De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
πῶς γὰρ οὔ; {Α.} Εἴπερ οὖν ἐστι τὸ Πνεῦμα τοῦ Πατρὸς ἴδιον τοῦ Υἱοῦ, πῶς ἀγνοήσει τι τῶν ἐν Θεῷ κεκρυμμένων, ἴδιον ἔχων αὐτὸς τὸ Πνεῦμα, τὸ πάντα εἰδὸς τὰ ἐν τῷ Πατρί, καίτοι λέγοντος ἀκούω σαφῶς τοῖς ἁγίοις ἀποστόλοις, "Ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ λαλήσει 629 ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν." Ἆρά σοι σαφὲς τὸ παροισθέν ἐστι λόγιον, καὶ προσδέδορκας ὅτι Πνεῦμα μὲν ἀληθείας κατωνόμασε τὸν Παράκλητον, ἔφη γε μὴν ὡς πρόεισιν ἐκ Πατρός, ἴδια πάντα δεικνὺς ἑαυτοῦ τὰ τοῦ Πατρός; {Β.} Ἄριστα ἔφης. {Α.} Τὸ δὲ δὴ μάλιστα καταγέλαστον ἀληθῶς καὶ διεπτυσ μένην εἰκότως τῶν δι' ἐναντίας ἀποφαῖνον τὴν δόξαν οὐδὲν ἧττον ἄν τις καὶ διὰ τούτου μάθοι. Τὸ γὰρ ἀγνοεῖν οἴεσθαι τὸ οὕτω βραχὺ τὸν ἐκ Θεοῦ Πατρὸς φύντα τε καὶ ἀπαστρά ψαντα Λόγον, τὸ ἀπαύγασμα, τὴν εἰκόνα, τὸν τῆς ὑποστάσεως χαρακτῆρα λαμπρόν, τὸν ἰσοκλεᾶ καὶ ὁμόθρονον, "ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπό κρυφοι," καθὰ γέγραπται, ὅσην ἂν αὐτοῖς καὶ μάλα εἰκότως τὴν τῆς εἰσάπαν ἀβελτηρίας ἐμποιήσειε δόξαν; {Β.} Ὡς πλείστην ὅσην. {Α.} Ἀλλ' οὐδ' ἂν αὐτόν, οἶμαί που, τὸν Πατέρα καὶ Θεὸν ὑγιᾶ τὴν οἰκείαν ἀνασώσασθαι δόξαν, εἴπερ ἠγνόηκέ τι κατὰ τὸ ἀληθὲς ἡ βουλὴ καὶ ἡ σοφία αὐτοῦ. {Β.} Σύμφημι ὡς ἅπας τις οὖν ὅπερ ἂν εἰδείη τυχὸν εἴσεταί που πάντως οὐ δίχα βουλῆς καὶ σοφίας τῆς ἑαυτοῦ. {Α.} Εὖγε, ὦ φιλότης· πρέποι γὰρ ἂν οὐχ ἑτέρως ἢ ὧδε φρονεῖν τοὺς τῆς ἀληθείας ὑπασπιστάς. Παρέντες δὴ οὖν τὸ περιττοῖς ἔτι καὶ μακροῖς ἐνδιατρίβεσθαι λόγοις, ἐπ' ἐκεῖνο ἴωμεν. Ἔθος τῷ Σωτῆρι Χριστῷ τοιόνδε τι δρᾶν ἐπὶ τοῖς ἁγίοις μάλιστα μαθηταῖς· εἰ διαπυνθάνοιντό τι τῶν ὅσα ἐστὶ φιλομαθείας μὲν ἔχοντα δόξαν, ὑψηλοτέρας γε μὴν ἐρεύνης ἀπηλλαγμένα, χαρίζεσθαι τὴν ἀφήγησιν καὶ ἐξακρι βοῦν ὅτι μάλιστα πειρᾶσθαι λεπτῶς· εἰ δὲ δή τι βούλοιντο τῶν ἐπέκεινα μέτρου τοῦ κατὰ σφᾶς αὐτοὺς περιττῶς ἀναμαθεῖν, καταστέλλειν ἡσυχῆ καὶ μεταπείθειν εὖ μάλα πολυπραγμονεῖν ἑλέσθαι τὰ πρεπωδέστερα, καὶ δρᾶν ἐπὶ τούτῳ τὰ δι' ὧνπερ ἂν γένοιντο διαφανεῖς καὶ ἐκπρεπεστά την ἔχοντες τὴν ἐξ ἔργων ἀγαθῶν φαιδρότητα παρὰ Θεῷ. Ἑλομένους τοιγαροῦν οὐκ οἶδ' ὅπως τὰ ὑπὲρ μέτρον οἰκε τικὸν ἐρέσθαι τε καὶ ἀναμαθεῖν, ἠρεμεῖν ἀναπείθει, λογισμοῖς ἀναγκαίοις ἐκδυσωπῶν, ὅτι μήτε ἀγγέλοις ἀπεκάλυψεν ὁ Πατήρ, μήτε δ' ἂν αὐτῷ τῷ Υἱῷ καθίστη γνώριμον, εἴπερ τις εἴη ψιλὸς καὶ κατ' αὐτοὺς ἄνθρωπος ἐπὶ γῆς, καὶ οὐκ ἔχων φύσει τὸ εἶναι Θεός. Ἐγκειμένοις δέ που καὶ ἐνεστη κόσιν εἰς τὸ δεῖν ἀναμαθεῖν, οἱονεί πως ἤδη καὶ ἐπιτιμᾷ 630 λέγων· "Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσία, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες, ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς." Ὁρᾷς ὅπως ἥκιστα μὲν δεῖν πολυπραγμονεῖν ἐπιτάττει τὰ ὑπὲρ σφᾶς αὐτούς, μετακομίζει δὲ ὥσπερ ἐπὶ τὸ ἐν χερσί τε καὶ πρεπωδέστερον; ∆ρᾶν γὰρ τοῦτο ἔθος αὐτῷ· καὶ γοῦν τὸν ἐκ γενετῆς τυφλὸν προσεκόμιζόν ποτε τῶν ἱερῶν ἀρτίως ἐκθέοντι περιβόλων οἱ θεσπέσιοι μαθηταί· εἶτα δόξαις Ἰουδαϊκαῖς κατακολουθοῦντες ἔτι, φιλομαθείας ὑπό θεσιν ἐποιοῦντο τὸν ἄρρωστον καὶ δὴ καὶ ἔφασκον, "Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;" Ἐπειδὴ δὲ κριμάτων ἥπτοντο θείων, καὶ τὸ οὕτως ἀστιβὲς καὶ δυσέφικτον ἀνθρώποις κατατρανοῦσθαι σφίσιν αὐτοῖς καὶ πέρα τοῦ πρέποντος ἰόντες ἐξελιπάρουν, μεθίστη πάλιν αὐτοὺς ἐπὶ τὸ φρονεῖν ἑλέσθαι τὰ οἰκετικά, καὶ τῆς ὑπὲρ ἄνθρωπον γνώσεως ἀπεσόβει, καὶ φιλεργίας ἔχεσθαι μᾶλλον καὶ ἀγαθῶν σπουδασμάτων μετεπαίδευσε λέγων, "Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντος ἡμᾶς ἕως ἡμέρα ἐστίν· ἔρχεται νύξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι."