ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου, κ. τ. ἑ. Λεκτέον τοῦτο πρὸς τοὺς ἀμελοῦντας νύκτωρ τῶν προσευχῶν. Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν· ἐγὼ τὸν νόμον σου ἐμελέτησα, κ. τ. ἑ. Ὥσπερ ὁ τυρὸς 12.1601 ἦν ὅτε οὐκ ἦν τυρὸς, οὕτως οἱ δαίμονες ἦσάν ποτε, ὅτε οὐκ ἦσαν πονηροί. Εἰ δὲ τὸ γάλα πρεσβύτερόν ἐστι τοῦ τυροῦ, δηλονότι καὶ ἡ ἀρετὴ πρεσβυτέρα τῆς κακίας ἐστίν· τυρῷ γὰρ ∆αυῒδ τὴν κακίαν ἀπεί κασεν. Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου, κ. τ. ἑ. Ὡσεὶ ἔλεγεν· Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις. Ἄξιος ὀφθῆναι τῶν σῶν δικαιωμά των αἰτῶ, ἅπερ οὐκ ἔστιν ἄλλως μαθεῖν. Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνό μησαν εἰς ἐμὲ, κ. τ. ἑ. Ἡ αἰσχύνη εἰς συναίσθησιν πέφυκεν ἄγειν τὸν ἁμαρτάνοντα. Ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου, κ. τ. ἑ. Ἐπι στρέψαι πρὸς αὐτὸν καὶ παραγενέσθαι τοὺς τοιούτους αἰτεῖ, ὡς ἂν αὐτοῖς τῆς ἐν αὐτῷ μεταδοίη χάριτος. Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δι καιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ, κ. τ. ἑ. Ὡς μήπω ἔχων αἰτεῖ κατὰ τὸ, «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.» Καὶ πῶς «ἄμωμος» ἔσται ἢ κατὰ τοὺς λοιποὺς «τελεία;» Ἐπήγαγεν, «ἐν τοῖς δικαιώμασί σου.» Τούτῳ δὲ τὸ μὴ αἰσχυνθῆναι ἀκολουθεῖ· αἰσχύνης γὰρ ἄξιον πᾶν ἁμάρτημα. Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες· Πότε παρακαλέσεις με; κ. τ. ἑ. Παρά κλησίς ἐστιν ἡ ἀνάπαυσις ψυχῆς ἀπὸ πόνων. Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ, κ. τ. ἑ. Εὑ ρήσεις πολλαχοῦ τῆς Γραφῆς τροπολογούμενον τὸ σῶμα εἰς ἀσκόν. Ὃ οὖν λέγει ὁ δίκαιος τοιοῦτόν ἐστιν· Ἐνέκρωσά μου τὰ μέλη ἐπὶ τῆς γῆς· τὴν θερμότητα τοῦ σώματος ἔψυξα τῷ θείῳ λόγῳ· οὐκέτι εἰμὶ θερ μὸς πρὸς ὄρεξιν τῶν κατὰ τὴν κοιλίαν ἢ πρὸς τὰ σωματικά· ἐνέκρωσα καὶ ἔψυξα τὰ μέλη ἐπὶ τῆς γῆς. Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν διωκόντων με κρίσιν, κ. τ. ἑ. Ὀλίγαι γὰρ αἱ τῶν ἀνθρώπων ἡμέραι ἐπὶ τῆς γῆς, ἐν αἷς εὔχεται ταχέως συντριβῆναι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας αὐτοῦ. Τοῦ αὐτοῦ. Πᾶσαι ἀνθρώπων ἡμέραι ὀλίγαι εἰσίν. Ἐπεὶ οὖν ὀλίγον χρόνον ζῶ ἐπὶ γῆς, βούλομαι ἰδεῖν τοὺς καταδιώκοντάς με κρινομένους, καὶ παρακαλῶ σε μὴ ὑπερθέσθαι. Τίνες δέ εἰσιν οἱ περὶ ὧν εὔχεται ἵνα γένηται ἐπ' αὐτοὺς κρίσις; Οἱ καταδιώκοντες ἡμᾶς Σατανᾶς τε καὶ τὰ πνευματικὰ τῆς πονηρίας. Ὅταν δὲ ἡμᾶς καὶ ἄνθρωπος δοκῇ καταδιώκειν, τῷ πρώτως καταδιώκειν οὐκ ἄνθρωπός ἐστιν, ἀλλὰ διά βολος, οὗ μιμητής ἐστι. ∆ιηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, κ. τ. ἑ. Ἢ τοὺς γραώδεις μύθους τῶν Ἰουδαίων φησὶ τὰς διδασκαλίας, ἢ καὶ τὰ ἐντάλματα τῶν ἀνθρώπων, καὶ τὰς φλυαρίας τῶν σοφῶν τοῦ αἰῶνος τούτου. Πολλοὶ γὰρ ἑρμηνεύειν ἐπιχειροῦσι τὰς θείας Γραφὰς καὶ τῶν τῆς Ἐκκλη 12.1604 σίας, καὶ τῶν ἕξω ταύτης αἱρετικῶν τε καὶ Ἰουδαίων, ἢ καὶ Σαμαρειτῶν, ἀλλ' οὐ πάντες λέγουσι καλῶς. Σπάνιος γὰρ ὁ ἔχων ἀπὸ τοῦ Θεοῦ εἰς τοῦτο χάριν, πολλῶν μὲν ἐπαγγελλομένων λέγειν, οὐ καλῶς δὲ, καὶ παρανόμως βιούντων. Εἴ τι οὖν λέγουσιν, ἀδολε σχία καὶ φλυαρία· οὐ γὰρ δύναται λόγος εὔτονος καὶ ἐῤῥωμένος καὶ σωτήριος εἶναι ἐν τῇ ψυχῇ παρα νόμου. Τοῦ αὐτοῦ. Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ἐκ τῆς ἔξωθεν σοφίας περὶ γνώσεως Θεοῦ ἐπαγγελ λομένους διδάσκειν. Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου, κ. τ. ἑ. Ἀντὶ τοῦ· Παρ' ὀλίγον ἐγενόμην γήϊνος, ὑπὸ τῶν ἐχθρῶν πειραζόμενος. Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου, κ. τ. ἑ. Μὴ ἐκδοθῆναι ταῖς τῶν ἐπιβουλευόντων χερσὶν εἰς θάνατον ἀξιοῖ, ζωὴν αἰτῶν οὔπω τὴν αἰώνιον, ἀλλὰ τὴν παροῦσαν· οὐχ ὡς τέλος δὲ αὐτὴν αἰτεῖ, ἀλλ' ὡς ἀγαθοῦ τέλους συναίτιον ἐσομένην. Ὅτι ζήσας, φησὶ, φυλάξω τὰ τοῦ Θεοῦ προστάγματα, δι' ὧν καὶ τὴν αἰώνιον ἔστι περιποιήσασθαι ζωήν. Τοῦ αὐτοῦ. Στόμα Θεοῦ οἱ διακονήσαντες προ φῆται τοῖς μαρτυρίοις, ταῖς ἐντολαῖς, τοῖς δικαιώ μασιν αὐτοῦ. Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ, κ. τ. ἑ. «Ἐν τῷ οὐρανῷ,»