144
θάνατον, ἀλλὰ μᾶλλον κατ᾽ αὐτῆς προβεβλημένον, καὶ τὸ διὰ τοῦ θανάτου δίκαιον τέλος ἐξαφανίσῃ τῆς φύσεως, οὐκ ἔχον τήν, δι᾽ ἣν ἐπεισῆλθεν(7) καὶ ὑπ᾽ αὐτοῦ δικαίως τιμωρουμένην, ὡς αἰτίαν τοῦ εἶναι, παράνομον ἡδονήν.
Ἔδει γὰρ ὡς ἀληθῶς, ἔδει σοφὸν καὶ δίκαιον καὶ δυνατὸν ὄντα κατὰ φύσιν τὸν Κύριον, ὡς μὲν σοφόν, μὴ ἀγνοῆσαι τὸν τρόπον τῆς ἰατρείας, ὡς δίκαιον δέ, μὴ τυραννικὴν ποιήσασθαι τοῦ κατειλημμένου κατὰ γνώμην ὑπὸ τῆς ἁμαρτίας ἀνθρώπου τὴν σωτηρίαν, ὡς δὲ πάντα δυνάμενον, μὴ ἀτονῆσαι πρὸς τὴν τῆς ἰατρείας ἐκπλήρωσιν.
Φανερὸν οὖν ἐποίησε τὸν μὲν τῆς σοφίας λόγον ἐν τῷ τρόπῳ τῆς ἰατρείας, χωρὶς τροπῆς καὶ τῆς οἱασοῦν ἀλλοιώσεως γενόμενος ἄνθρωπος· τὴν ἰσότητα δὲ τῆς δικαιοσύνης ἐν τῷ μεγέθει τῆς συγκαταβάσεως ἔδειξεν, τὸ ἐν τῷ παθητῷ κατάκριμα τῆς φύσεως κατὰ θέλησιν ὑποδὺς κἀκεῖνο ποιήσας ὅπλον πρὸς τὴν τῆς ἁμαρτίας ἀναίρεσιν καὶ τοῦ δι᾽ αὐτὴν θανάτου, τουτέστι τῆς ἡδονῆς καὶ τῆς δι᾽ αὐτὴν ὀδύνης, ἐν ᾧ τῆς ἁμαρτίας ὑπῆρχε καὶ τοῦ θανάτου τὸ κράτος(8) καὶ ἡ κατὰ τὴν ἡδονὴν (14Γ_204> τῆς ἁμαρτίας τυραννὶς καὶ ἡ δι᾽ αὐτὴν κατὰ τὴν ὀδύνην τοῦ θανάτου δυναστείαἐν γὰρ τῷ παθητῷ προδήλως ὑπάρχει τῆς φύσεως τὸ τῆς ἡδονῆς κράτος καὶ τὸ τῆς ὀδύνης· θέλοντες γὰρ ἐκφυγεῖν τὴν κατὰ τὴν ὀδύνην ἐπίπονον αἴσθησιν(9) πρὸς τὴν ἡδονὴν καταφεύγομεν, τῷ τῆς ὀδύνης αἰκισμῷ πιεζομένην τὴν φύσιν ἐπιχειροῦντες παραμυθεῖσθαι· σπεύδοντες δὲ διὰ τῆς ἡδονῆς τὰ τῆς ὀδύνης ἀμβλῦναι κινήματα, πλέον αὐτῆς τὸ καθ᾽ ἑαυτῶν ἐπικυροῦμεν χειρόγραφον, ὀδύνης καὶ πόνων ἀπολελυμένην ἔχειν τὴν ἡδονὴν οὐ δυνάμενοι.
Τὴν δὲ τῆς ὑπερβαλλούσης δυνάμεως ἰσχὺν(10) δήλην κατέστησεν, τῶν οἷς αὐτὸς ἔπασχεν ἐναντίων ὑποστήσας τῇ φύσει τὴν γένεσιν ἄτρεπτον· διὰ πάθους γὰρ τὴν ἀπάθειαν καὶ διὰ πόνων τὴν ἄνεσιν καὶ διὰ θανάτου τὴν ἀΐδιον ζωὴν τῇ φύσει δούς, πάλιν ἀποκατέστησεν, ταῖς ἑαυτοῦ κατὰ σάρκα στερήσεσι τὰς ἕξεις ἀνακαινίσας τῆς φύσεως καὶ διὰ τῆς ἰδίας σαρκώσεως τὴν ὑπὲρ φύσιν χάριν δωρησάμενος τῇ φύσει, τὴν θέωσιν.
Γέγονεν οὖν ὁ Θεὸς κατ᾽ ἀλήθειαν ἄνθρωπος καὶ δέδωκεν ἄλλην ἀρχὴν τῇ φύσει δευτέρας γενέσεως, διὰ πόνου πρὸς ἡδονὴν μελλούσης ζωῆς καταλήγουσαν. Ὡς γὰρ Ἀδὰμ ὁ προπάτωρ, τὴν θείαν ἐντολὴν παραβάς, ἄλλην ἀρχὴν γενέσεως, ἐξ ἡδονῆς μὲν συνισταμένην, εἰς δὲ τὸν διὰ πόνου θάνατον τελευτῶσαν, τῇ φύσει παρὰ τὴν πρώτην παρεισήγαγε καί, ἐπινοήσας κατὰ τὴν συμβουλὴν τοῦ ὅφεως ἡδονὴν οὐκ οὖσαν προλαβόντος πόνου διάδοχον, ἀλλὰ μᾶλλον εἰς πόνον περαιουμένην, πάντας τοὺς ἐξ αὐτοῦ σαρκὶ κατ᾽ αὐτὸν γεννωμένους διὰ τὴν ἐξ ἡδονῆς ἄδικον ἀρχὴν εἶχε συνυπαγομένους αὐτῷ δικαίως πρὸς τὸ διὰ πόνου κατὰ τὸν θάνατον τέλος, οὕτως καὶ ὁ Κύριος, γενόμενος ἄνθρωπος καὶ ἄλλην ἀρχὴν δευτέρας γενέσεως ἐκ Πνεύματος ἁγίου τῇ φύσει δημιουργήσας καὶ τὸν διὰ πόνου τοῦ Ἀδὰμ (14Γ_206> δικαιότατον καταδεξάμενος θάνατον, ἐν αὐτῷ δηλαδὴ γενόμενον ἀδικώτατον, ὡς οὐκ ἔχοντα τῆς ἰδίας γενέσεως ἀρχὴν τὴν ἐκ παρακοῆς ἀδικωτάτην τοῦ προπάτορος ἡδονήν, ἀμφοτέρων τῶν ἄκρων, ἀρχῆς τε λέγω καὶ τέλους, τῆς κατὰ τὸν Ἀδὰμ ἀνθρωπίνης γενέσεως, οἷα δὴ προηγουμένως οὐκ ὄντων ἐκ τοῦ Θεοῦ, τὴν ἀναίρεσιν ἐποιήσατο καὶ πάντας τοὺς ἐξ αὐτοῦ Πνεύματι μυστικῶς ἀναγεννωμένους τῆς ἐπ᾽ αὐτοῖς ἐνοχῆς ἐλευθέρους κατέστησεν, ἔχοντας μὲν τοῦ Ἀδὰμ(11) οὐκέτι τὴν ἐκ τοῦ Ἀδὰμ ἡδονὴν τῆς γενέσεως, μόνην δὲ τὴν διὰ τὸν Ἀδὰμ ὀδύνην ἐνεργοῦσαν ἐν αὐτοῖς, οὐ κατὰ χρέος ὑπὲρ ἁμαρτίας, ἀλλὰ κατ᾽ οἰκονομίαν, διὰ τὴν κατὰ φύσιν περίστασιν κατὰ τῆς ἁμαρτίας, τὸν θάνατον· ὅς, ὁπόταν μὴ ἔχῃ γεννῶσαν αὐτὸν μητέρα τήν, ἧς γίνεσθαι πέφυκε τιμωρός, ἡδονήν, ἀϊδίου ζωῆς προδήλως καθίσταται πατήρ. Ὡς γὰρ τοῦ Ἀδὰμ ἡ καθ᾽ ἡδονὴν ζωὴ θανάτου καὶ