De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
σαφῶς καὶ ἠκριβωμένως ἑνοῦσα Θεῷ τὸ Πνεῦμα αὐτοῦ, καὶ οὐκ ἂν ἑτέρως ἐσομένην ἐν ἡμῖν τὴν τοῦ Θεοῦ μέθεξιν πλὴν ὅτι διὰ τοῦ ἁγίου Πνεύματος ἀναφανδὸν ἐκδιδάσκουσα. Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς περὶ παντός, οἶμαι, πιστοῦ τε καὶ ἀγαθοῦ, "Ἐλευσόμεθα, φησίν, ἐγὼ καὶ ὁ Πατήρ, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα·" καί, "Ἔν γε τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν." Ἔνοικον γὰρ καὶ ἐνηυλισμένον καταπλουτοίη τις ἂν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν οὐκ ἀλλότριόν τι καὶ διεσπασμένον οὐσιωδῶς αὐτοῦ τὸ Πνεῦμα λαβών, ἀλλὰ τὸ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ καὶ ἴδιον αὐτοῦ, καὶ τὴν ἴσην ὡς πρὸς αὐτὸν κυριότητα φοροῦν, οὕτω τε ὠνομασμένον, καὶ ὡς ἐν τάξει παραληφθὲν τοῦ Υἱοῦ διὰ ταὐτότητα φυσικήν. "Εἷς μὲν γὰρ Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα." Ἑνὸς δὲ ὄντος Κυρίου, κατὰ τὰς Γραφάς, "ὁ Κύριος τὸ Πνεῦμά ἐστιν." Ἢ οὐκ ἀληθὲς ὅ φημι; {Β.} Ναί. Γέγραπται γὰρ ὡδί. {Α.} Ἀκειρεκόμῃ δὲ ὄντι ποτὲ τῷ μακαρίῳ Σαμψὼν παρεῖναί τε καὶ συναθλεῖν τὸ Πνεῦμα λέγεται. Ἐπειδὴ δὲ ταῖς εἰς γύναιον ἡδοναῖς τὰ καθ' ἑαυτὸν ἐδίδου καὶ ἐψιλοῦτο σιδήρῳ τὴν κεφαλήν, ἀπέστη, φησί, Κύριος ἀπ' αὐτοῦ. Ἀναβήσεσθαι δὲ μέλλων εἰς οὐρανούς, προσ πεφώνηκεν ὁ Χριστὸς τοῖς πιστεύουσιν εἰς αὐτόν· "Οὐκ 642 ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς." Καὶ μὴν καί, "Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος." Ἔπεμψε δὲ ἡμῖν ἐξ οὐρανοῦ τὸν Παράκλητον δι' οὗ καὶ ἐν ᾧ μεθ' ἡμῶν ἐστι καὶ ἐν ἡμῖν αὐλίζεται, οὐκ ὀθνεῖον ἡμῖν ἐγχέων, ἀλλὰ τὸ τῆς οὐσίας αὐτοῦ καὶ τῆς τοῦ Πατρὸς ἴδιον Πνεῦμα. {Β.} Σύμφημι. Μεμνήσομαι γὰρ καὶ αὐτὸς ἐγὼ θείου τε καὶ ἱεροῦ Γράμματος, ὧδέ πη λαλοῦντος περὶ τῶν ἁγίων ἀποστόλων ὅτι "Ἐπείραζον μὲν εἰς τὴν Βιθυνίαν ἀπελθεῖν, οὐκ εἴασε δὲ αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ." {Α.} Τί δέ; Οὐχὶ καὶ αὐτοὺς τοὺς Θεοῦ λόγους Πνεύματος εἶναί φησιν ἡ Γραφή; Ἡσαΐας μὲν γὰρ ὁ θεσπέσιος, τὴν ἐξαίσιον ἡμῖν καὶ φρικωδεστάτην ἐκείνην θεοπτίαν ἀφηγού μενος, "Εἶδον, φησί, τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου." Καὶ τὰ διὰ μέσου τούτοις ἐπενεγκών, "Ἤκουσα, φησί, Κυρίου Σαβαὼθ λέγοντος· Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπα· Ἰδοὺ ἐγώ, ἀπόστειλόν με. Καὶ εἶπε· Πορεύου, καὶ εἰπὲ τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε." Ἀλλ' ὁ μὲν θεσπέσιος Ἰωάννης περὶ τοῦ Μονογενοῦς φησι, "Ταῦτα δὲ εἶπεν Ἡσαΐας ἡνίκα εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ." Στέφανός γε μὴν ὁ σοφώτατος Ἰουδαίοις ἔφη προσλαλῶν· "Σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε." Ἆρ' οὐκ ἐναργὲς ἤδη πως ὡς ἑτερότητι μὲν τῇ καθ' ὑπόστασιν ἰδικὴν τί μέν ἐστι Πατήρ, τί δὲ καὶ Υἱός, τί δὲ δὴ καὶ τὸ Πνεῦμα, πρὸς ἡμῶν εὖ μάλα διαγινώσκεται; Συμβάσει γε μὴν τῇ πρὸς ἑνότητα φυσικήν, πάντα δὴ πάντων, παρουσία τε, καὶ λόγοι, καὶ μέθεξις, ἐνέργειά τε καὶ δόξα, καὶ ὅσα τὴν θείαν κατακαλλύνει φύσιν· ἀλλά με μικροῦ καὶ τόδε διέδρα. {Β.} Τὸ τί δή; {Α.} Ἀνακεκραγότων μὲν γὰρ ἐπαΐοις, ὦ τᾶν, τῶν ἁγίων προφητῶν· "Τάδε λέγει Κύριος·" Μυσταγωγῶν δὲ τῶν καθ' ἡμᾶς, οἳ καὶ αὐτόπται γεγόνασι καὶ ὑπηρέται τοῦ λόγου· "Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον." Γέγραπται δὲ αὖ· "Νηστευόντων δὲ αὐτῶν καὶ λειτουργούντων τῷ Κυρίῳ, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Παῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς." Ἀλλ' εἴπερ ἔχει τὸ μεῖον ὡς πρὸς Θεὸν τὸ Πνεῦμα καὶ κατόπιν ἔρχεται τῆς οὐσίας αὐτοῦ, τὴν ἔκφυλον ἑτερότητα πεπονθός, ἑτεροφυές τε ὑπάρχον ἀληθῶς, ἆρ' οὐκ 643 ἐν ἀμείνοσι τῶν ἀρχαιοτέρων ἁγίων ἡ διακονία λοιπὸν τῆς εὐαγγελικῆς τε καὶ ἀποστολικῆς λειτουργίας, εἴπερ οἱ μὲν τοὺς παρὰ Κυρίου καὶ Θεοῦ διηγγέλκασι λόγους, οἱ δέ, τοῦ Πνεύματος; {Β.} Κινδυνεύσει. {Α.} Καίτοι τί δήποτε κατακρίσεως μὲν καὶ θανάτου διακονίαν ἐκείνην, ταυτηνὶ δὲ ζωῆς καὶ δικαιοσύνης κατω νόμαζέ πη γράφων ὁ Παῦλος· "Εἰ γὰρ τῇ διακονίᾳ τῆς