141
μυστήριον, ἧς γέγονεν ἄγγελος αὐτὸς ὁ κατ᾽ οὐσίαν τοῦ Θεοῦ Λόγος, γενόμενος ἄνθρωπος καὶ αὐτόν, εἰ θέμις εἰπεῖν, τὸν ἐνδότατον πυθμένα τῆς πατρικῆς ἀγαθότητος φανερὸν καταστήσας καὶ τὸ τέλος ἐν ἑαυτῷ δείξας, δι᾽ ὃ τὴν πρὸς τὸ εἶναι σαφῶς ἀρχὴν ἔλαβον τὰ πεποιημένα. ∆ιὰ γὰρ τὸν Χριστόν, ἤγουν τὸ κατὰ Χριστὸν μυστήριον, πάντες οἱ αἰῶνες καὶ τὰ ἐν αὐτοῖς τοῖς αἰῶσιν ἐν Χριστῷ τὴν ἀρχὴν τοῦ εἶναι καὶ τὸ τέλος εἰλήφασιν. Ἕνωσις γὰρ προεπενοήθη τῶν αἰώνων ὅρου καὶ ἀοριστίας(1), καὶ μέτρου καὶ ἀμετρίας, καὶ πέρατος καὶ ἀπειρίας, καὶ κτίστου καὶ κτίσεως, καὶ στάσεως (14Γ_190> καὶ κινήσεως· ἥτις ἐν Χριστῷ ἐπ᾽ ἐσχάτων τῶν χρόνων φανερωθεῖσα γέγονεν, πλήρωσιν δοῦσα τῇ προγνώσει τοῦ Θεοῦ δι᾽ ἑαυτῆς, ἵνα περὶ τὸ πάντῃ κατ᾽ οὐσίαν ἀκίνητον στῇ τὰ κατὰ φύσιν κινούμενα, τῆς πρός τε ἑαυτὰ καὶ πρὸς ἄλληλα παντελῶς ἐκβεβηκότα κινήσεως, καὶ λάβῃ τῇ πείρᾳ τὴν κατ᾽ ἐνέργειαν γνῶσιν τοῦ ἐν ᾧ στῆναι κατηξιώθησαν ἀναλλοίωτον καὶ ὡσαύτως ἔχουσαν τὴν τοῦ γνωσθέντος αὐτοῖς παρεχομένην ἀπόλαυσιν.
∆ιττὴν γὰρ οἶδε τὴν τῶν θείων γνῶσιν ὁ λόγος(2)· τὴν μὲν σχετικήν, ὡς ἐν λόγῳ μόνῳ κειμένην καὶ νοήμασιν, καὶ τὴν κατ᾽ ἐνέργειαν τοῦ γνωσθέντος διὰ πείρας οὐκ ἔχουσαν αἴσθησιν, δι᾽ ἦς κατὰ τὴν παροῦσαν ζωὴν οἰκονομούμεθα, τὴν δὲ κυρίως ἀληθινὴν ἐν μόνῃ τῇ πείρᾳ κατ᾽ ἐνέργειαν δίχα λόγου καὶ νοημάτων ὅλην τοῦ γνωσθέντος κατὰ χάριν μεθέξει παρεχομένην τὴν αἴσθησιν, δι᾽ ἦς κατὰ τὴν μέλλουσαν λῆξιν τὴν ὑπὲρ φύσιν ὑποδεχόμεθα θέωσιν ἀπαύστως ἐνεργουμένην. Καὶ τὴν μὲν σχετικήν, ὡς ἐν λόγῳ κειμένην καὶ τοῖς νοήμασι, κινητικὴν εἶναί φασι τῆς πρὸς τὴν μεθέξει κατ᾽ ἐνέργειαν γνῶσιν ἐφέσεως(3), τὴν δὲ κατ᾽ ἐνέργειαν διὰ τῆς πείρας μεθέξει παρεχομένην τοῦ γνωσθέντος τὴν αἴσθησιν ἀφαιρετικὴν εἶναι τῆς ἐν λόγῳ κειμένης καὶ νοήμασι γνώσεως.
Ἀμήχανον γὰρ εἶναί φασιν οἱ σοφοὶ συνυπάρχειν τῇ πείρᾳ τοῦ Θεοῦ τὸν περὶ Θεοῦ λόγον, ἢ τῇ αἰσθήσει τοῦ Θεοῦ τὴν περὶ αὐτοῦ νόησιν. Λόγον δὲ περὶ Θεοῦ φημὶ τὴν ἐκ τῶν ὄντων ἀναλογίαν τῆς περὶ αὐτοῦ γνωστικῆς θεωρίας, αἴσθησιν δὲ τὴν ἐν τῇ μεθέξει πεῖραν τῶν ὑπὲρ φύσιν ἀγαθῶν(4), νόησιν δὲ τὴν ἐκ τῶν ὄντων περὶ αὐτοῦ ἁπλῆν καὶ ἑνιαίαν γνῶσιν. Τάχα δὲ καὶ ἐπ᾽ ἄλλου παντὸς τοῦτο γνωρίζεται, εἴπερ ἡ τοῦδε τοῦ πράγματος πεῖρα τὸν περὶ αὐτοῦ καταπαύει λόγον καὶ ἡ τοῦδε τοῦ πράγματος αἴσθησις τὴν περὶ αὐτοῦ σχολάζουσαν ἐργάζεται (14Γ_192> νόησιν. Πεῖραν δὲ λέγω αὐτὴν τὴν κατ᾽ ἐνέργειαν γνῶσιν τὴν μετὰ πάντα λόγον ἐπιγινομένην, αἴσθησιν δὲ αὐτὴν τοῦ γνωσθέντος τὴν μέθεξιν τὴν μετὰ πᾶσαν νόησιν ἐκφαινομένην. Καὶ τοῦτο τυχὸν μυστικῶς διδάσκων ὁ μέγας ἀπόστολός φησιν· εἴτε προφητεῖαι, παύσονται, εἴτε γνώσεις, καταργηθήσονται, περὶ τῆς ἐν λόγῳ κειμένης καὶ νοήμασι γνώσεως δηλονότι φάσκων.
Τοῦτο τὸ μυστήριον προεγνώσθη πρὸ πάντων τῶν αἰώνων μόνῳ τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, τῷ μὲν κατ᾽ εὐδοκίαν, τῷ δὲ κατ᾽ αὐτουργίαν, τῷ δὲ κατὰ συνεργίαν· μία γὰρ ἡ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος γνῶσις, ὅτι καὶ μία οὐσία καὶ δύναμις. Οὐ γὰρ ἠγνόει τοῦ Υἱοῦ τὴν σάρκωσιν ὁ Πατὴρ ἢ τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι ἐν ὅλῳ τῷ Υἱῷ τὸ μυστήριον αὐτουργοῦντι τῆς ἡμῶν σωτηρίας διὰ σαρκώσεως ὅλος κατ᾽ οὐσίαν ὁ Πατήρ, οὐ σαρκούμενος ἀλλ᾽ εὐδοκῶν τοῦ Υἱοῦ τὴν σάρκωσιν, καὶ ὅλον ἐν ὅλῳ τῷ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον κατ᾽ οὐσίαν ὑπῆρχεν, οὐ σαρκούμενον ἀλλὰ συνεργοῦν τῷ Υἱῷ τὴν δι᾽ ἡμᾶς ἀπόρρητον σάρκωσιν.
Εἴτε οὖν Χριστὸν εἴποι τις εἴτε μυστήριον τοῦ Χριστοῦ, τούτου τὴν πρόγνωσιν μόνη κατ᾽ οὐσίαν ἔχει ἡ ἁγία Τριάς, Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα ἅγιον. Καὶ μηδεὶς διαπορήσῃ πῶς ὁ Χριστός, εἷς ὢν τῆς ἁγίας Τριάδος, ὑπ᾽ αὐτῆς προγινώσκεται, γινώσκων ὅτι οὐχ ὡς Θεὸς ὁ Χριστὸς προεγνώσθη, ἀλλ᾽ ὡς ἄνθρωπος, ἤγουν ἡ κατ᾽ οἰκονομίαν αὐτοῦ διὰ τὸν ἄνθρωπον σάρκωσις. Τὸ γὰρ ἀεὶ ὂν ἐκ τοῦ ἀεὶ ὄντος ὑπὲρ αἰτίαν καὶ λόγον οὐδέποτε προγινώσκεται· ἡ γὰρ