1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

144

τὰς συνειδήσεις ὁ Ἰωσήφ, καὶ τῇ τούτων παραθέσει ὁ προλαβὼν τὸ κρεῖττον ἐφέρετο, ὡς μηδὲν μηδενὶ ἐνοχλήσας, καθ' ὅ τι καὶ λέγοιεν· ᾧ δὴ καὶ ὁ κρατῶν καὶ αὖθις ἐχρᾶτο καὶ πατέρα ὠνόμαζε καὶ εἰς βουλὴν εἶχε καὶ εἰς πολλὰ ἐχρᾶτο συλλήπτορι καὶ ἡδέως ἤκουε μεσιτεύοντος. Ἦν γὰρ ὁ ἄνθρωπος καὶ τῷ κόσμῳ σύντροφος καὶ δεινὸς ὑπελθεῖν ἄρχουσι καὶ πεῖσαι, ὅτε καιρός, καὶ θυμὸν μαλάξαι καὶ ἀγριᾶναι· εἶχε δὲ σὺν τῇ γνώμῃ καὶ τοῦ σώματος ἰσχυρῶς, ὡς πολλάκις τοῦ μηνὸς ἢ καὶ τῆς ἑβδομάδος ἐνίοτε πρόσοδον ποιεῖσθαι πρὸς βασιλέα, τοῦτο μὲν καὶ ἀφ' ἑαυτοῦ, τοῦτο δὲ καὶ καλούμενος.

κθʹ. Ὅπως ἀποστέλλεται εἰς Παιονίαν μετὰ τοῦ μεγάλου δουκὸς τοῦ Λάσκαρι ὁ προπατριαρχεύσας Γερμανὸς κἀκεῖθεν ἤγαγε νύμφην τῷ τοῦ βασιλέως υἱῷ καὶ ὅπως ἐστέφθησαν. Ἐπεὶ δὲ καὶ ὁ υἱὸς τῷ βασιλεῖ ἤνδρωτο ὁ Ἀνδρόνικος, ὃν καὶ εἰς τὴν βασιλείαν διάδοχον ὡς καὶ τῶν ἄλλων πρότερον προητοίμαζε, καὶ ἔδει συναρμόττειν αὐτὸν τῇ πρεπούσῃ συζύγῳ, τὸ μὲν πρὸς τοὺς Ἰταλοὺς πρεσβεύεσθαι εὐόδως οὐκ εἶχε, τοῦ Καρούλου μεταξὺ κειμένου κατὰ τὴν Πούλειαν, ὃν καὶ ἐχθρὸν ἀκήρυκτον ἑαυτοῦ καὶ Ῥωμαίων ἐγίνωσκε διὰ τὴν πόλιν καὶ τὸ μετὰ τοῦ Βαλδουίνου ἐπὶ τοῖς παισὶν αὐτῶν κῆδος· ἤδη γὰρ τὸν Μαφρὲ καταλύσας, ἐμεγαλύνετο ῥὴξ ὁ πρότερον κόντος, ὡς τοῦ ῥηγὸς Φραγγίας αὐτάδελφος· τοῦτο γάρ οἱ καὶ συμπεφωνημένος μισθὸς ἦν παρὰ τῆς ἐκκλησίας τῆς ἐπὶ τῷ Μαφρὲ ἀποστατοῦντι ὁρμῆς, ἂν εἰς τέλος νικῴη. Ἐπεὶ ταῦτα, ἔγνω πρὸς Παίονας τὴν πρεσβείαν στεῖλαι· ὁ γὰρ ῥὴξ ἐκείνων υἱὸς ἦν Ῥωμογενής, ἐκ μητρὸς τῷ ῥηγὶ γεννηθείς, τῆς τοῦ παλαιοῦ Λάσκαρι θυγατρός. Τρεῖς γὰρ ἐκείνῳ βασιλεύοντι τηνικάδε θυγατέρες 413 ἦσαν· αὕτη μία καὶ ἡ θαυμαστὴ Εἰρήνη δευτέρα, ἣν ὁ Ἰωάννης σχὼν ἐβασίλευσε, τὸν πενθερὸν διαδεξάμενος, καὶ τρίτη ἡ τῷ μεγάλῳ κυρίῳ κατὰ τὴν πόλιν ἐκδοθεῖσα Εὐδοκία. Ἐξ ἐκείνης γοῦν τῆς προτέρας ὁ τῆς Παιονίας ῥήξ, τῷ ῥηγὶ καὶ πατρὶ γεννηθείς, γυναῖκα πάνυ ὡραίαν ἐκ Κομάνων καὶ αἰχμάλωτον, ὡς λέγουσιν, διὰ τὸ κάλλος ἑαυτῷ ἁρμοσάμενος, θυγατέρα γεννᾷ. Ταύτην ὡς εὐγενῆ καὶ ἐκ τῶν Λασκαρίων καταγομένην συναρμόττειν ὁ βασιλεὺς ἐβούλετο τῷ υἱῷ. Καὶ δὴ εἰς πρεσβείαν ἐκλέγεται περὶ τούτων τὸν ἀπὸ πατριαρχῶν τοῦτον δὴ τὸν Γερμανὸν καὶ τὸν μέγαν δοῦκα τὸν Λάσκαριν, ἔξωρον ἤδη ὄντα, διὰ τὸ πρὸς ἐκεῖνον αὐτοῦ συγγενές· τοῦ γὰρ πάππου τὸν τόπον τῷ ῥηγὶ ἐπλήρου, ὅσα καὶ ἀδελφὸς τοῦ Λάσκαρι βασιλέως. Οἳ δὴ καὶ ἀπελθόντες πεζῇ τὰ τῆς πρεσβείας ἐπλήρουν καὶ τὴν τοῦ ῥηγὸς θυγατέρα τῷ υἱεῖ τοῦ βασιλέως καὶ βασιλεῖ νύμφην φέρουσιν, ᾗ δὴ καὶ Ἄνναν ὄνομα τίθησιν ὁ κρατῶν· καὶ περιφανεῖς τοὺς γάμους τελεῖ αὐτῇ τε καὶ τῷ υἱῷ ἐπὶ τοῦ θείου καὶ μεγάλου τεμένους τῆς τοῦ Θεοῦ Λόγου Σοφίας, τοῦ πατριάρχου Ἰωσὴφ εὐλογήσαντος. Καὶ αὖθις τοῦ ἐπιόντος ἔτους, μηνὸς μουνυχιῶνος ὀγδόῃ, βασιλικῶς αὐτοὺς σὺν τῷ πατριαρχοῦντι ὁ βασιλεὺς καὶ πατὴρ ταινιοῖ καί οἱ ὡς βασιλεῖ τὰ τῆς θεραπείας πρὸς τὸ μεγαλειότερον ἀποτάττει. Τάττει δὲ τούτῳ καὶ τρία τῶν ὀφφικίων ἰδίως ὡς ἀναγκαῖα· καὶ τὸν μὲν Λιβαδάριον πιγκέρνην ἀποκαθίστησι, τὸν δέ γε Βρυέννιον ἐπὶ τῆς τραπέζης τιμᾷ καὶ τρίτον τὸν ἐκ Χριστουπόλεως Τζαμπλάκωνα τατᾶν τῆς αὐλῆς αὐτοῦ ἐγκαθίστησιν. Ηὐτρέπιστο μέντοι τούτῳ καὶ βακτηρία βασιλικὴ χρυσῆ ὑπόξυλος, ἐς ὃ κρατεῖν ταύτην ἐπὶ τῶν θείων ὕμνων, ὡς ἔθος, σὺν τῷ πατρί. Καὶ ἐπράχθη καὶ τόδε, ἅπαξ ἢ 415 καὶ δεύτερον ἢ καὶ πλέον ἡμῶν ἰδόντων κρατοῦντα. Ἔπειτα δόξαν τῷ βασιλεῖμίαν γὰρ εἶναι τὴν ἀρχήν, βακτηρία δὲ τῆς ἀρχῆς σύμβολον, χρῆναι δὲ καὶ ταύτην μίαν εἶναι, διὰ ταῦτα ἠθέτητο τοῦτο. Ἐδόθη δὲ καὶ προστάσσειν καὶ ὑπογράφειν βασιλικῶς, πλὴν οὐ μηνολογεῖν, ὡς ἔθος τοῖς βασιλεῦσιν, ἀλλὰ διεξοδικῶς γράφειν δι' ἐρυθρῶν οἰκείᾳ χειρί· Ἀνδρόνικος Χριστοῦ χάριτι βασιλεὺς Ῥωμαίων. Οἱ δὲ πρὸς τὸν πατέρα οἱ ὅρκοι καὶ βασιλέα, μετὰ τὴν εἰς Θεὸν καὶ τὴν ἐκκλησίαν ἐγγράφως ἀσφάλειαν, ὡς μὴ ἐπιβουλεύοι, ἀλλ' ὑποτάττοιτο, καὶ λίαν ἀσφαλεῖς προέβαινον· ἐφ' οἷς οἱ τοῦ λαοῦ