De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
Υἱός. ∆υσσεβὲς δὲ καὶ ἀπόπληκτον κομιδῇ τὸ κολοβοῦν εἰς δυάδα, καὶ οἱονεὶ συστέλλειν ἀποτολμᾶν τὴν τῆς θεότητος φύσιν, καίτοι γε τῆς ἁγίας καὶ θεοπνεύστου Γραφῆς ἐξαπλούσης μὲν αὐτὴν ὡς ἐν ὑποστάσεσι ταῖς τρισί, συναγειρούσης δὲ αὖ διὰ τῆς εἰσάπαν ἰσότητός τε καὶ ὁμοιότητος εἰς ἑνότητα φυσικὴν καὶ εἰς τὸ ταὐτὸν ἐν οὐσίᾳ. {Β.} Πόθεν οὖν, φησίν, ἢ πῶς ἂν νοοῖτο καὶ τὸ Πνεῦμα Θεός; {Α.} Ἀφ' ὧν εἶναι πέφυκεν, ὦ γενναῖε, καὶ ἐξ ὧν ὅ τι ποτέ ἐστι κατὰ φύσιν, ὡς ἔνι γνωρίζεται. Γινώσκεται δὲ τὰ ὄντα καλῶς ἀφ' ὧν ἕκαστον ἀληθῶς ἐστιν· ὀνομάτων δὲ ἡμῖν οὐ σφόδρα πολὺς ὁ λόγος, εἰς ἀναγκαίαν δήλωσιν τῶν ἀπλανῶς ἐγνωσμένων, εἰ καὶ χρήσιμος τοῖς οὖσιν ἡ ἑκάστῳ πρέπουσα κλῆσις. {Β.} Σκοτεινὸς ὁ λόγος, συνίημι δὲ οὐ σφόδρα. {Α.} Ἐγὼ φράσω· καταλευκανῶ γάρ, ὡς οἷόν τε, τὸ δηλούμενον· Ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, εἰ περί τού τις λέγοι, τί ἂν αὐτὸν ὡρίσθαι δοίης, ὦ 'γαθέ; {Β.} Ἄνθρωπον δηλονότι. {Α.} Εἰ δὲ δὴ καὶ ζῷον λέγοι, προσθεὶς ὅτι χρεμετιστικόν; {Β.} Φαίην ἄν, ἵππον. {Α.} Εἶτα σεσιωπηκότος τὸ ἑκατέρου τῶν ὡρισμένων ὄνομα, πῶς ἂν αὐτὸς ἔφης ἄνθρωπόν τε καὶ ἵππον; {Β.} Ὅτι, ὦ ἑταῖρε, τὴν ἀνθρώπου καὶ ἵππου φύσιν ὡρίσατο. {Α.} Εἰ δὲ δή τις ἐπετίμα ταυτί σοι διειρηκότι καὶ μήτε 635 ἄνθρωπον εἶναι τὸ ζῷον τὸ λογικὸν μήτε μὴν ἵππον ἔφη τὸ χρεμετιστικόν, οὐκ ἐπενηνεγμένοιν τοῖς ὅροις τοῖν ὀνομάτοιν, ἆρ' οὐ περιττὸν καὶ ἐξεστηκότα καὶ ὀλιγογνώ μονα διακεκλῆσθαι δεῖν τόν γε οὕτως ἀμαθῆ δικαιώσομεν; {Β.} Πάνυ μὲν οὖν. {Α.} Ἀνθότου δὲ δὴ τοῦτο δρᾷς, εἴ τις ἔροιτό σε καὶ ἀναμαθεῖν ἠξίου, τί ἂν ἀπεκρίνω; {Β.} Ἔφην ἂν ὅτι τοῖς ἄγαν ὀρθῶς καὶ ἐντέχνως ὡρισμένοις τὸ ἐπιτιμᾶν ἀμαθές. Ἴδιος μὲν γὰρ ὁ ἑκάστου τῶν ὄντων λόγος, ὅπερ ἐστὶν ἀληθῶς καταδεικνύς· ὁμωνύμως δὲ πολλάκις ἐκφέρεται τὰ ὀνόματα. {Α.} Οὐκοῦν ἀληθεστέρα καὶ ἀπλανὴς τῶν ὄντων ἡ δήλωσις, εἰ ἀφ' ὧν ἕκαστον κατὰ φύσιν ἐστὶν ἀκριβῶς βασανίζοιτο, καὶ οὐχὶ πάντως ἐξ ὀνομάτων. Ἢ γὰρ οὐχὶ τὸ ἄφθαρτον καὶ ἀνώλεθρον, ἀΐδιόν τε καὶ ἀναλλοίωτον, τῇ τῶν ὅλων βασιλίδι προσάψομεν φύσει; {Β.} Πῶς γὰρ οὔ; {Α.} Τί δέ, εἰπέ μοι, τὸ Θεός; {Β.} Αὕτη δὴ πρεπόντως. {Α.} Ἀλλ' ἴδια μὲν αὐτῆς τὸ ἀφθαρτὸν καὶ ἀνώλεθρον· ὄνομα δὲ τὸ Θεός, κοινὸν μὲν ἀγγέλοις, κοινὸν δὲ ἡμῖν αὐτοῖς, εἰ καὶ εἰσποίητον καὶ δοτόν. Ὁμοίως ἔνεστι μὲν ἀνθρώπῳ τὸ λογικόν· ὄνομα δὲ τὸ ἄνθρωπος καὶ τοῖς ἐκ λίθου πεποιημένοις, ἤγουν ἐξ ὕλης ἑτέρας, εἰς εἶδος τὸ καθ' ἡμᾶς εὖ μάλα τετορνευμένοις. Ἴθι δὴ οὖν ἐπὶ τὸ χρῆναι σκοπεῖν πότερα τὸ Πνεῦμα Θεός τε καὶ ἐν Θεῷ, καὶ ἐξ αὐτοῦ φυσικῶς, ἅτε δὴ καὶ τοῖς τῆς θεότητος ἰδιώμασιν οὐσιωδῶς ἐνηγλαϊσμένον, ἤγουν κατ' ἐκείνους ἀληθῆ τὴν κατάρρησιν καὶ ἀποχρῶσαν ἂν δέξαιτο τὴν αἰτίαν τοῦ δεῖν αὐτὸ τῆς πρὸς Θεὸν ὁμοουσιότητος ἀπο λισθεῖν, ἐπεὶ μὴ ὠνόμασται Θεός. Καίτοι κἀν τούτῳ ψευδο μυθεῖν ἑλομένους ἀκονιτὶ διελέγξομεν, οὐκ ἐξαγωνίοις χρώμενοι λογισμοῖς, ἀλλ' ἐξ ἱερῶν ἑλόντες γραμμάτων, καὶ τῆς ἑώλου βαττολογίας λήμης ὥσπερ τινὸς τὸν ἑαυτῶν ἀπαλλάττοντες νοῦν. {Β.} ∆οίην ἂν ἔγωγε παραπολὺ δή τι καὶ ἀσυγκρίτως ἄμεινον τὸ κατασκέπτεσθαι δεῖν εἰ τοῖς τῆς θεότητος ἰδιώμασιν ἐκπρεπές τέ ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μεῖον οὐδὲν ἐν αὐτῷ παρὰ τὸν Πατέρα καὶ τὸν Υἱόν, ἤγουν ἀσυνέτως στενολεσχεῖν, καὶ ἱδροῦν εἰκῇ περὶ μόνην τὴν τοῦ ὀνόματος ζήτησιν. {Α.} Εὐκρινέστατά τε καὶ λίαν ὀρθῶς, ὦ Ἑρμεία· μοίρας γὰρ οἶμαι τουτὶ τῆς ἀμείνονός τε καὶ ἀκριβοῦς. Ἔνεστι δ' οὖν ὅμως πολυπραγμονεῖν ἐθέλουσι περιττὰ τοῖς δι' ἐναντίας καὶ Θεὸν ὠνομασμένον τὸ Πνεῦμα ἰδεῖν. Ὁ γάρ τοι θεσπέσιός τε καὶ ἱερώτατος Πέτρος, κατάφωρον μὲν 636 ἐποίει κεκλοφότα τὸν Ἀνανίαν τῶν θείων ἀναθημάτων, ἐπῃτιᾶτο δὲ λίαν, "Ἀνανία, λέγων, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐχὶ μένον σοι ἔμενε καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ." {Β.} Ναί· Θεῷ γὰρ ψεύδεται, φησί, κἂν ἕλοιτό τις εἰς τὸ