De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν." Ἀναπλαττόμεθα γὰρ εἰς εἰκονισμὸν τὸν πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἤτοι πρὸς Θεόν, διὰ πίστεως καὶ ἁγιασμοῦ, καὶ τῆς πρὸς αὐτὸ σχέσεως, δῆλον δὲ ὅτι τῆς κατὰ μέθεξιν καὶ εἰσκεκριμένως, εἰ καὶ θείας φύσεως ὠνομάσμεθα κοινωνοί. {Β.} Οὐκ ἂν ἔχοιμί τι τοῖς εἰρημένοις ἐπιτιμᾶν. {Α.} Ναοὶ δὲ Θεοῦ, καὶ μὴν καὶ θεοὶ κεκλήμεθα καὶ ἐσμέν, ἀνθότου γε δή; Πύθου τῶν δι' ἐναντίας, εἴπερ ἐσμὲν ἀληθῶς ψιλῆς καὶ ἀνυποστάτου χάριτος μέτοχοι; Ἀλλ' οὐχ ὧδε ἔχει ποθέν. Ναοὶ γάρ ἐσμεν τοῦ ὄντος τε καὶ ὑφεστη κότος Πνεύματος· κεκλήμεθα δὲ δι' αὐτὸ καὶ θεοί, ἅτε δὴ τῇ θείᾳ τε καὶ ἀπορρήτῳ φύσει τῇ πρὸς αὐτὸ συναφείᾳ 640 κεκοινωνηκότες. Ἔκφυλον δὲ εἴπερ ἐστὶν ἀληθῶς καὶ τῆς θείας φύσεως διῳκισμένον οὐσιωδῶς τὸ θεοποιοῦν ἡμᾶς Πνεῦμα δι' ἑαυτοῦ, διημαρτήκαμεν τῆς ἐλπίδος, αὐχήμασι τοῖς εἰς τὸ μηδὲν οὐκ οἶδ' ὅπως ἠγλαϊσμένοι. Ποῦ γὰρ ἔτι θεοὶ καὶ ναοὶ Θεοῦ, κατὰ τὰς Γραφάς, διὰ τὸ Πνεῦμα τὸ ἐν ἡμῖν; Τὸ γάρτοι τοῦ εἶναι Θεὸς τητώμενον, πῶς ἂν ἐνθείη τὸ χρῆμα ἑτέροις; Ἀλλὰ μήν ἐσμεν ναοὶ καὶ θεοί. Προσεκτέον δὲ οὔτι που τοῖς πεπλανημένοις. Οὐχ ἑτεροού σιον ἄρα πρὸς Θεὸν τὸ Πνεῦμα αὐτοῦ. {Β.} Ἀλλ' εἴπερ ἐστὶν οὐχ ἑτεροούσιον, ὡς σὺ φῄς, διὰ τί μὴ καὶ αὐτό, φασίν, ἢ Πατήρ ἐστιν, ἢ Υἱός; {Α.} Εἶτα φύσεως, εἰπέ μοι, τῆς ἀνωτάτω καὶ πάντα ὑπερκειμένης ἀπολισθήσειν εἰκότως τὸ Πνεῦμα τὸ ἅγιον ὑπειλήφασιν, ἐπεὶ μήτε Πατήρ ἐστι μήτε Υἱός; {Β.} Ὧδέ πη δοξάζουσι. {Α.} Καὶ μὴν ἀνούστατά γε καὶ δυσσεβέστατα καὶ τόδε συνθέντες ἁλοῖεν ἂν εἰς τὴν τῶν ἁπλουστέρων καταστροφήν, εἰ τοῖς τῆς ὀρθότητος ἐνορῴῃ τις λόγοις. Οὐ γὰρ ἔν γε τῷ εἶναι Πατὴρ Θεός ἐστιν ὁ Πατήρ· οὐδὲ αὖ ἐν τῷ εἶναι Υἱὸς Θεός ἐστιν ὁ Υἱός. Ἐπεὶ φράσον, ἆρ' οὐχὶ πάντη τε καὶ πάντως, εἰ τὸ γεννῶν καὶ γεγεννημένον, τοῦτό ἐστι θεότης ἡ κατὰ φύσιν, πᾶν εἴ τι τέτοκεν, ἤτοι γεγέννηται, εἴη ἂν πάντως που καὶ Θεὸς ἀληθῶς; Ἀλλ' ἔστι θρασὺς ὁμολογουμένως ὁ ἐπὶ τῷδε λόγος. Οὐ γὰρ Θεὸς ὁ Πατὴρ ὅτι γεγέννηκεν, οὐδ' αὖ Θεὸς ὁ Υἱὸς ὅτι γεγέννηται· ἀλλὰ Θεὸς ὢν τέτοκεν ὁ Πατήρ, καὶ Θεὸς ὑπάρχων γεννητός ἐστιν ὁ Υἱός. Οὐδὲν οὖν ἄρα τὸ παρωθοῦν καὶ ἐξεῖργον ἔτι τοῦ τῆς θείας φύσεως ἴδιον εἶναι πιστεύειν τὸ ἐξ αὐτῆς τε καὶ ἐν αὐτῇ φυσικῶς ἅγιον Πνεῦμα, κἂν εἰ μήτε Πατήρ, μήτε μὴν Υἱὸς εἴη ἄν, ἀλλ' ἥτις ποτέ ἐστιν ἡ τοῦ Πνεύματος φύσις, πολυπραγμονεῖν ἀναγκαῖον, τὴν τῶν ὀνομάτων ἰδιότητα μεθέντας εἰς τὸ παρόν, οὐχὶ τῆς θεότητος οὖσαν δεικτικήν, ἀλλ' ἑκάστου τῶν ὠνομασμένων τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τῆς ὑπάρξεως τρόπος εὖ μάλα κατασημαί νουσαν. Ὅτι γὰρ τέτοκε δηλοῖ τὸ Πατήρ, καὶ ὅτι γεγέννηται διεσάφησε τὸ Υἱός. Καὶ μὴν ὅτι τὸ Πνεῦμά ἐστιν ἐκ Θεοῦ Πατρός, ἴδιον δὲ καὶ αὐτοῦ τοῦ Υἱοῦ, δίκην τοῦ καθ' ἡμᾶς καὶ ἀνθρωπίνου πνεύματος, εἰ καὶ ἐν ὑποστάσει νοοῖτο καὶ ὑπάρχον ἀληθῶς, διαμεμήνυκεν ἡ κλῆσις. {Β.} Ὁποία τις οὖν ἄρα ἐστὶν ἡ τοῦ Πνεύματος φύσις; {Α.} Ἥπερ ἂν νοοῖτο καὶ ἡ τοῦ Πατρὸς καὶ ἡ τοῦ Υἱοῦ· καὶ ἀπόρρητος μὲν ὁμολογουμένως, ὑπερανέστηκε δὲ νοῦ 641 τε καὶ λόγου τοῦ καθ' ἡμᾶς τὸ μέτρον ἡ περὶ τῆς θεότητος δόξα. Τοῖς δ' οὖν ὁρᾶν εἰθισμένοις, κἂν γοῦν ἐν ἐσόπτρῳ καὶ αἰνίγματι, καὶ γινώσκουσιν ἐκ μέρους, ἰσχναί πως ἀνίσχουσι τῆς θεοπτίας αὐγαί, τὸν τῆς διανοίας αἰθέρα περιαστράπτουσαι, καὶ πρὸς γνῶσιν αὐτοὺς ἀποφέρουσαι τὴν ἐνδεχομένην. Ἁπλῆ τοιγαροῦν καὶ ἀσύνθετος ἡ παντός ἐστιν ἐπέκεινα φύσις, ὑποστάσεων μὲν ἰδιότησι, προσώπων δὲ καὶ ὀνομάτων διαφοραῖς ἐξευρυνομένη, καὶ εἰς ἁγίαν ἰοῦσα Τριάδα, πλὴν ἑνότητι φυσικῇ καὶ τῇ κατὰ πᾶν ὁτιοῦν ἀπαραλλάκτῳ ταὐτότητι πρὸς ἕν τι συντρέχουσα, τὸ Θεὸς ὄνομά τε καὶ χρῆμα, ὥστε καὶ ἐν ἑκάστῳ τὴν ὅλην νοεῖσθαι φύσιν, μετὰ τοῦ προσεῖναι καὶ τὸ ἴδιον αὐτοῦ, δῆλον δὲ ὅτι τὸ καθ' ὑπόστασιν. Μένει γὰρ ἕκαστον τοῦθ' ὅπερ ἐστίν, ἑνώσει τῇ πρὸς τὰ ἕτερα φυσικῇ κἀκεῖνα πλουτοῦν ἐν ἰδίᾳ φύσει. Ἔστι γὰρ ὁ Πατὴρ ἔν τε τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, ὁμοίως δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἔν τε τῷ Πατρὶ καὶ ἐν ἀλλήλοιν. {Β.} Καὶ τίς ἂν γένοιτο τούτων ἡ πίστις; {Α.} Τὸ Γράμμα τὸ ἱερόν, ἡ θεόπνευστος Γραφὴ