146
δεινῶν, ἐκείνη τοίνυν, θέλουσα φεύγειν τοὺς θηρατάς, ἐξεμεῖ τὸ μέλαν καὶ τὸν πόντον συγχέει καὶ οὕτως ῥᾳδίᾳ τῇ φυγαδείᾳ χρῆται. Κἀκεῖνος, συγχεῖν θέλων τὰ πράγματα, ὡς βοηθησόμενος πρὸς τὴν φυγὴν τῇ συγχύσει, Τοχάρων ἐξελθεῖν γένος παρασκευάζει, οἳ καὶ φανέντες τὴν γῆν πᾶσαν ἐκείνην ἐπέθεον, ὡς ἐπὶ κέρδει συγκληθέντες. Ἃ τοίνυν ἐκεῖνοι τὸ τηνικάδε τοὺς ἀνθρώπους ἔδρασαν, ἰδίαν ἀπαιτεῖ σχολὴν πρὸς τὴν τῶν δεινῶν ἐξαγγελίαν, οὐ γράμμασιν, ἀλλὰ δάκρυσι γνωριούμενα· πλὴν ὡς ἂν ἀσφαλῶς εἴποι τις, οὐχ ἥττω ταῦτα τῶν μετὰ τοῦ Κωνσταντίνου προτέρων σφαγῶν. Αὐτὸς δὲ τῇ τότε συγχύσει προσβοηθούμενος, ἅμα γυναικὶ αὐτομολεῖ πρὸς τὸν πενθερόν. Ὁποίας γοῦν τῆς ἀναδοχῆς ἐκεῖθεν εὐμοίρησε, περιττὸν ἴσως καὶ λέγειν, ὅμως δὲ ὕλην ἐδίδου τὴν μάχην ἀνάπτεσθαι. Καὶ τέως ὁ ∆ούκας, τοῖς ἰδίοις ἀρκούμενος, ἡσύχαζεν ἀναμένων, ἔστι δ' οὗ καὶ τὸν ἴδιον τρόπον κατασκευάζων ἐπὶ τὰ τοῦ βασιλέως ἐπιτειχίσματα καὶ τὰ περὶ τὰ Ἰωάννινα παρασπῶν. Ἠρεμεῖν δ' οὐκ ἦν ὅλως ἐκείνῳ, ἀνδρὶ μάχαις χαίροντι καὶ πολέμοις, ἐξ ὧν κερδαίνειν ἀεί ποτ' ἤλπιζεν. Ἡ γὰρ τοῦ ἐνεργοῦ σχολὴ καὶ ὑπὲρ τὴν τοῦ ἀργοῦ ἀσχολίαν τὰ μέγιστα κατεργάζεται· ὡς γὰρ ἀργῆς ψυχῆς καὶ κατερρᾳθυμημένης τὸ ἐνευκαιρεῖν ἐν κενοῖς, οὕτω θερμῆς καὶ σπουδαίας τὸ χωρεῖν ὁμόσε τοῖς πράγμασιν. Οὕτως ἦν ἐκεῖνος τῷ τότε, τῆς αὐτοῦ πείρας καὶ στρατηγίας ὕλῃ τοῖς παρεμπίπτουσι χρώμενος, οὐ πολεμῶν ὅτε δόξοι τοῖς ἐναντίοις, ἀλλὰ μᾶλλον τῷ ἐνεργεῖν διεγείρων καὶ τὸν ἀπάλαμνον. 421
λαʹ. Ἐκστρατεία τοῦ δεσπότου Ἰωάννου συνάμα χιλιάσι στρατοῦ πρὸς τὸν Ἰωάννην καὶ τὰ τῆς ἀνδραγαθίας τοῦ Ἰωάννου. Ταῦτ' ἄρα καὶ βασιλεύς, δεινοπαθῶν ἐπὶ τούτοις, δυνάμεις παρασκευάζεται πλείους, πλῆθος ὡσεὶ τεσσαράκοντα σὺν τῷ ναυτικῷ χιλιάδων, ὡς λέγεται, καί, παραδοὺς τῷ δεσπότῃ, πέμπει διὰ ταχέων ἐπὶ τὸν Ἰωάννην. Συνεκπέμπει δ' ἐκείνῳ καὶ ἄλλους πλείους τῶν λοχαγῶν καὶ ἐκ μεγιστάνων, ὧν εἷς ἦν καὶ ὃν εἶχε δομέστικον τῆς τραπέζης· ὁ δ' ἦν ὁ Καβαλλάριος Ἀλέξιος, ἀνὴρ γεννάδας καὶ ἀνδρικός, ὃς καὶ παραπήλαυσεν ὕστερον τοῦ πολέμου, τοξευ θεὶς ἐν τῇ μάχῃ παρά του· κἀκείνῳ μὲν κλέος, ἑαυτῷ δὲ τὸ πεσεῖν εὐκλεῶς παρέσχεν, οὗ κάλλιστον τοῖς νέοις πίπτειν πεσών. Ὡς γοῦν τὰς δυνάμεις παραλαβὼν ὁ δεσπότης πρὸς δύσιν ἤλαυνεν, θαρρῶν ταῖς παρα σκευαῖς, ὡς καὶ αὐτὸ κινήσων τὸ ἔδαφος, ὁ βασιλεὺς καὶ λαὸν διὰ θαλάσσης ὁπλίζει καί, στόλον ἐξαρτυσάμενος ἱκανὸν ἔκ τε πόλεως καὶ τῶν ὁπουδήποτε χωρῶν τε καὶ νεωρίων, ὡς εἶναι τὰς πάσας ναῦς μακράς τε ἅμα καὶ ταχυναυτούσας τρεῖς πρὸς τοῖς ἑβδομήκοντα, παραδοὺς ταύτας τῷ πρωτο στράτορι Φιλανθρωπηνῷ, καὶ αὐτὸν ἐκπέμπει, ταῖς Λατινικαῖς χώραις προστάσσων, εἴ ποι παρείκοι, προσβάλλειν· οὕτω γὰρ μᾶλλον εὐοδεῖν τὸν κατὰ γῆν πόλεμον ᾤετο, εἰ ἔχοντες καθ' αὑτοὺς οἱ Λατῖνοι τὸν περὶ σφίσι φόβον τῆς πρὸς τὸν Ἰωάννην βοηθείας ἀπόσχοιντο. Καὶ δὴ τὴν ταχίστην τῷ τόπῳ τῶν Νέων Πατρῶν ἐπιστάντος τοῦ δεσπότου, ἔκπληξις κατεῖχε πάντας καὶ ταραχή, ὡς προσχωρεῖν μὲν ἐντεῦθεν ἐκείνῳ τὰς χώρας, γνωσιμαχεῖν δὲ τὰ φρούρια, ὡς μικρὸν ἀντισχόντα, ὅσον ἀφοσιώσασθαι τὴν πίστιν τῷ Ἰωάννῃ, προδοῦναι, μὴ ἐνεγκόντα τὴν ἔφοδον· ποῦ γὰρ ἄν τις καὶ ἤλπισεν ἐξ ἄλλου τινὸς τρόπου καὶ μηχανῆς σῴζεσθαι; Ὁ μέντοι γε Ἰωάννης, τοὺς περὶ αὑτὸν καὶ μόνους ἔχων, τῷ πλήθει κατὰ πολὺ λειπόμενος, ταῖς ἐπινοίαις ἐπεχείρει σῴζεσθαι· ὅθεν καί, νῦν μὲν ἔνθα, νῦν δ' ἐκεῖσε προ βαίνων, ὡς οἷόν τε ἦν, κατησφαλίζετο τὰ αὑτοῦ· τὸ γὰρ χωρεῖν εἰς μάχην ἕν τι τῶν ἀδυνάτων ἐδόκει. Ἀλλ' οἱ τοῦ δεσπότου, ἰχνηλατοῦντες οἷον 423 ἐκεῖνον, ἐπέτρεχον συνεχέστερον, προκαταλαμβάνοντες τόπους οἷς αὐτὸν ᾤοντο σῴζεσθαι· ὅθεν καὶ τῷ ἀποχωρεῖν μὲν προσῆγεν ἐκείνους, τῷ δέ γε δειλίαν ἐμφαίνειν θαρραλεωτέρους ἐποίει προσβάλλειν· τῷ γὰρ πλήθει περιῆσαν καὶ κατημέλουν διώκοντες. Ὡς δὲ κόρον ἐκεῖνος ἐλάμβανε τῆς ἀποφυγῆς καὶ τὰ ἔξω προσυπώπτευεν, ἤδη τῶν ἁπάντων καταληφθέντων, ἔγνω φρουρίῳ ἑαυτὸν