«Ἠκύρωσαν.» ∆ιὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρ θούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα, κ. τ. ἑ. Ὁ μὴ πάσας τὰς ἐντολὰς κατορθώσας οὐδὲ πᾶσαν ὁδὸν ἄδικον ἐμίσησεν. Εἰ δὲ ὁ φοβούμενος τὸν Κύριον μι σεῖ ἀδικίαν, οὗτος δὲ οὐκ ἐμίσησεν, οὐ φοβεῖται τὸν Κύριον. Ὁ δὲ μὴ φοβούμενος οὐ μακάριος, εἴπερ, «Μακάριος ὁ φοβούμενος τὸν Κύριον.» Ὁ τὰς ἐντο λὰς τοῦ Θεοῦ ἀγαπῶν μισεῖ πᾶσαν κακίαν, ὡς ἀντι κειμένην αὐταῖς. Ἀσύμβατον γὰρ ἀρετὴ καὶ κακία, φῶς καὶ σκότος, ὑγεία καὶ νόσος. Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύ νησεν αὐτὰ ἡ ψυχή μου, κ. τ. ἑ. Ἐπεὶ μεγάλα ὄντα καὶ πολὺν ἔχοντα νοῦν τὰ μαρτύριά σου, θαυμα στά ἐστι, τούτου χάριν οὐχ ὡς ἔτυχεν αὐτοῖς προσέχω, ἀλλ' ἐπιτεταμένως ἐξερευνᾷ αὐτὰ ἡ ψυχή μου· ἔχων γὰρ τὴν αὐτῶν θεωρίαν, ὁρῶ ἐμαυτὸν πολὺ τῆς ἐπι στήμης αὐτῶν ἀπολειπόμενον, καὶ δεύτερον αὐτοῖς ἐπιβάλλω· εἶτα πάλιν ὁρῶν, ὅτι μόγις ἐν εἰσαγωγῇ αὐτῶν ὑπάρχω, ἐπιτείνω τοίνυν ἐγχωροῦσάν μοι ἔρευ ναν, ἕως οὗ τὴν ἀκραιφνεστάτην τῆς ἐπιστήμης αὐ τῶν ἕξω ἀλήθειαν. Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν, κ. τ. ἑ. Ὁ ἀνοίξας διὰ τῆς πρακτικῆς τὴν καρδίαν, ἕλκει τὸ ἅγιον Πνεῦ μα τὸ ἀποκαλύπτον αὐτῷ τὰ μυστήρια τοῦ Θεοῦ. Τὸ στόμα τῆς ψυχῆς μου ἐστὶν ἡ διάνοια. Τοῦτο οὖν κλείσας τοῖς πονηροῖς λογισμοῖς, ἤνοιξα τοῖς ἀγαθοῖς, καὶ εἵλκυσα Πνεῦμα συνέσεως, χάριτος, καὶ σοφίας. Τοῦ αὐτοῦ. Μισθὸς ἄρα τῆς χορηγίας τοῦ Πνεύ ματος ἡ φράσις τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ ἡ κατόρ θωσις, ὥστε ἀνοῖξαι μόνον ἡμᾶς τὸ στόμα, καὶ παρα χρῆμα Πνεῦμα ἐξ οὐρανῶν ἕλκειν. Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία, κ. τ. ἑ. Τοῦ μὲν κατὰ διάνοιαν ἁμαρτάνοντος κυ ριεύειν λέγεται ἡ ἀνομία· τοῦ δὲ κατ' ἐνέργειαν πα ρανομοῦντος, κατακυριεύειν. Ἢ τάχα τῶν μὲν ὀλίγα ἁμαρτανόντων κυριεύει ἡ ἀνομία, τῶν δὲ πλείονα κατακυριεύει. 12.1617 ∆ιεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου, κ. τ. ἑ. Τοὺς κατὰ διάνοιαν πειρασμοὺς νῦν τροπικῶς ὕδατα ὀνομά ζει, ὧν ἡμᾶς ἀποτρέπει Σολομὼν, λέγων· «Ἀπὸ ὕδα τος ἀλλοτρίου ἀπόσχου, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς.» Τοῦ αὐτοῦ. Οἱ ἡμέτεροι ὀφθαλμοὶ εἰς διεξόδους ὑδάτων καταδύνουσι τὰ τοῦ βίου πράγματα ἄστατα, οἷς ἐστι χρεία λοιπὸν ἐκεῖθεν ἀναχθῆναι καὶ διαβλέψαι, ὥστε τὰ ἑστηκότα τοῦ μέλλοντος αἰῶνος διαθρεῖν λοιπόν. Τοῦ αὐτοῦ. Ὁ Σύμμαχος οὕτω· «∆ιαιρέσεις ὑδά των κατέδυναν οἱ ὀφθαλμοί μου περὶ τῶν μὴ φυλασ σόντων τὸν νόμον σου.» Ἐξέτηξέ με ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λό γων σου οἱ ἐχθροί μου, κ. τ. ἑ. Οἷον ζῆλον ἀνελάμ βανον, εἴποτε ἑώρων τινὰ ἐπιλελησμένον τῶν σῶν λό γων; Οὐχ ἁπλῶς ζῆλον, ἀλλὰ διάπτοντά τε καὶ ἔν θερμον, καὶ αὐτόχρημα καῦσιν, εἰ ἐθεώρουν τινὰς ἐπιλανθανομένους σου τῶν λόγων. Περὶ τούτου τοῦ ζήλου ἐμνήσθησαν οἱ μαθηταὶ ἐκ προσώπου τοῦ Κυ ρίου ἐν ψαλμῷ εἰρημένου, ὅτι «Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με.» Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτὸ, κ. τ. ἑ. Ἄδολος, φη σὶν, ὁ τοῦ Θεοῦ νόμος, ὡς αὐτῷ πεπυρωμένος τῷ πνεύματι· διόπερ οὐ κολακείαν, οὐκ εἰρωνείαν κέκτη ται, ἀλλὰ φανερῶς τοὺς ἁμαρτάνοντας ἐλέγχει, τοὺς ἀμελοῦντας στύφει. «Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστο μον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐν θυμήσεων καὶ ἐννοιῶν καρδίας.» Τοῦτον τοίνυν, εἴπερ ἐσμὲν δοῦλοι τοῦ Θεοῦ, καὶ ἡμεῖς ἀγαπήσωμεν, μηδαμῶς αὐτὸν κυβεύοντες μηδὲ δολοῦντες (ὅπερ πᾶς ὁ Παῦλος ᾐνίξατο), καθαρὸν δὲ προφέροντες, κα θάπερ ἐκ τῆς τοῦ Πνεύματος χωνείας ἐδεξάμεθα. Τοῦ αὐτοῦ. Τὸ πεπυρωμένον λόγιον τοῦ Θεοῦ κα τακαίει ξύλα, χόρτον, καλάμην, τὰς μοχθηρὰς ἕξεις ἀναλίσκον. Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια, κ. τ. ἑ. Ἡ παρὰ ἀνθρώ ποις δικαιοσύνη πρὸς ὀλίγον ψηφίζεται. ∆ικαιοσύνη αἰώνιος δικαιοσύνη κυρίως· ὃν ἂν δικαιοῖς, αἰωνίως καὶ δικαίως βεβαιοῖς. Ἡ δὲ τῶν ἀνθρώπων οὐ τοι