοῦ καὶ αὐτὸν ἀπειθεῖσθαι τὸν ἅγιον βαπτιστὴν, τὴν ὅσον ἧκεν εἰς λόγους μαρτύριαν εἰσάγοντα, πάλιν ὡς ἐν ἤθει φησί Μεμαρτύρηκε μὲν τῇ ἀληθείᾳ, καίτοι παρ' ὑμῶν ἐρωτώμενος, ὁ μακάριος βαπτιστὴς, ἀλλ' ἐπείπερ ὑμῖν ἀνεπιχείρητον οὐδὲν, καὶ τὸ ῥιψοκινδύνως ἐπὶ πᾶσαν ἰέναι λοιδορίαν κατεί θισται, καὶ τὴν ἐκείνου κατὰ τὸ εἰκὸς παρεκρούσασθε φωνήν. ἐπειδὴ δὲ ὀρθῶς μὲν ὑμῖν ἔχειν καὶ τοῦτο δοκεῖ, ἔστω δὴ, πείθομαι τυχὸν, κατανεύω σὺν ὑμῖν, ἀποστήσομαι δι' ὑμᾶς καὶ τῆς Ἰωάννου φωνῆς, καὶ τὴν ἐκείνου μαρτυρίαν μεθ' 1.362 ὑμῶν παραγράψομαι· ἔχω τὸν ἄνωθεν μαρτυροῦντα Πατέρα. διδάσκων δὲ πάλιν, ὅτι συναίνεσιν ὑποθετικὴν ὁ λόγος ὠδίνει, χρησίμως ἐπήνεγκε Ταῦτα δὲ λέγω ἵνα ὑμεῖς σωθῆτε, ἀντὶ τοῦ Τοὺς τοιούτους πρὸς ὑμᾶς ἐποιησάμην λόγους, οὐχ οὕτως ἐχούσης τῆς ἀληθείας, ἀλλ' ὑποθετικῶς, ἵνα ὑμεῖς διὰ παντὸς σώζησθε τρόπου. Καὶ μέχρι δὴ τούτου τὸ δεύτερον ἡμῖν βιβλίον στήσεται.
ΚΥΡΙΛΛΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΤΟΥ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΠΛΗΡΩΘΗ
ΒΙΒΛΙΟΝ Βʹ. 1.363 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩι ΤΡΙΤΩι ΒΙΒΛΙΩι ΠΛΑΤΥΤΕΡΟΝ ΕΙΡΗΜΕΝΑ. α. Ζήτησις ἀκριβὴς, διατί μὴ μόνον λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ
μακάριος βαπτιστὴς εἴρηται παρὰ Χριστοῦ, προκειμένου ῥητοῦ Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος. β. Ὅτι εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἐν ᾧ καὶ πρὸς Ἰουδαίους ἔλεγχος, ὡς μὴ νοοῦντας τὰ διὰ Μωυσέως αἰνιγματωδῶς μᾶλλον εἰρημένα, προκειμένου ῥητοῦ Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε, καὶ τὰ ἑξῆς. γ. Ὅτι τοῦ Σωτῆρος τὴν ἄφιξιν ἐσήμαινεν ὁ Μωυσῆς, λέγων Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ὡς ἐμέ. δ. Ὅτι πολλάκις αἱ Χριστοῦ μεταβάσεις ἀπὸ τῆς Ἱερουσαλὴμ τὸ μετατεθήσεσθαι τὴν χάριν ἐπὶ τὰ ἔθνη δηλοῦσιν, ἐν ταὐτῷ δὲ καὶ ὁ λόγος περὶ τῶν πέντε ἄρτων τῶν κριθίνων καὶ τῶν δύο ὀψαρίων, προκειμένου ῥητοῦ Καὶ μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Τιβεριάδος. ε. Ὅτι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Μονο γενὴς, καὶ οὐχ ἕτερος παρ' αὐτὸν ἢ ἔστιν ἢ νοεῖται χαρακτὴρ, προκειμένου ῥητοῦ Ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει, καὶ τὰ ἑξῆς. . Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ τῶν δι' αὐτοῦ χαρισμάτων πνευματικῶν, προκειμένου ῥητοῦ Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωυσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ.
1.365 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Γ.