ἀντὶ τοῦ ἐν ταῖς ἁγίαις αὐτοῦ δυνάμεσιν. Πάντων γὰρ ἐκεῖ τε ταγμένων οὐδεμία λόγου παράβασις· «οὐρανῷ» δὲ οὐ τῷ παρερχομένῳ, εἰ καὶ ἐν αὐτῷ πάντα τετα γμένως κινεῖται· ἀλλ' ὅστις εἴρηται θρόνος εἶναι τοῦ Θεοῦ. Ἐν δὲ τῇ γῇ οὐδὲ μένει ὁ λόγος· οὐδὲ γὰρ ἔχει χώραν ὅπου πορνεία καὶ ἀκαθαρσία καὶ τὰ λοι πὰ πάθη. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Οὐκ εἶπε δὲ «τὸν αἰῶνα τῶν αἰώνων,» ἢ «τοῦ αἰῶ νος·» (μετὰ γὰρ τὸν αἰῶνα ὁ οὐρανὸς καὶ ἡ γῆ παρε λεύσονται·) ἐν ᾧ δέ «ἐστιν ὁ λόγος διαμένων.» ∆υ νατὸν γὰρ τέλειον εἶναι δοκοῦντα μὲν ἐπὶ γῆς τυγ χάνειν, τὸ πολίτευμα δὲ ἔχοντα ἐν τῷ οὐρανῷ. Οὕτως ἐστὶν ἐν αὐτῷ καὶ ἀεὶ ἡ ἀλήθεια. Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου. Ἐθε μελίωσας τὴν γῆν καὶ διαμένει, κ. τ. ἑ. Ταύτῃ δὲ τῇ ἀληθείᾳ ἡ γῆ τεθεμελίωται. Ἐπὶ τούτῳ γὰρ τῷ ἀκρογωνιαίῳ λίθῳ καταβεβλημένῳ θεμελίῳ οἰκοδο μοῦνται πάντες οἱ ἐκ γῆς σωζόμενοι· ὅθεν καὶ δια μένει ἡ γῆ ἀῤῥαγῆ καὶ ἀσφαλῆ κρηπῖδα καὶ θεμέλιον ἔχουσα. Ἀλλὰ καὶ φωτίσασα ἡ ἀλήθεια ἡμέραν ἣν ἐποίησε, Θεοῦ ἐπιλάμψαντος αὐτῇ, ἐν τῇ αὐτῇ διατά ξει μένει, οὐκ ἀλλασσομένη. Ὅτι τὰ σύμπαντα δοῦλα σὰ, κ. τ. ἑ. Εἰ τὰ σύμπαντα δοῦλα τοῦ Θεοῦ, πῶς ἐν ταῖς Παροιμίαις Σολομὼν περὶ τοῦ μύρμηκός φησιν· «Ἐκεῖνος, γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσποτείαν ὢν, ἑτοιμάζεται θέρους τὴν τροφήν.» Ὁ Θεὸς λέγεται δεσπότης διττῶς, ἢ ὡς δημιουργὸς, ἢ ὡς γινωσκόμενος. ∆ιὸ καὶ Παῦλος 12.1605 γράφει· «Ἐξελευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας ἐδου λώθητε τῷ Θεῷ,» δηλονότι κατ' ἀρετὴν καὶ γνῶσιν. «Ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.» Εἰ δὲ τοιούτου τέλους ἄμοιρός ἐστιν ὁ μύρμηξ, δηλονότι καὶ ταύτης τῆς δουλείας. Καλῶς οὖν λέγεται ὁ μύρμηξ μὴ εἶναι ὑπὸ δεσποτείαν, κατὰ ταύτην τὴν δεσποτείαν. Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου, κ. τ. ἑ. Μα κάριον ὄντως τὸ μὴ ἀπολέσθαι γεγονότας ἐν περιστά σεσιν, οἷον ἐπὶ μαρτυρίου. Εἰ μή τις προμελετήσει τὸν νόμον τοῦ Θεοῦ, ἀπόλλυται. Πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἐντολή σου σφόδρα, κ. τ. ἑ. Ὑπὲρ πάντας τοὺς ἔξωθεν λόγους οἱ λόγοι τῶν ἐντολῶν τοῦ Θεοῦ πλατύνουσι καθαίροντες τὴν ψυχήν. Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε· ὅλην τὴν ἡμέραν μελέτη μου ἐστίν, κ. τ. ἑ. Μελετᾶται νό μος οὐκ ἐν λέξεσι καὶ φωναῖς μόνον, ἀλλὰ καὶ ἐν πράξεσιν. Ὅτε γὰρ ἀναγινώσκει τις, νοῶν τὰ λεγό μενα, καὶ πράττων αὐτὰ, μὴ παραλιπὼν ἔν τινι πρά ξει, ἀλλὰ ἐν πᾶσι ποιῶν ὃ βούλεται ὁ νόμος, οὗτος καὶ λέγων καὶ ἀναγινώσκων καὶ πράττων μελετᾷ τὸν τοῦ Θεοῦ νόμον. Ἐνθάδε μὲν οὖν λέγεται, «Ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν,» ἐν δὲ τῷ πρώτῳ ψαλμῷ οὐ μόνον τὴν ἡμέραν, ἀλλὰ καὶ τὴν νύκτα φησὶ τὸν ἐσόμενον μακάριον δεῖν μελετᾷν τὸν νόμον. Τί δήποτε ἐνταῦθα παρέλιπε τὴν νύκτα; Ὅτι μικτός ἐστιν ἐνταῦθα τῶν ἀνθρώπων ὁ βίος, διὰ τοῦτο καὶ ἡμέραν νῦν ἔχομεν καὶ νύκτα· ὅταν δὲ ἅγιοι γενώ μεθα καὶ μακάριοι, νὺξ ἡμᾶς οὐ διαδέξεται, ἀλλ' ἐν μόνῃ ἐσόμεθα τῇ ἡμέρᾳ. Ὅρα οὖν ὡς μὲν ὁ ἐνταῦθα πορευόμενος, ἤτοι μὴ κατὰ βίον τέλειος (πορεία γάρ ἐστιν ἡ κατὰ κόσμον ἀναστροφή·) οὐδέπω καθαρῶς πορεύεται, ἀλλ' ὁτὲ μὲν ἐν ἡμέρᾳ ἐστὶν, ὁτὲ δὲ ἐν νυκτί· ἐν ἡμέρᾳ μὲν, ὅτε τὰ κατὰ τὸν νόμον καθή κοντα ποιεῖ· ἐν νυκτὶ δὲ, ὅτε οὐδέπω ὅλῃ καρδίᾳ (κἂν μελετᾷ τὸν νόμον,) ποιεῖ τὸν νόμον, ἢ καὶ ὅτε παρὰ τὰ καθήκοντα πράττει. Ὁ μὲν οὖν ἀρχόμενος, ἢ καὶ προκόπτων, μελετᾷ τὸν νόμον ἡμέρας καὶ νυκτός· ὁ δὲ τετελειωμένος οὐκ ἔστιν ἐν νυκτὶ, ἀλλ' ἐν ἡμέρᾳ, ὡς ὁ Παῦλός φησιν· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν.» Καὶ πάλιν· «Ἄρα οὖν οὐκέτι ἐσμὲν νυκτὸς οὐδὲ σκότους, ἀλλ' ἐσμὲν τέκνα φωτὸς καὶ ἡμέρας.» Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐν τολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν, κ. τ. ἑ. Νοῦς παθῶν γυμνωθεὶς καὶ γνώσεως μέτοχος γεγο νὼς πανουργότερος γίνεται τῶν δαιμόνων, λέγων πολλάκις τὸ τοῦ Παύλου, τὸ, «Οὐ γὰρ αὐτοῦ τὰ νοή ματα ἀγνοοῦμεν.» Τοῦ αὐτοῦ. Ἐχθροὺς νῦν φησιν ἐπιδικαζομένους τῶν ἐντολῶν, καὶ μισοῦντας ἡμᾶς· οἷς ἡμεῖς οὐκ ἐχθραίνομεν.