συνεχῶς κοινωνοὺς λαμβάνειν τὰς ανω δυνάμεις τῆς εὐφημίας. Αλλος φησί· διὰ τῶν δυναστειῶν αὐτοῦ. Τί δέ ἐστιν ο λέγει· ̔Υμμνεῖτε αὐτὸν διὰ τὰς δυναστείας αὐτοῦ; διὰ τὰ θαύματα αὐτοῦ, διὰ τὴν ἰσχὺν αὐτοῦ. Πῶς δὲ δυνατὸν ἀντίῤῥοπον τοῦ πλήθους τῆς μεγαλωσύνης αὐτοῦ εἰσάγειν αινον; ἀλλ' οὐ λέγει ἀντίῤῥοπον· ἀλλ' οσον δυνατὸν ἐκτείνειν ἐννοοῦντα τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ, τοιοῦτον ὡς ἐγχωρεῖ σοι, υμνον ἀνάφερε· οιον εἰκὸς τοσούτῳ μεγάλῳ καὶ μεθ' ὑπερβολὴν μεγάλῳ ἀναφέρειν υμνον, ανθρωπον οντα. 150.3-5 Αἰνεῖτε αὐτὸν ἐν ηχῳ σάλπιγγος. Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ, καὶ κιθάρᾳ, αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χόρδαις καὶ ὀργάνῳ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνέσατο τὸν Κύριον. Εστι δὲ καὶ ἑορτὴ, ψαλτήριον δὲ καὶ κιθάρα πνεῦμα καὶ ψυχὴ νεκρωθεῖσα μέλεσι τοῖς ἐπὶ γῆς, καὶ πολλοῖς καὶ πνεύματι ἑνὶ, καὶ ψυχῇ μιᾷ, καὶ αὐτῷ νοῒ, καὶ τῇ αὐτῇ γνώμῃ· καν πολλοὶ δὲ ωσι μὴ συμφωνοῦντες, οὐκ εἰσὶ χορός. -Καὶ ὁ μὲν γλώσσαις τῶν ἀνθρώπων η τῶν ἀγγέλων λαλῶν, ἀγάπην δὲ μὴ εχων, χαλκός ἐστιν ἠχῶν η κύμ- βαλον ἀλαλάζον. ̔Ο δὲ πρὸς ταῖς εἰρημέναις γλώσσαις, ἀγάπην εχων, κύμβαλόν ἐσ- τιν ευηχον, διὰ τὴν καλὸν ἠχοῦσαν ἀγάπην, η διὰ τὴν γλῶσσαν ὑπὸ ἀγάπης τρανουμένην, μάλιστα οτε καὶ διερμηνεύει, καὶ τάχα οὐ πάντως τὸ ἀλαλάζον κύμβαλον καὶ ἀλαλαγμοῦ ἐστι· τὸ γὰρ τοῦ ἀλαλαγμοῦ τῷ κυρίῳ ἀλαλάζει, τὸ δὲ τέλος δηλοῦται διὰ τοῦ τελευταίου στίχου. Κατά τινα τῆς Γραφῆς συνήθειαν εὐκτικῶς εἰρημένον, ὡς τό· ̔Αγιασθήτω τὸ ονομά σου· ἐλθέτω ἡ βασιλεία σου, ἀντὶ τοῦ· ἁγιασθείη καὶ ελθοι. Καὶ ἐν ψαλμοῖς μυρία ἐστὶ τοιαῦτα, ὁποῖον τὸ γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα. Τοῦτο δέ φαμεν, εἰδότες καὶ ἀλλαχοῦ τηρεῖσθαι τὰ τοιαῦτα προστακτικῶς ἐν τῷ· Γενηθήτω φῶς καὶ τοῖς ὁμοίοις. ̔Ο δὲ θέλων εὐφήμως καὶ ταῦτα φάσκειν ειναι εὐκτικὰ, ἐρεῖ τοῦ σωτῆρος ειναι πρὸς τὸν Πατέρα εὐχὰς περὶ τῆς κοσμοποιΐας. ̓Αλλὰ πῶς ὑγιῶς εσται τό· Αὐτὸς ειπε, καὶ ἐγεννήθη· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθη; Τηρητέον δὲ οτι τὰ πρῶτα εἰπών· αἰνεῖτε, ὡς πρὸς ηδη δυνάμε να ποιῆσαι τὸ προστασσόμενον, τὸ τελευταῖόν φησιν αἰνέσατε· καὶ γὰρ τὰ μὲν τὸν ἐνεστῶτα σημαίνει χρόνον, τὰ δὲ τὸν μέλλοντα, εἰ καὶ ὁ καλούμενος προστακτικῶς δηλοῦται ἐκ τῶν προτέρων καὶ ὁ λεγόμενος ἀόριστος ἐκ τοῦ τελευταίου. -Κιθάρα ἐστὶ ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κι- νουμένη καὶ διὰ πάσης πράξεως αἰνοῦσα Θεόν. -Εν κύμβαλόν ἐστιν υμνος εὐκόσ- μιος τῶν ἀγγέλων, ετερον ἡ λογικὴ τῶν ἀνθρώπων φύσις, ως φησιν ὁ μέγας ἀπόστολος, οτι πᾶσα γλῶσσα ἐξομολογήσεται ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, οτι Κύριος ̓Ιησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Καὶ μέλος ἐπινίκιον ᾳσει, κυμβάλων δίκην, ὁ τούτων [αἰτῶν] τὴν ὑμνῳδίαν, τοῦ πολεμίου εἰς ἀφανισμὸν γενομένου. ̔Ως γὰρ ὁ παντελὴς ἀφανισμὸς ἀδιάλειπτος, ὁ πρὸς τὸν Θεὸν αινος εἰσαχθήσεται· ἐπειδὴ γὰρ οὐχ ὡραῖος αινος ἐν στόματι ἁμαρτωλοῦ. ̔Αμαρ- τωλὸς τότε οὐκ εσται, ἁμαρτίας οὐκ ουσης.