143
μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; Τί ἐστι τὸ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἐκ τοῦ οἴκου τοῦ Θεοῦ, καὶ τὸ εἰ ὁ δίκαιος μόλις σῴζεται;
Ἀπόκρισις. Ὁ τὴν φύσιν τῶν ἀνθρώπων δημιουργήσας Θεὸς οὐ συνέκτισεν αὐτῇ κατὰ
τὴν αἴσθησιν οὔτε ἡδονὴν οὔτε ὀδύνην(1), ἀλλὰ δύναμίν τινα κατὰ νοῦν αὐτῇ πρὸς ἡδονήν, καθ᾽ ἣν ἀρρήτως ἀπολαύειν αὐτοῦ δυνήσεται, ἐνετεκτήνατο. Ταύτην δὲ τὴν δύναμινλέγω δὲ τὴν κατὰ φύσιν τοῦ νοῦ πρὸς τὸν Θεὸν ἔφεσινἅμα τῷ γενέσθαι τῇ αἰσθήσει δοὺς ὁ πρῶτος ἄνθρωπος πρὸς τὰ αἰσθητὰ κατ᾽ αὐτὴν τὴν πρώτην κίνησιν διὰ μέσης τῆς αἰσθήσεως ἔσχε παρὰ φύσιν ἐνεργουμένην τὴν ἡδονήν· ᾗτινι κατὰ πρόνοιαν ὁ τῆς ἡμῶν σωτηρίας κηδόμενος(2) παρέπηξεν, ὥσπερ τινὰ τιμωρὸν δύναμιν, τὴν ὀδύνην, καθ᾽ ἣν ὁ τοῦ θανάτου μετὰ σοφίας ἐνερριζώθη τῇ τοῦ σώματος φύσει νόμος, περιορίζων τῆς τοῦ νοῦ μανίας παρὰ φύσιν ἐπὶ τὰ αἰσθητὰ κινουμένην τὴν ἔφεσιν.
Ἐντεῦθεν διὰ τὴν ἐπεισελθοῦσαν τῇ φύσει παράλογον ἡδονὴν ἡ κατὰ λόγον ἀντεπεισῆλθεν ὀδύνη, διὰ πολλῶν παθημάτων, (14Γ_200> ἐν οἷς καὶ ἐξ ὧν ὁ θάνατος, ποιουμένη τῆς παρὰ φύσιν ἡδονῆς τὴν ἀφαίρεσιν(3), οὐ μὴν δὲ καὶ τελείαν ἀναίρεσιν, καθ᾽ ἣν ἡ κατὰ νοῦν τῆς θείας ἡδονῆς ἀναδείκνυσθαι πέφυκε χάρις. Πᾶς γὰρ πόνος, ὡς αἰτίαν τῆς ἰδίας γενέσεως ἔχων κατ᾽ ἐνέργειαν προηγουμένην τὴν ἡδονήν, χρέος ἐστὶ δηλαδὴ φυσικῶς κατ᾽ αἰτίαν παρὰ πάντων τῶν μετειληφότων τῆς φύσεως ἐκτιννύμενον. Τῇ γὰρ παρὰ φύσιν ἡδονῇ πάντως παρέπεται φυσικῶς ὁ πόνος ἐν πᾶσιν, ὧν ὁ τῆς ἡδονῆς νόμος ἀναιτίως προκαθηγήσατο τῆς γενέσεως· ἀναίτιον δέ φημι τὴν ἐκ τῆς παραβάσεως ἡδονήν, ὡς μὴ γενομένην δηλονότι προλαβόντος πόνου διάδοχον.
Οὐκοῦν, ἐπειδὴ μετὰ τὴν παράβασιν πάντες ἄνθρωποι τὴν ἡδονὴν εἶχον τῆς ἰδίας φυσικῶς προκαθηγουμένην γενέσεως, καὶ οὐδεὶς ἦν τὸ σύνολον ὁ τῆς καθ᾽ ἡδονὴν ἐμπαθοῦς γενέσεως φυσικῶς ὑπάρχων ἐλεύθερος, ἀλλ᾽ ὡς χρέος πάντες φυσικὸν ἀποδιδόντες τοὺς πόνους καὶ τὸν ἐπ᾽ αὐτοῖς ὑπέμενον θάνατον(4), καὶ ἦν ἄπορος παντάπασιν ὁ τῆς ἐλευθερίας τρόπος τοῖς ὑπὸ τῆς ἀδίκου τυραννουμένοις ἡδονῆς καὶ ὑπὸ τῶν δικαίων πόνων καὶ τοῦ ἐπ᾽ αὐτοῖς δικαιοτάτου θανάτου φυσικῶς ἐνεχομένοις, ἔδει δὲ πρὸς ἀναίρεσιν μὲν τῆς ἀδικωτάτης ἡδονῆς καὶ τῶν δι᾽ αὐτὴν δικαιοτάτων πόνων, ὑφ᾽ ὧν ἐλεεινῶς διεσπᾶτο πάσχων ὁ ἄνθρωπος, ἐκ φθορᾶς, τῆς καθ᾽ ἡδονήν, ἔχων τὴν ἀρχὴν τῆς γενέσεως καὶ εἰς φθοράν, τὴν διὰ θανάτου, τὸ τῆς ζωῆς καταλήγων τέλος, πρὸς δὲ τὴν ἐπανόρθωσιν τῆς παθούσης φύσεως ἐπινοηθῆναι πόνον καὶ θάνατον ἄδικον ὁμοῦ καὶ ἀναίτιον (ἀναίτιον μέν, ὡς οὐδαμῶς προλαβοῦσαν ἡδονὴν ἐσχηκότα κατὰ τὴν γένεσιν, ἄδικον δέ, ὡς οὐδεμιᾶς τὸ παράπαν ἐμπαθοῦς ζωῆς ὄντα διάδοχον) ἵνα, μέσος διαληφθεὶς ἡδονῆς ἀδίκου καὶ πόνου καὶ θανάτου δικαιοτάτου(5), πόνος καὶ θάνατος ἀδικώτατος ἀνέλῃ διόλου τὴν ἐξ ἡδονῆς ἀδικωτάτην ἀρχὴν καὶ τὸ (14Γ_202> δι᾽ αὐτὴν διὰ θανάτου δικαιότατον τέλος τῆς φύσεως, καὶ γένηται πάλιν ἡδονῆς καὶ ὀδύνης ἐλεύθερον τὸ γένος τῶν ἀνθρώπων, τὴν ἐξ ἀρχῆς εὐκληρίαν ἀπολαβούσης τῆς φύσεως, μηδενὶ τῶν ἐμπεφυκότων τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν γνωρισμάτων μολυνομένην.
∆ιὰ τοῦτο, Θεὸς ὑπάρχων τέλειος κατὰ φύσιν ὁ τοῦ Θεοῦ Λόγος γίνεται τέλειος ἄνθρωπος, ἐκ ψυχῆς νοερᾶς καὶ σώματος παθητοῦ κατὰ φύσιν(6) παραπλησίως ἡμῖν χωρὶς μόνης ἁμαρτίας συνεστώς, τὴν μὲν ἐκ τῆς παρακοῆς ἡδονὴν οὐδαμῶς τὸ σύνολον ἐσχηκὼς προηγουμένην αὐτοῦ τῆς ἐκ γυναικὸς ἐν χρόνῳ γεννήσεως, τὴν δὲ δι᾽ αὐτὴν ὀδύνην, ὑπάρχουσαν τέλος τῆς φύσεως, διὰ φιλανθρωπίαν κατὰ θέλησιν προσηκάμενος, ἵνα, πάσχων ἀδίκως, ἀνέλῃ τὴν ἐξ ἡδονῆς ἀδίκου τυραννοῦσαν τὴν φύσιν ἀρχὴν τῆς γενέσεως, οὐκ ἔχουσαν ὡς χρέος ὑπὲρ αὐτῆς ἐκτιννύμενον, κατὰ τοὺς ἄλλους ἀνθρώπους, καὶ τοῦ Κυρίου τὸν