145
πρὸς αὐτὸν ὅρκοι καὶ οἱ τῆς ἐκκλησίας ἐγίνοντο. Ἐτομογράφουν δὲ καὶ οἱ ἀρχιερεῖς, ὑπ' ἀφορισμὸν ποιοῦντες τὸν ὃς καὶ ἐπανασταίη τῷ βασιλεῖ· εἶχε γὰρ εἰς ὑποψίαν τοὺς ἀδελφοὺς ἔτι, καὶ μᾶλλον τὸν δεσπότην Ἰωάννην, πολὺ τὸ θερμὸν παρ' ἐκείνῳ βλέπων εἰς μάχας καὶ τὴν παρὰ πάντων πρὸς ἐκεῖνον διὰ τὸ εὐεργετικὸν καὶ πρὸς τὰς δόσεις πρόχειρον τοῖς αἰτοῦσιν ἀγαθοθέλειαν· οὐδὲν γὰρ οὕτω δουλοῖ τὰς ψυχὰς τοῖς ἀνθρώποις ὡς ἡ μετὰ χάριτος εὐποιία. Κἂν ἀφέλοιο τὸ εὐεργετικὸν τῶν ἀρχόντων, εὑρήσεις ἐκείνους ἀλαλάζοντα τύμπανα, ἃ κτύπον ἔχουσι ἐν τῷ μᾶλλον εἶναι κενά. Οὕτω καὶ λόγος παρ' ἄρχουσιν ἄπρακτος, κρεῖττον ὂν τὸν δυνάμενον εὖ ποιεῖν πρᾶξιν ἔχειν τὸν λόγον ἤ, λέγοντα μόνον, τὸν ἄρχοντα ψεύδεσθαι· καὶ μαρτύριον ἀληθὲς αἱ ὠφελοῦσαι βοτάναι καὶ τῷ βίῳ τῶν ἀνθρώπων χρήσιμοι, αἳ δὴ σιγηλῶς τὸ ὠφελοῦν προΐσχονται. Εἰ δέ τινας μικρολόγως ἡ τῶν χρημάτων ἀπουσία λυπεῖ, δειξά τωσαν ἐκεῖνοι τὴν παρουσίαν τί πρὸς ἡδονὴν συμβάλλεται· καὶ εἰ ἡδονὴν ζητοῖεν, πολλῷ κάλλιον τήν τ' ἐνεστῶσαν ἔχειν καὶ τὴν μέλλουσαν ἐλπίζειν, ἁπάντων μὲν εὐφημούντων τὸν εὐεργέτην, Θεοῦ δ' ὑπισχνουμένου τὸ μέλλον. Ἴστωσαν δ' ὅτι Πτολεμαίου μὲν καὶ Ἀλεξάνδρου καὶ τοῦ τὴν βασιλείαν τῇ εὐεργεσίᾳ ὁρίζοντοςοὐ γὰρ ἔχω λέγειν τοὔνομα, οἶμαι δέ, Τίτος ἦν ταῦτα τὰ χρήματα, δι' ὧν ἑαυτοῖς προσποιήσαντες τὴν ἀθάνατον εὔκλειαν, ἡμῖν καὶ αὖθις ἀφῆκαν, μηδὲν δαπανήσαντες. Καὶ οὕτως ἐστὶν ἀδαπάνητος 417 πλοῦτος ἡ εὐποιία, ἣν ἐκεῖνος ἔχων πρὸς πάντας καὶ ὑπὲρ βασιλεῖς ἐκλεΐζετο. Ταῦτ' ἄρα καὶ ὑποπτευόμενος πολλὰ παρῃρεῖτο τῶν ὄντων· τὴν γὰρ ἀρχὴν ἐνεχωρεῖτο τούτῳ μὴ ὅτι βαρδαρειώτας καὶ κορτιναρίους μόνον καὶ τοὺς ἐπὶ τοῦ κοιτῶνος ἔχειν καί γε τοὺς ἐπὶ τῆς εἰσαγωγῆς, οὓς δὴ καὶ ἑται ρειάρχους λέγουσιν, ἀλλά τι καὶ πλέον τῶν τῆς βασιλικῆς θεραπείας συνεπιφέρεσθαι. Ἀλλ' εἰς τὸ πρόσθεν ἰὼν ἐξησθένει, τὰ μὲν ἑκών, τὰ δ' ἄκων προσαφαιρούμενος. Καὶ γὰρ καὶ τὸ πολὺ τῆς οἰκονομίας ἀφῄρητο· νῆσοι γὰρ πᾶσαι τὸ πρότερον, Μιτυλήνη λέγω καὶ Ῥόδος, καὶ κατὰ γῆν πλεῖστά τε καὶ μέγιστά οἱ εἰς αὐτάρκη πρόνοιαν ἦσαν. Τότε δὲ καὶ τὴν δουλείαν ἐμφαίνων πρὸς τὸν νεωστὶ βασιλεύοντα, εἴ πού τι καὶ εἰς φιλοτιμίας λόγον χλαμύδα παρὰ βασιλέως ἐλάμβανε, μέγας ὤν, μικροῖς ἱματίοις καὶ ἐς γόνυ μόλις περιεστέλλετο, καὶ ὁ ἥρως ἐκεῖνος ἐπὶ τῶν ἀνακτόρων πολὺ πλέον ταῖς παιδικαῖς ἀμπεχόναις ἐνηγλαΐζετο ἢ τοῖς ἰδίοις καὶ κατὰ τρόπον τοῦ σώματος ἔχουσιν. Οὕτως ἐκεῖνος, ἐκ τῶν ἔξω καὶ οἷς ἐποίει, τὴν ἔνδον διάθεσιν καὶ ἃ ἐλογίζετο παρενέφαινεν, ὅπου καὶ αὐτὴν δὴ τὴν διὰ μαργάρων καλύπτραν καὶ τὰ ὀξύλευκα παράσημα ἀπεβάλετο, κατὰ τρόπον ὃς καὶ μετ' οὐ πολὺ ῥηθήσεται, τὸ ταπεινὸν ἑαυτῷ προνοῶν διὰ τὸ ἐκεῖθεν ἀσφαλὲς καὶ πάσης καχυποψίας ἀνώτερον.
λʹ. Τοῦ μεγάλου κονοσταύλου τοῦ Ταρχανειώτου πρὸς τὸν πενθερὸν αὐτοῦ Ἰωάννην αὐτομόλησις. Ἀλλὰ πρότερον ἢ τοῦτο ῥηθῆναι, τὸ κατὰ τὸν μέγαν κονοσταῦλον τὸν Ταρχανειώτην Ἀνδρόνικον καὶ ἀνεψιὸν τοῦ κρατοῦντος λεγέσθω. Ἔφθασεμὲν ὁ λόγος καὶ γαμβρὸν ἀπέδειξε τοῦτον τοῦ ∆ούκα Ἰωάννου καὶ ἐξ ἀξιωμάτων σεβαστοκράτορος. Τούτῳ τοίνυν τὰ κατὰ τὴν Ὀρεστιάδα τε καὶ τὰ ἐνδότερα τοῦ Αἵμου ἐπιτετράφατο, καὶ ἦν αὐτῷ συνάμα τῇ γυναικὶ κάθισμα ἡ Ἀδριανούπολις. Ὡς γοῦν ἐκεῖσε ὄντι χρόνος ἐτρίβετο πλεῖστος, 419 οὐκ οἶδ' ὅ τι παθών, ὡς δ' ὁ τῶν πολλῶν λόγος ἔχει, τῷ ἀδελφῷ Μιχαήλ, ὑστέρῳ γε ὄντι αὐτοῦ, εἰς μέγαν δομέστικον καταστάντι, ἐγκοτῶν ἐκτόπως, δι' αὐτὸν δὲ καὶ τῷ τιμήσαντι, βουλὴν βουλεύεται λίαν αἰσχρὰν καὶ τοῦ γένους ἀναξίαν· εἰς νοῦν γὰρ βαλλόμενος αὐτομολεῖν πρὸς τὸν πενθερόν, ἐπεί, ἐν καταστάσει τῶν ἐκεῖ πραγμάτων ὄντων, οὐκ ἀνυστά οἱ τὰ τῆς αὐτομολίας διέγνω γίγνεσθαι, τὴν ἐπὶ τῆς πέτρας σηπίην μιμεῖται. Ἐκείνη γάρκαὶ σιωπῶ τὸν φυσικὸν λόγον οὐχ ὡς ἐξέρασμα τὸ μέλαν δεχόμενον, ἀλλ' ἀκούσιον διαχώρημα, ῥυὲν ἐξαίφνης τῷ φόβῳ, συστελλομένης τῆς καθεκτικῆς δυνάμεως, ᾧ δὴ καὶ συμβεβηκότως τὸ ζῷον εἰς βοήθειαν χρᾶται καὶ ἀποφυγὴν τῶν