Commentarii in Joannem ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
1.174 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον
Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ
1.456 ΚΕΦΑΛΗ ς. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ
αὐτῷ τρυγόνων ἢ περιστερῶν ξυνωρὶς εἰς θυσίαν ἀνέβη, κατὰ τὴν Μωυσέως διάταξιν.
1.661 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς
ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ Πατήρ με ἀπέσταλκε. καὶ ὁ πέμψας με Πατὴρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ. Εἰ καὶ λύχνος ἦν ἐκεῖνος, φησὶ, καὶ διὰ νομικῶν συν ταγμάτων ζωγραφούμενος, καὶ διὰ φωνῆς τῶν ἁγίων προ φητῶν προβοώμενος, ὡς ἀναδειχθήσεταί ποτε τοῦ κατ' ἀλή θειαν προαναλάμπων φωτὸς, καὶ διαγγέλλων ἐν ὑμῖν, ὅτι προσήκει τὴν ὁδὸν εὐτρεπῆ ποιεῖσθαι τοῦ Κυρίου καὶ Θεοῦ· ἀλλ' ἐπείπερ ὑμῖν οὐκ ἀξιόπιστος ἴσως ὁρᾶται, καίτοι τοσοῦτος ὑπάρχων ἐν ἀρετῇ, διὰ τὴν ἐνοῦσαν ὑμῖν ἀχάλινόν τε καὶ ἐκτοπωτάτην ἀπόνοιαν, ἐπὶ τὸ μεῖζον ἤδη χωρῶ, καθ' οὗ κατὰ τὸ εἰκὸς ἐρεῖτε πάλιν οὐδὲν, αὐτὸ τῆς ἀληθείας τὸ κάλλος καὶ παρὰ βούλησιν τὴν ἑαυτῶν δυσωπούμενοι. οὐ 1.373 γὰρ λόγοις ἔτι καὶ ταῖς ἐξ ἀνθρώπων ψήφοις ἐπισεμνύνομαι, οὐδὲ τὰς ἐκ ῥημάτων ψιλῶν συλλέγειν ἐπ' ἐμαυτῷ μαρτυρίας οἰήσομαι δεῖν, ἀξιολογωτέροις δὲ καὶ πολὺ μείζοσι τῶν εἰρημένων ἐπιτρέψω τὰ κατ' ἐμαυτὸν, καὶ ἐξ αὐτῆς ἤδη καταλαμπρύνω τῆς ἐν ἔργοις μεγαλειότητος, ὅτι Θεὸς κατὰ φύσιν εἰμὶ, καὶ ἐκ Θεοῦ πέφηνα Πατρὸς, ἀδικῶ δὲ οὐδὲν τοὺς ἐμοὺς, ἐφ' ὅπερ ἂν βούλωμαι μεταῤῥυθμίζων, νόμους, καὶ ἐκ τῆς κατὰ τὸ γράμμα παχύτητος εἰς πνευματικὴν θεωρίαν μεταστοιχειῶν τὰ τοῖς ἀρχαιοτέροις αἰνιγματωδῶς εἰρημένα. κατανοείτω δὲ πάλιν ὁ φιλομαθὴς, ὅτι λέγων ὁ Σωτὴρ διὰ τῶν ἔργων ἐπιμαρτύρεσθαι καλῶς εἰς τὸ εἶναι κατὰ φύσιν Θεὸς, ἐκδιδάσκει σαφῶς, ὡς οὐκ ἂν εἴη τῶν ἐνδεχομένων ἀπαραλλάκτως ἐνυπάρχειν τινὶ τὴν Θεῷ πρέ πουσαν ἐνέργειάν τε καὶ δύναμιν, εἰ μὴ καὶ αὐτὸς κατὰ φύσιν ὑπάρχοι Θεός. μαρτυρεῖται γὰρ διὰ τῶν ἔργων, οὐ καθ' ἕτερον οἶμαι τρόπον, ἀλλὰ κατὰ τοῦτον αὐτόν. εἰ γὰρ τῶν τοῦ γεννήσαντος ἔργων ὁρᾶται τελειωτὴς, καὶ ἅπερ ἂν ἐκείνῳ καὶ μόνῳ φαίνοιτο πρεπωδέστερα, ταῦτα καὶ αὐτὸς ἐξ οἰκείας ἰσχύος ἀποπληροῖ· πῶς οὐκ ἂν γένοιτο παντί τῳ σαφὲς, ὅτι τὴν αὐτὴν ἐκείνῳ φύσιν ἀπεκληρώσατο, καὶ τοῖς τοῦ τεκόντος ἰδιώμασι διαλάμπων, ὡς ἐξ αὐτοῦ, τὴν ἴσην αὐτῷ δύναμίν τε καὶ ἐνέργειαν ἔχει; εἰληφέναι γεμὴν παρ' αὐτοῦ τὰ ἔργα φησὶν, ἢ διὰ τὸ τῆς ἀνθρωπότητος σχῆμα καὶ τὴν τοῦ δούλου μορφὴν, ταπεινότερόν πως ἤπερ ἐχρῆν καὶ τοῦτο λαλῶν οἰκονομικῶς, ἢ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς εὐδοκίαν τε καὶ συναίνεσιν, τὴν ἐφ' ἅπασι τοῖς παραδόξως ἐπιτελουμένοις, τῷ τῆς δόσεως ἀποσεμνύνων ὀνόματι. οὕτω γὰρ καὶ ἀπεστάλθαι διισχυρίζεται, ἅτε δὴ καὶ κενώσας ἑαυτὸν, καθὰ γέγραπται, τῆς ἀκράτως πρεπούσης ἀξίας τῷ Θεῷ διὰ τὴν εἰς ἡμᾶς ἀγάπησιν· ἐταπείνωσε γὰρ ἑαυτὸν, καὶ τὴν τοῦ τεταπεινῶσθαι σμικροπρέπειαν οὐκ ἐν 1.374 ἑτέροις εὑρήσομεν τρόποις, ἢ ἐφ' οἷσπερ ἂν ὡς ἄνθρωπος ἔσθ' ὅτε λαλῇ. τούτῳ συνᾴδει τὸ διὰ τοῦ ψαλμῳδοῦ πάλιν ὡς ἐξ αὐτοῦ δι' ἡμᾶς ἀνθρωποπρεπῶς εἰρημένον "Ἐγὼ δὲ "κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον "αὐτοῦ διαγγέλλων τὸ πρόσταγμα Κυρίου." ὁ γὰρ βασι λεὺς ὢν ἀεὶ μετὰ τοῦ Πατρὸς, ὁ σύνθρονός τε καὶ σύνεδρος, ὡς Θεὸς Θεῷ τῷ γεννήσαντι, κεχειροτονῆσθαί φησιν εἰς βασιλέα καὶ κύριον, ἅπερ εἶχεν ὡς Θεὸς λαμβάνειν εἰπὼν, ὅτε πέφηνεν ἄνθρωπος, ᾧ τὸ βασιλεύειν κατὰ φύσιν οὐκ ἔνεστιν, ἀλλὰ γὰρ καὶ τὸ τῆς κυριότητος ὄνομά τε καὶ πρᾶγμα πάντως ἐπακτόν.
1.375 ΚΕΦΑΛΗ Β. Ὅτι εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἐν ᾧ καὶ πρὸς
Ἰουδαίους ἔλεγχος, ὡς μὴ νοοῦντας τὰ διὰ Μωυσέως αἰνιγματωδῶς μᾶλλον εἰρημένα. Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωρά κατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέσταλκεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. ΟΥΧ ἁπλῆν ἄν τις ἴδοι νοημάτων διασκευὴν τῷ προτε θέντι πάλιν ἐπιχεομένην ῥητῷ, ἀλλὰ κεκρυμμένων θεωρη μάτων ἑσμὸν, πολὺ δὴ λίαν εὐκόλως τὸν τῶν ἀζητήτως ἐπακροωμένων παριππεύοντα νοῦν, μόνοις δὲ τάχα τοῖς πικρότερον ἐξετάζουσιν ὁρᾶσθαι καταδεχόμενον. τί γὰρ δὴ τὸ πεπεικὸς, ἐρεῖ τις