1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

142

Κωνσταντινούπολιν μετῴκιζεν ὁ κρατῶν. Ἦσαν δ' αὐτοῖς καὶ εἰς ὑπηρετῶν τάξιν οἱ πανταχόθεν προσελῶντες, ὡς εἴ τις εἴποι νηῶν εἰς τὸ πρόσθεν ἐλάται, οὓς πανταχοῦ τῶν κατ' αἰγιαλοὺς χωρῶν, καλούς τε καὶ πλείστους, ἀπέταξεν ὁ κρατῶν· οὐ γὰρ ἦν ἀσφαλῶς κατέχειν τὴν πόλιν τοὺς Ῥωμαίους, ὡς αὐτὸς ἔλεγε, μὴ τὸ πᾶν θαλασσο κρατοῦντας.

κζʹ. Ὅπως καὶ ὁπόσαις δυνάμεσι στρατηγοῦντος τοῦ δεσπότου καὶ ἐπὶ τοῖς δυτικοῖς συχνάκις ἐπιχωριάζοντος, τὰ ἀνατολικὰ ἀπώλοντο. Τῶν δὲ κατὰ γῆν ὁ δεσπότης Ἰωάννης ἐξηγούμενος πολλοὺς καὶ μεγάλους εἶχεν ὑφ' αὑτῷ στρατηγούς· τὸ δὲ στρατιωτικὸν ἐν ἀλλαγίοις, ὡς αὐτοὶ φαῖεν ἂν οἱ ἐπὶ τῶν ταγμάτων κοινολογούμενοι, πλείστοις συνίστατο. Ἦν γὰρ τὸ Παφλαγονικόν, πολύ τε καὶ μέγιστον· ἦν δ' ἐξ Ἁλιζώνων πλεῖστον καὶ τὰ ἐς πόλεμον ἀγαθόν, οὓς καὶ Μεσοθινίτας ὁ κοινὸς εἴποι λόγος. Ἦσαν ἔνθεν μὲν Θρᾷκες, ἐκεῖθεν δὲ Φρύγες, ἔνθεν μὲν Μακεδόνες, ἐκεῖθεν δὲ Μυσοί, καὶ Κᾶρες ἄλλοι, καὶ πολὺ τὸ ἐκ Μαγεδῶνος καί γε τὸ Σκυθικὸν προσῆν, καὶ τὸ ξενικὸν Ἰταλικὸν πλεῖστον ἄλλο. Καὶ ἁπλῶς φάναι, τὸ ὅλον ἐν ἀνυποστάτῳ δυνάμει συνεκροτεῖτο, οὓς κινῶν ὁ δεσπότης φοβερὸς ἦν, ὅπῃπερ ἐπισταίη, καὶ μᾶλλον τοῖς δυτικοῖς. Παρ' ἣν αἰτίαν καὶ τὰ τῆς ἀνατολῆς ἐξησθένουν, τῶν Περσῶν ἐπιθαρρούν των καὶ εἰσβαλλόντων ταῖς χώραις παρὰ πᾶσαν τοῦ κωλύσοντος ἐρημίαν. Ὅθεν καὶ Μαίανδρος μὲν ἐξῳκεῖτο, οὐκ ἀνδρῶν μόνων τῶν ἐν πλείσταις τε καὶ μεγίσταις χώραις, ἀλλὰ καὶ αὐτῶν μοναχῶν· ἄλλη γὰρ Παλαιστίνη ὁ χῶρος ὁ περὶ Μαίανδρον ἦν, οὐ βοσκημάτων καὶ μόνον ἀγέλας αὐξῆσαι καὶ ποίμνια, οὐδ' ἀνδρῶν φορὰν ἐνεγκεῖν ἀγαθός, ἀλλὰ καὶ μοναχῶν οὐρανοπολιτῶν ἐπιγείων συστῆσαι πληθύας ἄριστος, παρὰ τοσοῦτον ἐπ' ἄλλοις τὰ πρωτεῖα φέρων πρὸς Παλαιστίνην παρ' ὅσον ἑνὶ καὶ μεγίστῳ ἡττᾶτο, τῷ τὰς διατριβὰς ἐκεῖσε γενέσθαι τοῦ ἐμοῦ Χριστοῦ καὶ Θεοῦ. Καὶ οὕτω μὲν κατ' ὀλίγον Μαίανδρος ἠρημοῦτο, εἰσχωρούντων ἐνδοτέρω τῶν ἐκεῖσε διὰ τὴν τῶν ἐθνῶν ἐπίθεσιν, ἅπας δὲ Ζυγὸς ἐκεῖνος τῶν 405 Νεοκάστρων, Ἄβαλά τε καὶ Καΰστρου χῶραι καὶ Μαγεδὼν καὶ ἡ περί πυστος Καρία πᾶσα τοῖς ἐχθροῖς κατετρέχοντο· ἐῶ λέγειν Τραχεῖαν καὶ Στάδια, Στρόβιλόν τε καὶ τὰ ἀντίπεραν Ῥόδου· ἃ χθὲς καὶ πρώην ὑπὸ Ῥωμαίους τελοῦντα ἐχθρῶν ἐν ὀλίγῳ χρόνῳ ἐγένοντο ὁρμητήρια. Τὰ δὲ πρὸς θατέρᾳ θαλάσσῃ φῦλα, ἵνα μὴ τὰ μέσα λέγω, ὅσα τε ἐν Μαρυανδηνοῖς τε καὶ Μόσυσι καὶ ὅσα ἐν τοῖς μεγαθύμοις Ἑνετοῖς ὄντα τῇ Ῥωμαίων ὑπήκουον, σὺν οἷς καὶ ἔτι τὰ ἔνδον μέχρι Σαγγάρεως, ἐπὶ τοσοῦτον ἠφάνιστο ὥστε καὶ Μαρυανδηνοῦ θρηνητῆρος χρῄζειν ἀξίως τἀκεῖ θρηνήσοντος. Τῶν γὰρ δυνάμεων, πολλῶν τε καὶ θαυμαστῶν οὐσῶν, συγκα τατριβομένων τοῖς δυτικοῖς καὶ κατ' ὀλίγον δαπανωμένων, τοῖς κατ' ἀνατολὴν τοσοῦτον ὁ κίνδυνος περιέστη ὥστε μηδ' εἰς αὐτὴν Ἡράκλειαν τὴν τοῦ Πόντου βαδίζειν εἶναι πεζῇ τοὺς ὁρμωμένους ἐκ πόλεως, τῶν ἐκεῖσε ὁρίων τῷ Σαγγάρει περικλεισθέντων καὶ τῶν πέραν πάντων λείας γεγονότων οὐ Μυσῶν, ἀλλά γε Περσῶν. Μόνα δὲ τὰ πρὸς θάλασσαν φρούρια κατε λείφθησαν, τὰ περί τε Κρῶμναν καὶ Ἄμαστριν καὶ Τῖον καὶ Ἡράκλειαν, τόπων ὀνόματα μόνα σῴζοντα· ἃ δή, εἰ μὴ τῇ θαλάσσῃ προσεχρῶντο, καὶ ταῦτα τῶν χωρῶν κατεχομένων τοῖς Πέρσαις, πάλαι ἂν ταῖς χώραις καὶ αὐτὰ συναπώλοντο. Ἓν δὲ τὸ συντελέσαν τῇ τούτων ἀπωλείᾳ καὶ τῶν ἄλλων μέγιστον, ὡς αὐτὸς ὁ βασιλεὺς ὕστερον ἔλεγεν, ὅτε, μικρὸν πρὸ θανάτου πατῶν τὸν τόπον, ἑώρα, σὺν οὐκ ὀλίγῳ καὶ ταῦτα στρατῷ, καὶ τὰ πλεῖστα κατῳκτίζετο, ἡ τῶν πεμπομένων ἐκεῖσε ταξιαρχῶν γλισχρότης τε καὶ φειδωλία καὶ ἡ ἐπὶ τῷ λαμβάνειν σπουδή, οὐ περιοριζομένη μέτρῳ καὶ κόρῳ, καὶ ἡ ἐκεῖθεν πρὸς τὸν κρατοῦντα ψευδολογία, μηδὲν ἐκστρατεύ οντα, ὡς ὀλίγιστόν τι ἀπώλετο, ὡς ἐπὶ μικροῖς ἡ ζημία, ὡς τὸ πᾶν ἐπὶ 407 κεφαλαίοις ἵσταται καὶ τὸ ἀφαιρεθὲν σπουδῆς ὀλίγης ἀνακαλεῖσθαι, καὶ τἆλλα οἷς συνεχέσι, ποτίμοις μὲν τῷ φαινομένῳ, ἁλμυροῖς δὲ τῇ ἀληθείᾳ, τὰς βασιλικὰς ἀκοὰς περιήντλουν καὶ