De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
αὐτῷ τὴν ἐπὶ τῷδε δοκεῖν, πῶς οὐχ ἕωλον παντελῶς, καίτοι πλείστων ὅσων ἡμῖν, καὶ εἰ τελοῖεν ἐν κτίσμασι, τὸ μονοειδὲς ἐχόντων ἐφ' ἑαυτοῖς; Εἷς γὰρ ἥλιος, καὶ μία σελήνη· γῆ δὲ οὐχ ἑτέρα παρὰ τὴν οὖσαν· μία δὲ αὖ καὶ ἡ παντὸς ὕδατος φύσις, τὸ μονοειδὲς ἀποσῴ ζουσα, κἂν εἰ ταῖς ποιότησιν ἕποιτο τὸ παρηλλάχθαι δοκεῖν. Ἀμαθίας οὖν ἄρα καὶ μειρακιώδους ἐπίκλημα φρενὸς τὸ καταχρυσοῦν οἴεσθαί τινας καὶ ταῖς εἰς λῆξιν εὐκλείαις στεφανοῦν ταῖς οὕτω ψυχραῖς εὑρεσιλογίαις τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τοῖς τῆς κτίσεως μέτροις ἐγκατακλείειν ἀπο τολμᾶν, οὐκ ἀσυγκρίτοις ὑπεροχαῖς διεσχοινισμένον καὶ 633 ἀνεστηκὸς αὐτῆς, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ, καὶ μὴν καὶ ὁ Υἱός, ἀλλ' εἰς ὀκλάζουσάν τε καὶ ὑφιζάνουσαν φύσιν, καὶ τόπον οὐδένα παντελῶς ἔν γε τοῖς οὖσιν εὑρίσκουσαν ἀνοσίως ἐκβεβιασμένον. {Β.} Τί οὖν εἰ λέγοιεν· Ποῦ Θεὸς ὠνόμασται τὸ Πνεῦμα τὸ ἅγιον; {Α.} Εἴρηται δὲ ὅποι καὶ ὑπὸ τοῦ, λέγε, τοῖς πεποιημένοις ὁμογενές, τὸ Πατρὶ καὶ Υἱῷ συντεταγμένον καὶ συναριθμού μενον, καὶ εἰς πίστιν τῆς μιᾶς καὶ ὑπὲρ πάντα θεότητος συνεισδεδειγμένον; Ἢ οὐχ ὧδε μυσταγωγεῖν τοῖς ἁγίοις ἀποστόλοις κεκέλευκεν ὁ Σωτήρ; "Πορευθέντες γάρ, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος." Τοιγάρτοι καὶ ὁ μακάριος Παῦλος τῶν πεπιστευκότων ἤρετό τινας· "Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες;" Ἀποφησάντων δὲ τοῦτο ἐκείνων καὶ ἀναφανδὸν εἰρηκότων· "Ἀλλ' οὐδ' εἰ Πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν," ἐπετίμα λέγων· "Εἰς τί οὖν ἐβαπτίσθητε;" οὐκ ἐν καλῷ γενέσθαι τὴν πίστιν εἰδώς, οὔτε μὴν ἀρτίως ἔχειν δύνασθαί ποτε, εἰ μὴ πράττοιτο τελείως εἰς Θεὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τὴν ὁμολογίαν ἐκφέρουσα. Οὕτω παρέδοσαν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου· οὕτως ἡμᾶς πεπαιδαγωγή κασιν οἱ Πατέρες, καὶ σοφῶν εἰδέναι τὸ γεγραμμένον· "Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου."- "Εἷς οὖν Κύριος, μία πίστις, ἓν βάπτισμα," κατὰ τὰς Γραφάς. Βεβαπτίσμεθα γὰρ εἰς θεότητά τε καὶ κυριότητα μίαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὐχ ὡς εἰς πολύθεον ἀριθμόν, οὔτε μὴν ὡς κτίσει λατρεύοντες, ἢ γέγονεν ἡμῖν τὸ τῆς ἀληθοῦς παροιμίας, "Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα·" καὶ, "ὗς λουσαμένη εἰς κύλισμα βορβόρου." Οἱ γὰρ τοῦ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίστην ἐξῃρημένοι, διὰ πίστεως δὲ δηλονότι τῆς εἰς ἕνα τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν, αὔχημά τε ποιούμενοι καὶ σωτηρίας ἐλπίδα τὸ τὴν ἀρχαίαν καὶ βέβηλον ἀποθέσθαι πλάνησιν, εἰ μὴ τοῖς τῆς ἀληθοῦς θεότητος θώκοις οὐσιωδῶς ἐμπρέπειν ὁμολογοῦμεν τὸ Πνεῦμα, ποῖ ποτε ἄρα καὶ πόθεν ἴμεν, ὡς εὖ ἴσθι τοι διηπόρηκά τε νοεῖν, εἰπεῖν δὲ οὐκ ἔχω· μᾶλλον δὲ σαφὲς ἂν γένοιτο καὶ ῥᾷστά γε δή. Ἁμαξιτοῦ γὰρ ὥσπερ ἀποπεπτώκαμεν, πεπλανήμεθά τε οὐδὲν ἧττον ἢ πάλαι, πεφενάκικε δέ, ὡς ἔοικεν, ὡδὶ λέγων ὁ Παῦλος· "Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεόν, μᾶλλον 634 δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;" Ποῦ γὰρ ὅλως τὸν ἀληθῆ καὶ οὐσιωδῶς ἐγνώκαμεν Θεόν, εἰ μὴ συνθεολογεῖται τῷ Θεῷ καὶ Πατρὶ τὸ Πνεῦμα αὐτοῦ; {Β.} Ναί, φησί, Θεὸν ἐγνώκαμεν τὸν Πατέρα καὶ τὸν Υἱόν, οὐχὶ δὲ δὴ καὶ τὸ Πνεῦμα. {Α.} Ἀλλ' οὐ τοῖς διεφθορόσι τὸν ἴδιον νοῦν μυσταγωγοῖς χρησόμεθα, προσέξομεν δὲ οὐχὶ πνεύμασι πλάνης, κατὰ τὰς Γραφάς· ἐνεῖναι δὲ μᾶλλον καὶ ἐνυπάρχειν οὐσιωδῶς πιστεύσομεν τῷ Θεῷ τὸ Πνεῦμα αὐτοῦ, καθὰ καὶ ἀνθρώπῳ τὸ ἀνθρώπινον· καὶ ὥσπερ ἂν εἴ τις ἢ Πέτρον ἡμῖν ἢ Ἰωάννην ὀνομάσαι τυχόν, συνεσήμηνέ που πάντως αὐτοῖς καὶ τὸ ἴδιον αὐτῶν καὶ ἐν αὐτοῖς πνεῦμα, καὶ τοῦ παντὸς ζῴου ποιεῖται τὴν δήλωσιν· κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον ἐπί τε Πατρὸς καὶ Υἱοῦ. Συγκατασημαίνεται γὰρ ἑκατέρῳ τὸ Πνεῦμα, καὶ οὐχ ὡς μέρος ὂν αὐτοῦ, καθὰ καὶ ἐπ' ἀνθρώ πων νοοῦμεν. Ὑφέστηκε γὰρ ἰδικῶς, καὶ προΐησι μὲν ἐξ ἰδίας αὐτὸ φύσεως ὁ Πατήρ, χορηγεῖ δὲ τοῖς ἀξίοις καὶ αὐτὸς ὁ