140
λογιζομένοις, ἔνθεν μὲν τοῦτον, ἔνθεν δ' ἐκεῖνον οἱ τῆς καρδίας ὑπέγραφον λογισμοί· ὅσοι δὲ καὶ εἰς νοῦν ἔβαπτον τοῦ κρατοῦντος καὶ κατηυστόχουν τῶν ἐννοιῶν, ἐκείνοις εἶς καὶ μόνος ἐδόκει ὁ εἰς τὴν προστα σίαν ἐπιτήδειος, ὁ καὶ θυμήρης τῷ βασιλεῖ. Κοινῶς γοῦν συνδιασκεψάμενοι, τὸν Γαλησίου Ἰωσὴφ ἐψηφίζοντο, ἄνδρα πνευματικόν τε καὶ ἀγαθόν, ἁπλοϊκὸν καὶ εὐήθη τοὺς τρόπους, φέροντα δέ τινα καὶ ἐκ τῶν ἀνακτόρων, ἐπεί, γυναικὶ συζῶν, τῷ τῆς μακαρίτιδος δεσποίνης Εἰρήνης συνετάττετο κλήρῳ καὶ κατ' ἀναγνώστας ἐξυπηρέτει, καὶ ἐλευθερίας ἱκανὰ δείγματα. Ἠγάπα δὲ καὶ τὸ τῶν εἰς χεῖρας πεσόντων μεταδιδόναι τοῖς ἄλλοις, ὅσα καὶ ἀσφαλῶς ἀποφήνασθαι, ὡς ἄλλοι δὴ τὸ γλισχρεύεσθαι. Τὸ δὲ ξένον ὅτι καὶ τῇ μοναχικῇ πολιτείᾳ ἐνασμενίζων ἐν ψαλμῳδίαις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις πολλάκις, ἐν ὑδροποσίαις ὅτ' ἔδει, ἐν πραότητι καὶ δικαιοσύνῃ καὶ ἤθει χρηστῷ καὶ ἁπλότητι καὶ συνόλως ἀκαταγνώστῳ διαγωγῇ, οὐδὲ τῆς κατ' ἄνθρωπον ἀρετῆς ἠμέλει, τοῦ καὶ προεντυχεῖν τινι καὶ προσπτύξασθαι καὶ τὰ φιλικὰ συλλαλῆσαι καὶ μειδιᾶσαι καὶ διαχεθῆναι πρὸς γέλωτα, εἴ που ἐλέχθη παρά τινος κατ' ἄνεσιν ἢ καὶ ἐπράχθη εὔχαρι, καὶ ὑπελθεῖν ἄρχουσι δυναμένοις καὶ ζητεῖν ὑπὲρ ἄλλων καὶ ἁβραῖς τραπέζαις σὺν διαφόροις οἴνοις τε καὶ τραγήμασι τοὺς πολλοὺς ἑστιᾶν, καὶ μᾶλλον ὅσοις ὁ βίος ἄπορος καὶ ἀπάλαμνος καὶ τῆς καθ' αὑτοὺς ἀναδοχῆς ἔχρῃζον. Τοῦ γοῦν τοιούτου καταδεξαμένου τὴν ψῆφον, ὁ βασιλεὺς εἰς πατριάρχην τοῦτον προβάλλεται, μηνὸς σκιροφοριῶνος εἰκοστῇ ὀγδόῃ τῆς δεκάτης ἐπινεμήσεως τοῦ #22ψοεʹ ἔτους· ἑκατομβαιῶνος δὲ νουμηνίᾳ χειροτονηθεὶς εἰς ἀρχιερέας τετέλεσται. Περὶ δέ γε τὴν χειροτονίαν καὶ τοιοῦτόν τι γίνεται.
κδʹ. Ὅπως, παρευδοκιμηθέντος τοῦ Ἡρακλείας Πινακᾶ ὡς ὄντος ἐκ τῆς χειροτονίας τοῦ Γερμανοῦ, ὁ Μιτυλήνης Γρηγόριος χειροτονεῖ τὸν Ἰωσήφ. Ὁ γὰρ Πινακᾶς μοναχός, παρὰ Γερμανοῦ τὴν χειροτονίαν δεξάμενος, Ἡρακλείας τῆς κατὰ Θρᾴκην ἦν ἀρχιποίμην, ᾧ δὴ καὶ προνόμιόν ἐστιν 397 ἐκ παλαιοῦ, δικαιουμένῳ ἐκ Βυζαντίου ὡς ἀνέκαθεν τελοῦντος ὑπὸ τὴν Ἡράκλειαν, τὸν πατριάρχην χειροτονεῖν. Ἀπεπροσποιεῖτο γοῦν τὴν ἀπ' ἐκείνου χειροτονίαν ὁ Ἰωσήφ. Καὶ ὁ κρατῶν, σοφόν τι ποιῶν, ἐκεῖνον τότε προσκαλεῖται πρὸς τὰ ἀνάκτορα, ἐν τῷ κατ' ἐκεῖνα ναῷ λειτουργή σοντα· καὶ δὴ ἐκεῖνος μὲν ὑπὸ πολλῷ μισθῷ τὴν λειτουργίαν ἐπλήρου, ὁ δέ γε Μιτυλήνης Γρηγόριος, ἐκ παλαιοῦ φέρων τὴν χειροτονίαν, χειροτονεῖν τὸν πατριάρχην ἐκλέγεται. Ὅλου γοῦν τοῦ μηνὸς ἐκείνου ὁ βασιλεύς, ἐπεὶ οὐκ ἦν ἐκείνῳ τῆς τοῦ ἀφορισμοῦ λύσεως προὐργιαίτερον, ἐδίδου τῷ πατριάρχῃ καιρὸν σὺν τοῖς ἀρχιερεῦσι σκέπτεσθαι πῶς ἂν καὶ κατὰ τρόπον γένηται, προλαμβάνων αὐτὸς ἑκάστης διὰ τοῦ πάντ' ἐκπληροῦν ῥᾳδίως, περὶ ὅσων ὁ πατριάρχης ἐκεῖνον ἠξίου, εὔοδα ποιεῖν τὰ τῆς λύσεως. Ἐς τοσοῦτον γὰρ ἡδέως αὐτοῦ λέγοντος ἤκουεν ὥστε καί, δι' ὁρισμῶν πεμπομένων ἑκασταχοῦ τῆς τῶν Ῥωμαίων ἐπικρατείας, προσέταττεν αὐτὰς δὴ τὰς τοῦ πατριάρχου γραφὰς ἀντὶ προσταγμάτων ἰδίων δέχεσθαι τοὺς ἐπ' ἐξουσίας, προσαπειλουμένων καὶ κολάσεων τοῖς μὴ κατὰ τὰ ἐπιτεταγμένα, ὑπὲρ ὅτου ἂν καὶ γράψοι, τελέσουσιν. Ἤνοιξε μέντοι καὶ φυλακὰς καὶ πολλοὺς τῶν ἐγκεκλεισμένων ἐξείλετο τῶν δεσμῶν, καταδίκους συμπαθείας ἠξίωσεν, ἐξωρισμένους ἀνεκα λέσατο καὶ οἷς ἀπεχθῶς εἶχε κἀκείνοις ἐξιλεοῦτο, τοῦ πατριάρχου μεσι τεύοντος.
κεʹ. Ὅπως ἐλύθη τοῦ ἀφορισμοῦ ὁ βασιλεὺς παρὰ τοῦ Ἰωσήφ. Ἐπέστη γοῦν ἡ μηνὸς ληναιῶνος δευτέρα, καθ' ἣν καὶ ἡ ἐκκλησία ἄγει τὴν τῆς Ὑπαπαντῆς ἑορτήν· καὶ ὁ πατριάρχης συνάμα πᾶσιν ἀρχιερεῦσιν, ὑπὸ πολλῷ τῷ τῶν λαμπάδων φωτὶ καὶ ὕμνοις τῇ ἑορτῇ πρέπουσιν, ἔτι δὲ καὶ ταῖς ὑπὲρ βασιλέως πρὸς Θεὸν ἱκετείαις, ὡς ἔδει καὶ περιφανῶς παννυ χεύσας, τὴν ἱερὰν λειτουργίαν ἐπιτελεῖ. Καὶ ἤδη ὡς ἤνυστο πᾶσα, τοῦ βασιλέως ἐν βασιλικαῖς ἱσταμένου δορυφορίαις συνάμα συγκλήτῳ πάσῃ 399 καὶ πολιτείᾳ, προσιὼν τοῖς ἁγίοις προσεγγίζει θυρίοις, τῶν ἀρχιερέων