147
ἡμεῖς, ὁ οἶκος τοῦ Θεοῦ γενέσθαι χάριτι διὰ Πνεύματος ἀξιωθέντες, τοσαύτην ὑπὲρ δικαιοσύνης εἰς κατάκρισιν τῆς ἁμαρτίας ὑπομονὴν ἐπιδείκνυσθαι παθημάτων ὀφείλομεν καὶ ὡς κακοῦργοι τὸν ἐφύβριστον, ἀγαθοὶ τυγχάνοντες, προθύμως ἀποφέρεσθαι θάνατον, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ Εὐαγγελίῳ, τουτέστι, ποῖον ἔσται τὸ τέλος ἤγουν ἡ κρίσις τῶν οὐ μόνον ζῶσάν τε καὶ ἐνεργουμένην κατά τε ψυχὴν καὶ σῶμα γνώμῃ τε καὶ φύσει τὴν καθ᾽ ἡδονὴν τοῦ Ἀδὰμ κρατήσασαν τῆς φύσεως γένεσιν μέχρι τέλους διὰ σπουδῆς ἐσχηκότων, ἀλλὰ μήτε προσδεξαμένων (14Γ_216> παρακαλοῦντα τὸν Θεὸν καὶ Πατέρα δι᾽ Υἱοῦ σαρκωθέντος, μήτε μὴν αὐτὸν τὸν ὑπὲρ τοῦ Πατρὸς πρεσβεύοντα μεσίτην καὶ Υἱὸν καὶ ὑπὲρ τῆς ἡμῶν εἰς τὸν Πατέρα καταλλαγῆς ἑαυτὸν βουλήσει τοῦ Πατρὸς εἰς τὸν ὑπὲρ ἡμῶν θάνατον κατὰ θέλησιν προϊέμενον, ὅπως δι᾽ ἑαυτὸν ἡμᾶς τοσοῦτον δοξάσῃ, τῷ κάλλει καταφαιδρύνας τῆς οἰκείας θεότητος, ὅσον δι᾽ ἡμᾶς αὐτὸς κατεδέξατο τοῖς ἡμῶν ἀτιμασθῆναι παθήμασιν; Τοῦτο γάρ, ὡς οἶμαι, τυχόν ἐστι τὸ τοῦ Θεοῦ Εὐαγγέλιον· πρεσβεία Θεοῦ καὶ παράκλησις πρὸς ἀνθρώπους δι᾽ Υἱοῦ σαρκωθέντος καὶ τῆς πρὸς τὸν Πατέρα καταλλαγῆς μισθὸν δωρουμένου τοῖς πειθομένοις αὐτῷ τὴν ἀγένητον θέωσιν(16).
∆ιὸ σχετλιάζων τοῖς ἐφεξῆς τοὺς ἀπειθεῖς ὁ μέγας ἀπόστολός φησιν· καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; δίκαιον λέγων, ὡς εἰκός, τὸν πιστὸν καὶ φύλακα τῆς δοθείσης κατὰ τὸ βάπτισμα χάριτος καὶ διὰ πολλῶν παθημάτων ἀκαθαίρετον διατετηρηκότα τὴν διὰ τοῦ Πνεύματος υἱοθεσίαν, σωτηρίαν δὲ τὴν ἐκ Θεοῦ τοῖς ἀξίοις δοθησομένην πληρεστάτην τῆς θεώσεως χάριν, ἧς μόλις ἐπιτεύξεται καὶ ὁ κατ᾽ ἄκρον πάντων τῶν θείων ἀνθεκτικός, ἀσεβῆ δὲ καὶ ἁμαρτωλὸν τὸν τῆς εὐαγγελικῆς ἀλλότριον χάριτος, ἀσεβῆ μὲν διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν, ἁμαρτωλὸν δὲ διὰ τὴν ζῶσαν ἐν αὐτῷ κατὰ τὴν φθορὰν τῶν παθημάτων τῆς παλαιότητος γένεσιν. Ἢ τυχὸν ἀσεβῆ μὲν ἐκάλεσεν ὁ λόγος τὸν μόνης παντελῶς ἐστερημένον τῆς κατὰ Χριστὸν ἐπιγνώσεως, ἁμαρτωλὸν δὲ τὸν πιστὸν μέν, παραβάτην δὲ κατ᾽ ἐμὲ τῶν εὐαγγελικῶν ἐντολῶν τῶν καθαρὸν διατηρουσῶν τὸν διὰ τοῦ ἁγίου βαπτίσματος χιτῶνα τῆς ἀφθαρσίας· ὧν ἡ θέσις, τοῦ ἀσεβοῦς τέ φημι καὶ ἁμαρτωλοῦ, τοῖς ἐπιμελουμένοις τῆς μυστικῆς ποσῶς κατείληπται γνώσεως. Τὸ γὰρ ποῦ θέσιν δηλοῖ σαφῶς(17) τοπικῆς (14Γ_218> οὐκ ἀμοιροῦσαν περιγραφῆς· ἧς εἴπερ ἡ τοῦ δικαίου θέσις ἀντιδιαιρεῖται, οὐκ ἔσται ποῦ πάντως κατὰ τὴν θέσιν ὁ δίκαιος, τὴν ὑπὲρ τὸ ποῦ κατὰ τὴν χάριν θέσιν εἰληφὼς αὐτὸν τὸν Θεόν, ὡς ἡ ὑπόσχεσις. Ὁ γὰρ Θεὸς οὐ ποῦ, ἀλλὰ παντὸς ἀσχέτως ἐπέκεινα ποῦ, ἐν ᾧ πάντων τῶν σῳζομένων ἡ ἵδρυσις ἔσται κατὰ τὸ γεγραμμένον γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με· οὗτινος πᾶς ὁ μὴ καθοτιοῦν μεθέξων τῆς τοῦ εὖ εἶναι κατὰ τὴν σχέσιν δυνάμεως(18) μέλει σώματος ἐοικὼς ἔσται πάμπαν ἀμοιροῦντι τῆς κατὰ ψυχὴν ζωτικῆς ἐνεργείας.
Ἢ πάλιν, ἐπειδὴ πάντων τῶν σῳζομένων ὁ Θεὸς ἔσται τόπος, ἀπερίγραφός τε καὶ ἀδιάστατος καὶ ἄπειρος, πᾶσι πάντα γινόμενος κατὰ τὴν ἀναλογίαν τῆς δικαιοσύνης, μᾶλλον δὲ κατὰ τὸ μέτρον τῶν μετὰ γνώσεως ὑπὲρ δικαιοσύνης ἐνταῦθα παθημάτων ἑαυτὸν ἑκάστῳ δωρούμενος, καθάπερ ψυχὴ σώματος μέλεσι κατὰ τὴν ὑποκειμένην ἑκάστῳ μέλει δύναμιν ἑαυτὴν ἐνεργοῦσαν ἐκφαίνουσα καὶ πρὸς τὸ εἶναι δι᾽ ἑαυτῆς τὰ μέλη συνέχουσα πρὸς ζωὴν συγκρατούμενα, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται, ταύτης ἐστερημένος τῆς χάριτος; Ὁ γὰρ μὴ δυνάμενος ἐνεργουμένην τὴν κατὰ τὸ εὖ εἶναι τοῦ Θεοῦ δέξασθαι παρουσίαν ποῦ φανεῖται, τῆς θείας ζωῆς τῆς ὑπὲρ αἰῶνα καὶ χρόνον καὶ τόπον ὑπομείνας τὴν ἔκπτωσιν;
Οὐκοῦν, εἴτε κατὰ τὴν πρώτην ἐπιβολὴν καταφατικῶς ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται, περιγεγραμμένης οὐκ ἔσται ζωῆς τὸ παράπαν ἐλεύθερος(19), τὴν πᾶσαν διαφεύγουσαν περιγραφὴν καὶ παντὸς ἐπέκεινα τόπου ζωὴν