τῷ μὴ τούτοις ὁμοιωθῆναι. Ἐκκλίνατε ἀπ' ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξ ερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου, κ. τ. ἑ. Ἐὰν μὴ ἐκκλίνωσιν ἀφ' ἡμῶν οἱ δαίμονες, τὰς ἐντολὰς τοῦ Θεοῦ ποιεῖν οὐκ ἰσχύομεν· πρὸς γὰρ ταύτας μάλιστα ἵστανται, διὰ τὸ προξένους ἡμῖν γενέσθαι τῆς γνώ σεως τοῦ Θεοῦ. Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζήσο 12.1613 μαι, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου, κ. τ. ἑ. «Ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλ πὶς οὐ καταισχύνει.» Τοῦ αὐτοῦ. «Κατὰ τὸ λόγιόν σου·» τουτέστι κατὰ τὴν ὑπόσχεσίν σου. Ἐπηγγείλω γὰρ ἐν τῷ νόμῳ ὑπερασπίζειν τῶν φυλασσόντων αὐτόν. Τοῦτον τοί νυν ἔχοντα τὸν σκοπὸν τῆς σῆς προνοίας ἀξίωσον, ἵνα μὴ ἐπιτυχὼν τῆς ἐλπίδος, αἰσχύνης ἀναπλησθῶ. Τὸ δὲ λόγιον ἐνταῦθα τὴν ὑπόσχεσιν δηλοῖ· ἀντὶ τοῦ· Τὴν ἐπαγγελθεῖσάν μοι παράσχου σωτηρίαν. Βοήθησόν μοι, καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντὸς, κ. τ. ἑ. Εἰ γὰρ καὶ ἔφη· «Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σὺ,» ἀλλὰ δεῖται βοηθείας ἀδιαλείπτου. Ἐν ὅσῳ γάρ ἐσμεν ἐνταῦθα, οὔπω τέλειον τὸ «σωθήσομαι,» ἀλλ' ὅταν μετὰ τῶν ἀγγέλων ζήσωμεν τοῦ Θεοῦ. Τότε γὰρ καὶ μελέτη δικαιωμάτων πρόσωπον πρὸς πρόσωπον, οὐ κατὰ τὴν σκιὰν, ἀλλὰ κατὰ τὴν ἀλήθειαν. Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρ τωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου, κ. τ. ἑ. Ἡμεῖς μὲν «παραβαίνοντας» λέγομεν τοὺς δεδιδαγμένους τὸν λόγον, καὶ μετὰ τὸ δεδιδάχθαι, μὴ τετηρηκότας, ἀλλ' ἀποστάντας καὶ παραβεβηκό τας. Οὗτος δὲ ὁρᾷ, ὅτι πάντες ἔχουσιν ἀφορμὰς πρὸς καλοκἀγαθίαν, εἰ καὶ μὴ ἐδιδάχθησαν· ὥστε μὴ μό νους παραβάτας λέγεσθαι τοὺς μετὰ τὴν πίστιν ἀπο στάντας, ἀλλὰ καὶ τοὺς ὁπωσποτοῦν ἁμαρτάνοντας. Ἁμαρτωλοὶ δὲ τῆς γῆς οἱ ἐπὶ γῆς ἡμαρτηκότες ἄν θρωποι. Ἄλλοι γάρ εἰσιν ἁμαρτωλοὶ οὐρανοῦ, πρὸς οὓς ἡμῖν ἐστιν ἡ πάλη «πρὸς τὰ πνευματικὰ τῆς πο νηρίας ἐν τοῖς ἐπουρανίοις.» Ἐκεῖ γὰρ πρῶτον ἁμαρτόντες, ὕστερον καὶ ἐπὶ γῆς τοῦτο ποιοῦσιν. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην, κ. τ. ἑ. Ὁ καθηλούμενος σταυροῦται. Ζητῶ οὖν τὸν σταυρὸν, καὶ ζητῶ μήποτε ὁ σταυρός ἐστιν ὁ φόβος τοῦ Θεοῦ. Καὶ γὰρ εἶπεν ὁ Σωτήρ· «Ὃς ἐὰν μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος.» Πολλάκις δὲ διεστειλάμεθα περὶ φόβου καὶ ἀγάπης· καὶ τελειότερον εἰρήκαμεν τὸν ἀγαπῶντα τοῦ φοβου μένου, καὶ ἀναγκαῖον εἶναι τὸν φόβον πρὸς εἰσαγω γήν. Ὅπου δὲ εἰσέλθῃ «τελεία ἀγάπη, ἔξω βάλλει τὸν φόβον.» Ἐπεὶ τοίνυν εὑρίσκεται καθηλούμενος ἐκ τοῦ φόβου ὑπὸ τοῦ Θεοῦ ὁ δίκαιος, ζητῶ, μήποτε ὁ μὲν σταυρούμενος φοβεῖται καθηλούμενος ἐκ τοῦ φόβου, ἵνα νεκρώσῃ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· ἡνίκα δ' ἂν ἔλθῃ ἡ τελεία ἀγάπη, καθαιρεῖται ἀπὸ τοῦ σταυ ροῦ, θάπτεται, ἐκ νεκρῶν ἐγείρεται, ἱν' ἐν καινότητι ζωῆς περιπατήσῃ, οὐκέτι κατὰ φόβον, ἀλλὰ κατὰ τὴν ἀγάπην τὴν ἐν Χριστῷ Ἰησοῦ. Ἐποίησα κρίμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με, κ. τ. ἑ. Πῶς οὖν Ἰὼβ ποιήσας κρίμα καὶ δικαιοσύνην, ὡς αὐτὸς ὁ Κύριος ἐμαρτύ ρησε, παρεδόθη τοῖς ἀδικοῦσιν αὐτόν; Ἢ τὴν ψυχὴν αὐτοῖς οὐ βούλεται παραδίδοσθαι· σώματος γὰρ καὶ κτημάτων ὁ δίκαιος οἶδεν καταφρονεῖν. 12.1616 ∆οῦλός σου εἰμὶ ἐγώ· συνέτισόν με καὶ γνώσο μαι τὰ μαρτύριά σου, κ. τ. ἑ. Οὐδεὶς δοῦλος τῆς ἁμαρτίας δοῦλός ἐστι τοῦ Θεοῦ· ὁ οὖν δουλεύων ἐν πά σῃ πράξει καὶ διανοήσει, ποιῶν πάντα κατὰ τὸν λόγον αὐτοῦ, οὗτος λεγέτω· «∆οῦλός σου εἰμὶ ἐγώ.» Τοιοῦ τος ὢν ὁ Προφήτης, ἀξιοῖ μισθὸν λαβεῖν τῆς δουλείας τό· «Συνέτισόν με.» Ἔστι γὰρ σύνεσις διδομένη ἀπὸ Θεοῦ, ἣ ἀπόκειται παρὰ τῷ Θεῷ ὡς ἐν θησαυρο φυλακίῳ. Πνεῦμα γὰρ, φησὶ, σοφίας καὶ συνέσεως, καὶ τὰ ἑξῆς τῶν ἀγαθῶν χαρίσματα ἀναπαύσεται ἐπ' αὐτόν. Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου, κ. τ. ἑ. Καιρός ἐστι χρόνος κατορθώσεως τῷ Κυρίῳ, τοῦ ποιῆσαι ἐκδίκησιν δηλονότι. Κατέλυ σαν, ἠθέτησαν τὸν νόμον σου οἱ παράνομοι. Σύμμα χος· «Καιρὸς πρᾶξαι τῷ Κυρίῳ, ὅτι σκεδαννύουσι τὸν νόμον σου.» Ἀκύλας·