140
ἐρευνᾷ, πῶς δεῖ, καί ποίῳ τρόπῳ τήν ἐν ἀλλήλαις τούτων δημιουργῆσαι ζωήν· ἔστιν οὖν, ὡς ἐν ὁρισμῷ λαβεῖν, ἡ μέν ζήτησις, ὄρεξις καταθυμίου τινός· ἡ δέ ἐρεύνησις, τρόπος τῆς πρός τό καταθύμιον ὀρέξεως ἀνυστικός.
11. Ὁ νεκρώσας φησί τῇ ἁμαρτίᾳ τήν προαίρεσιν, σύμφυτος γέγονε τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ Χριστοῦ· καί ὁ ταύτην ἀναστήσας τῇ δικαιοσύνῃ, σύμφυτος γέγονε καί τῆς ἀναστάσεως αὐτοῦ.
12. Ἡ ἁμαρτία, καί ἡ προαίρεσίς φησιν ἀλλήλαις νεκρούμεναι, διπλῆν ἔχουσι πρός ἀλλήλας τήν ἀναισθησίαν· καί ἡ δικαιοσύνη, καί ἡ προαίρεσις ἐν ἀλλήλαις ἔχουσαι τήν ζωήν, διπλῆν ἔχουσι τήν αἴσθησιν.
13. Ἄλλη περί τῶν αὐτῶν θεωρία. 14. Ὁ μέν νοῦς, φησί, κατά μόνην τήν ἔφεσιν ἀγνώστως τῶν ὄντων αἰτίαν
κινούμενος, ζητεῖ μόνον· ὁ δέ λόγος, τούς ἐν τοῖς οὖσιν ἀληθεῖς ποικίλως ἐφοδεύων ἐρευνᾷ λόγους.
Ξ (60). ΠΕΡΙ ΤΟΥ ΑΜΝΟΥ ΑΜΩΜΟΥ ΚΑΙ ΑΣΠΙΛΟΥ ΧΡΙΣΤΟΥ. (14Γ_186> 60. ΕΡΩΤΗΣΙΣ Ξ' Ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς
κόσμου, φανερωθέντος δὲ ἐπ᾽ ἐσχάτων τῶν χρόνων δι᾽ ἡμᾶς. Ὑπὸ τίνος προεγνωσμένου;
Ἀπόκρισις. Τὸ τοῦ Χριστοῦ μυστήριον Χριστὸν ὁ τῆς Γραφῆς ὠνόμασε λόγος, καὶ
μαρτυρεῖ σαφῶς οὑτωσὶ φάσκων ὁ μέγας ἀπόστολος· τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν νῦν ἐφανερώθη, ταὐτὸν λέγων δηλαδὴ τῷ Χριστῷ τὸ κατὰ Χριστὸν μυστήριον. Τοῦτο προδήλως ἐστὶν ἄρρητός τε καὶ ἀπερινόητος θεότητός τε καὶ ἀνθρωπότητος καθ᾽ ὑπόστασιν ἕνωσις, εἰς ταὐτὸν ἄγουσα τῇ θεότητι κατὰ πάντα τρόπον τῷ τῆς ὑποστάσεως λόγῳ τὴν ἀνθρωπότητα καὶ μίαν ἀμφοτέρων ἀποτελοῦσα τὴν ὑπόστασιν σύνθετον, τῆς αὐτῶν κατὰ φύσιν οὐσιώδους διαφορᾶς μηδεμίαν καθοτιοῦν ἐπάγουσα μείωσιν, ὥστε καὶ μίαν αὐτῶν γενέσθαι, καθὼς ἔφην, τὴν ὑπόστασιν καὶ τὴν φυσικὴν διαφορὰν ἀπαθῆ διαμένειν, καθ᾽ ἣν καὶ μετὰ τὴν ἕνωσιν ἀνελάττωτος αὐτῶν καὶ ἡνωμένων ἡ κατὰ φύσιν διασῴζεται ποσότης. Ὅπου γὰρ κατὰ τὴν ἕνωσιν οὐδὲν τὸ παράπαν τροπῆς ἢ ἀλλοιώσεως τοῖς ἑνωθεῖσι παρηκολούθησε πάθος, ἀκραιφνὴς ὁ κατὰ οὐσίαν ἑκατέρου τῶν ἡνωμένων διαμεμένηκε λόγος· ὧν δὲ ἀκραιφνὴς ὁ τῆς οὐσίας καὶ μετὰ τὴν ἕνωσιν διαμεμένηκε λόγος, τούτων ἀλώβητοι κατὰ πάντα τρόπον (14Γ_188> μεμενήκασιν αἱ φύσεις, μηδεμιᾶς τὸ σύνολον ἀρνησαμένης τὰ ἑαυτῆς διὰ τὴν ἕνωσιν.
Ἔπρεπε γὰρ τῷ ποιητῇ τῶν ὅλων καὶ γινομένῳ φύσει κατ᾽ οἰκονομίαν ὅπερ οὐκ ἦν καὶ ἑαυτὸν ὅπερ ἦν κατὰ φύσιν καὶ ὅπερ γέγονε φύσει κατ᾽ οἰκονομίαν ἄτρεπτον διασώσασθαι. Θεῷ γὰρ οὐ πέφυκεν ἐνθεωρεῖσθαι τροπή, ᾧ μηδεμία καθάπαξ κίνησις ἐπινοεῖται, περὶ ἣν ὑπάρχει τοῖς κινουμένοις τὸ τρέπεσθαι. Τοῦτό ἐστι τὸ μέγα καὶ ἀπόκρυφον μυστήριον. Τοῦτό ἐστι τὸ μακάριον, δι᾽ ὃ τὰ πάντα συνέστησαν, τέλος. Τοῦτό ἐστιν ὁ τῆς ἀρχῆς τῶν ὄντων προεπινοούμενος θεῖος σκοπός, ὃν ὁρίζοντες εἶναί φαμεν προεπινοούμενον τέλος, οὗ ἕνεκα μὲν τὰ πάντα, αὐτὸ δὲ οὐδενὸς ἕνεκεν· πρὸς τοῦτο τὸ τέλος ἀφορῶν τὰς τῶν ὄντων ὁ Θεὸς παρήγαγεν οὐσίας. Τοῦτο κυρίως ἐστὶ τὸ τῆς προνοίας καὶ τῶν προνοουμένων πέρας, καθ᾽ ὃ εἰς τὸν Θεὸν ἡ τῶν ὑπ᾽ αὐτοῦ πεποιημένων ἐστὶν ἀνακεφαλαίωσις. Τοῦτό ἐστι τὸ πάντας περιγράφον τοὺς αἰῶνας καὶ τὴν ὑπεράπειρον καὶ ἀπειράκις ἀπείρως προϋπάρχουσαν τῶν αἰώνων μεγάλην τοῦ Θεοῦ βουλὴν ἐκφαῖνον