τρέχουσα τῆς ὁδοῦ τῶν ἐντολῶν τοῦ Θεοῦ. Οὕτω μὲν ἡ πλατεῖα καὶ εὐρύχωρος ὁδὸς ἀπάγει ἐπὶ τὴν ἀπώλειαν, ἡ δὲ στενὴ καρδία, καὶ μὴ χωροῦσα ἐν ἑαυτῇ μονὴν Πα τρὸς καὶ Υἱοῦ χωρίζει ἀπὸ Θεοῦ διὰ τὴν στενοχω ρίαν τὸν τοιαύτην τῇ ἑαυτοῦ κακίᾳ πεποιηκότα. Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιω μάτων σου, καὶ ἐκζητήσω αὐτὴν διὰ παντὸς, κ. τ. ἑ. Τὸ μὲν γὰρ παρὰ τοῦ Θεοῦ αἰτεῖται, τὸ δὲ ἐπαγγέλλεται ἐξ ἑαυτοῦ συνεισφέρειν. Σὺ μὲν γὰρ, φησὶν, ὦ Κύριε, νομοθέτησόν μοι τὴν ὁδὸν τῶν δι 12.1596 καιωμάτων σου· ἐγὼ δὲ τὸν τῆς ζωῆς μου ἅπαντα χρόνον ἐπιδώσω εἰς ἀναζήτησιν αὐτῆς. Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου, κ. τ. ἑ. Συνέσεως χρῄζομεν πρὸς τὸ νοῆσαι τὸν νόμον· οὐκ ἔστι γὰρ σαφὴς ἢ εὐκαταφρόνητος· δεῖται δὲ Θεοῦ συνεργείας καὶ τῆς ἡμετέρας σπουδῆς, ὡς ἐξ αὐτοῦ λαβεῖν τήν τε χρῆσιν καὶ τὴν κατάληψιν τῶν τε πρακτικῶν καὶ θεωρητικῶν· οὕτω γὰρ μηδὲν ἐν δοιάζων, ἐν ὅλῃ καρδίᾳ φυλάξω αὐτόν. Εἰ δὲ ἡ ἔρευνα δεῖται συνέσεως, πόσῳ μᾶλλον, ἵνα τις εὕρῃ τὸ τέλος; Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δι καιοσύνῃ σου ζῆσόν με, κ. τ. ἑ. Ἀμοιβὴν αἰτεῖ τὴν δικαίαν ζωὴν καὶ κατ' ἀρετὴν, οὐ μόνον ὡς φυλάξας τὰς ἐντολὰς, ἀλλὰ καὶ ὡς ἐρωτικῶς περὶ αὐτὰς διακείμενος· καὶ οὐκ ἄλλου χάριν, ἀλλ' αὐτὰς καὶ δι' αὐτὰς ἐκτελῶν· καὶ ἐπεὶ δικαιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, ὁ ἐν Υἱῷ ζῆσαι βουλόμενος τοῦτό φησι. Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον, ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου, κ. τ. ἑ. Ἐρῶ γὰρ, ὡς οὐκ ἄξιον ὀνειδίζεσθαι τὸν τοιαῦτα δόγματα ἔχοντα. Ἅτινα γελῶσιν οἱ τῆς πίστεως ἀλλότριοι ὡς μωρὰ, συνέσεως δὲ ἐγὼ ἀποδείξω καὶ σοφίας πε πληρωμένα. Ἀποκριθήσομαι δὲ λόγον, ἐπεὶ εἰς τοὺς λόγους σου ἐπήλπισα. Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας, κ. τ. ἑ. Καὶ μὴ περιέλῃς ἐκ τῆς καρδίας μου γνῶσιν ἀληθῆ. Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντο λάς σου ἐξεζήτησα, κ. τ. ἑ. Πορεύεται ἐν πλατυ σμῷ, κἂν θλίβηται, ὁ λέγων· «Ἐν θλίψει ἐπλάτυνάς μοι·» καὶ πάλιν· «Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι·» ἔχει γὰρ τὴν ἀπὸ τοῦ λόγου γε νομένην εὐρυχωρίαν, ἥν τις ἁμαρτάνων οὐκ ἔχει. ∆ιό φησι Κορινθίοις ὁ Παῦλος περὶ μὲν ἑαυτοῦ, ὅτι «Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν·» περὶ δὲ ἐκείνων, ὅτι, «Στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑμῶν.» Τὰ γὰρ κατὰ κακίαν ἔργα τὸν φαῦλον στενοχωρεῖ αὐτὸν ἐν αὐτῷ. Τοῦ αὐτοῦ. Ἡ πρὸς Θεὸν ἀγάπη ταῖς ψυχαῖς τῶν ἀνθρώπων εὐρυχωρίαν ἐργάζεται. Ἡ ἀγάπη γὰρ, φησὶν, οὐ στενοχωρεῖται. Ἡ ἀγάπη δὲ πρὸς τὸν Θεὸν ἡ τῶν ἐντολῶν αὐτοῦ ζήτησις καὶ κατόρθωσις· φησὶ γὰρ ὁ Κύριος· «Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντο λάς μου τηρήσατε·» ὥστε δικαίως ὁ τὰς ἐντολὰς τοῦ Θεοῦ ζητῶν ἐν πλατυσμῷ πορεύεται, τουτέστιν ἐν εὐρυχωρίᾳ πολιτεύεται· ἐπειδὴ ὁ ἀγαπῶν τὸν Κύριον πάντα στέγει, πάντα ὑπομένει, καὶ οὐδεμίαν εἰκότως στενοχωρίαν ὑφίσταται. Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην, κ. τ. ἑ. Καὶ ὁ Παῦλός φησιν· «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέ λιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.» Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου αἷς ἠγά 12.1597 πησα, κ. τ. ἑ. Τέλος τῶν ἐντολῶν τῆς μελέτης τοῦ Θεοῦ ἐστιν ἡ κατὰ τὰς ἐντολὰς ἐνέργεια. Καὶ καλῶς προστετάχθαι φαίνεται τὸ, «Ἐμελέτων ἐν ταῖς ἐντο λαῖς σου αἷς ἠγάπησα.» Μετὰ γὰρ τὴν μελέτην καὶ ἀνάληψιν τοῦ τῶν ἐντολῶν λόγου, καλὸν τὸ ἐπᾶραι τὰς χεῖρας ἐπὶ τὰς κατὰ τὰς ἐντολὰς πράξεις, δίχα τοῦ ἐκ λύπης ἢ ἐξ ἀνάγκης τὸ ἔργον ἀποδιδόναι τῶν ἐντολῶν. Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου ὧν ἐπήλπισάς με, κ. τ. ἑ. Καὶ ποῖος ὁ λόγος, οὗ μνη σθῆναι αὐτὸν ἀξιοῖ, ἢ τὸ εἶναι μετ' αὐτῶν, καθ' ἢν δέδωκεν αὐτοῖς ἐπαγγελίαν, ἥτις καὶ παράκλησις αὐτοῖς ἐν τοῖς διωγμοῖς ἐγένετο; Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με, κ. τ. ἑ. Πάνυ ἡ ἐλπὶς πέφυκεν ἐν τοῖς πειρασμοῖς παρακαλεῖν τὴν ψυχὴν προσδοκίαν ἀγαθῶν παρέχουσα. Τοῦ αὐτοῦ. Μόνον, φησὶν, ἱκανὸν ἡμᾶς ἐν ταῖς κακώσεσι παραμυθεῖσθαι τὸ ζωῆς ἀληθινῆς ἔχειν ἐπαγγελίαν. Ταῦτ' οὖν ἡμῖν ἐπιτέλεσον. Εἰ