γὰρ ἐν τῇ ζωῇ ταύτῃ μόνον ἐν Χριστῷ ἠλπικότες ἐσμὲν, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμὲν, ὅτι κακούμεθα νῦν καὶ οὐκ ἐπ' ἐλπίδι μελλούσης ζωῆς. Ζωὴ δὲ ἡ μέλλουσά ἐστιν ἀναζώωσις, καθὸ τὴν ψυχὴν ἰδίαν ζωὴν, οὐδὲ ἀληθῆ εἶναι μανθάνομεν· εἴπερ οὐκ ἄν θρωπος ἡ ψυχή. Εἰ γὰρ ἐν τῇ καθ' ἑαυτὴν ζωῇ τὸ ἀληθὲς εἶχε τοῦ ζῇν, οὐκ ἂν ἀναζωώσεως ὁ τεθνη κὼς ἐδεῖτο· διὸ καὶ ὁ Κύριος τοὺς τεθνεῶτας Θεῷ ζῇν εἶπεν, ὡς οὔπω τὸ ζῇν ἔχοντας, πλὴν ὅσον ἐν δυνάμει Θεοῦ τοῦ ζωοποιήσαντος, καὶ ἀπολωλέναι φησὶν αὐτοὺς, εἰ μὴ τῆς ἀναστάσεως τύχοιεν. Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα, κ. τ. ἑ. Ἐν αὐτῷ γὰρ ἐπολιτευόμην τηρῶν τὸ ἡγεμονικόν μου, ἵνα μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ μου ἀνόμημα· ἐκείνων γὰρ λίαν παρανομούντων, οὐδὲ κατὰ μικρὸν ἐγὼ τὸν νόμον παρέβαινον. Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκα ταλιμπανόντων τὸν νόμον σου, κ. τ. ἑ. Ἐπὶ τῶν ἁμαρτωλῶν οἱ μὲν ἀνόμως ἁμαρτάνουσι, τῷ μηδὲ τὴν ἀρχὴν πειραθῆναι νόμων· οἱ δὲ ἐν νόμῳ, τῷ παραβαίνειν αὐτόν. Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου, ἐν τόπῳ παροικίας μου, κ. τ. ἑ. Τόπον παροικίας τὸν παρ όντα βίον φησὶ, κατὰ τὸ, «Ὁμολογήσαντες, ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.» Ψάλλων οὖν τὰ δικαιώματά σου ηὐφραινόμην, καὶ ἡ ἐπιθυμία τῆς ἐντολῆς οὐδὲ τῷ ὕπνῳ χώραν ἐδίδου. Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, κ. τ. ἑ. Παντὶ μὲν καιρῷ χρῄζομεν τῆς μνήμης τῶν λογίων τοῦ Θεοῦ, μάλιστα δὲ ὅτε σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοί με καλύπτουσιν, ὅτε εἰσέρχεται ἡ ἀκάθαρτος ἐπιθυμία, καὶ ταράσσει τὸ ἡγεμονικόν. Τότε γὰρ 12.1600 ἀναγκαῖόν ἐστι μεμνῆσθαι τῶν λογίων τοῦ Θεοῦ, ἵνα φυλάξωμεν τὸν νόμον τοῦ Θεοῦ τὸν περὶ σωφρο σύνης. Αὕτη ἐγενήθη μοι, κ. τ. ἑ. Τὴν Γραφὴν λέγει τὴν θεόπνευστον. Αὕτη γὰρ τῷ δικαίῳ οὐ λέγεται μό νον, ἀλλὰ καὶ γίνεται, ἐπειδὴ τῇ μελέτῃ προστίθησι τὴν κατόρθωσιν· ὅθεν αὐτοῦ καὶ ἐκζητεῖν τὰ δικαιώ ματα λέγεται, ὡς μὴ παρέργως αὐτὰ μελετῶν. Τοι γαροῦν οἱ λοιποὶ τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ «ἐξεζή τησα» διετήρησα γράφουσιν. Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου, κ. τ. ἑ. Ὥσπερ ἐστὶ μερὶς ἡ ἀφροσύνη τοῦ ἄφρονος, οὕτω καὶ τοῦ φρονίμου ἡ φρόνησις, καὶ τοῦ δικαίου ἡ δικαιοσύνη. Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου, ἐλέησόν με κατὰ τὸ λόγιόν σου, κ. τ. ἑ. Πρόσωπον Θεοῦ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, ὡς πολλάκις εἴρηται. Ὁ τοίνυν ὅλῃ τῇ καρδίᾳ ἐφιέ μενος τοῦ Κυρίου, ὅπως καθαρᾷ αὐτῇ γενομένῃ θεω ροίη αὐτὸν, καὶ ἐκ τοῦ ἀτενίζειν αὐτοῦ ἐλεηθῇ, κατὰ τὸν λόγον τῆς διδασκαλίας εἴποι ἂν τὰ συγκείμενα ῥητά. Ὅρα δὲ πηλίκος ἐστὶν ὁ ὀψόμενος τὸ πρόσω πον τοῦ Θεοῦ· Ἰησοῦς σε διδαξάτω λέγων· «Μακά ριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» ∆ιελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου, κ. τ. ἑ. Ὃ λέγει τοιοῦτόν ἐστιν· Οὐδέποτε προπετῶς ἐλάλησα, μὴ λογισάμενος πρῶτον, εἰ λαλητέον μοί ἐστιν, ἢ σιωπητέον. Οὐδέποτε προπετῶς τι ἔπραξα, μὴ λογι σάμενος, εἰ καθήκουσά ἐστιν ἡ πρᾶξις· αἱ γὰρ ὁδοὶ ἡμῶν ἐν διαλογισμοῖς εἰσι καὶ ἐν πράξεσι. Φησὶν οὖν· Πάντα περιεσκεμμένως ἐποίησα, καὶ διὰ τοῦτο ἐπέστρεψα ὁδεύων τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου, ἵνα μὴ ἔξωθεν τῶν μαρτυρίων τοῦ Θεοῦ ὁδεύω, πᾶσαν τὴν ἐμὴν γνώμην εἰς τὰς σὰς ἀναθεὶς ἐντολάς. Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην τοῦ φυλάξα σθαι τὰς ἐντολάς σου, κ. τ. ἑ. Ἡ ἀπάθεια πέφυκε τὴν καρδίαν ἀτάραχον διαφυλάττειν, ἥτις ἡμῖν προσ γίνεται ἐκ πολιτείας ὀρθῆς καὶ δογμάτων ἀληθινῶν. Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην, κ. τ. ἑ. Σχοινία τὰ ἐπάλληλα καὶ τὰ συμπεπλεγμένα ἁμαρτήματα λέγεται. Οἱ γὰρ ἁμαρτίαν προθέμενοι πλέκειν δι' αὐτὴν καὶ ἄλλην ἀναγκάζονται· ὥσπερ ὁ ∆αυῒδ διὰ τὴν πορνείαν καὶ τὸν φόνον προσέθηκεν· ὁ Κάϊν διὰ τὴν ἀδελφοκτονίαν ἐπισυνῆψε τὸ ψεῦδος. Ἀλλ' οὐδὲ τούτων περιπλακέντων αὐτῷ τοῦ Θεοῦ νόμου φησὶν ἐπιλανθάνεσθαι πάντως· ὅτι, πρὸς μετάνοιαν ἰδὼν καὶ ἐπιστρέψας, τὸ σχοινίον τῆς ἁμαρτίας ἔῤῥηξεν. Μεσονύκτιον