De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
χρῆμα παρέποιτο ἄν, ὦ Ἑρμεία, καὶ μάλα εἰκότως, κτιστῇ καὶ πεποιημένῃ φύσει, Θεοῦ δὲ δὴ πάντως ἀφεστήξει μακράν. {Β.} Πάνυ μὲν οὖν. Ἀληθὲς γάρ που τὸ ὑμνούμενον πρὸς Θεόν, ὅτι "Τὰ σύμπαντα δοῦλα σά." {Α.} Τὸ δουλείας οὖν ἄρα τὸ δοῦλον ἀπογυμνοῦν, καὶ 645 τοῖς τῆς ἐλευθερίας αὐχήμασι κατασεμνύνειν εἰδὸς καὶ ἐξ ἑαυτοῦ δυνάμενον δουλοπρεποῦς αὐτὸ προαποφοιτήσει μέτρου, καὶ φύσεως ἔσται τῆς ἀνωτάτω καὶ ἐλευθέρας. Ἐνεργὸν γὰρ οὕτω καὶ εἰς ἑτέρας γένοιτ' ἂν ἰδίου τε καὶ προσπεφυκότος οὐσιωδῶς ἀγαθοῦ, τῆς ἐλευθερίας. {Β.} Συναινέσαιμ' ἂν ὀρθῶς λέγοντί σοι. {Α.} Ἀνακεκραγέτω τοίνυν ὁ μακάριος Παῦλος· "Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία." Καὶ μὴν καὶ ἑτέρως· "Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας, φησίν, ἐν ᾧ κράζομεν, Ἀββᾶ, ὁ Πατήρ." Τῇ δὲ τῆς υἱότητος δόξῃ συμπαρομαρτήσειεν ἂν πάντως που καὶ τὸ ἐλεύθερον. Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοὺς ἁγίους ἀποστόλους ἐπειδὴ τοῖς ὑπὲρ φύσιν ἀξιώμασιν ἔγνω τιμᾶν, ἅτε δὴ καὶ μετόχους οὐκ εἰς μακρὰν ἐσομένους τοῦ ἁγίου τε καὶ ἐλευθέρου Πνεύματος, φίλους τε ἤδη καὶ ἐλευθέρους ἐκάλει. "Οὐκ ἔτι γάρ, ἔφασκε, λέγω ὑμᾶς δούλους· ὑμεῖς φίλοι μού ἐστε." Ὅτε τοίνυν ὁ Κύριος τὸ Πνεῦμά ἐστι, καὶ ἔνθαπερ ἂν ᾖ τὸ Πνεῦμα Κυρίου, ζητητέον ἐκεῖ τὴν ἐλευθερίαν, φύσεως ἄρα τῆς ἐλευθέρας ἐκπεφυκός, καὶ οὐχὶ τῇ κτίσει συντεταγμένον καὶ τοῖς γενητοῖς ἐναρίθμιον νοοῖτ' ἂν ὑπάρχειν τὸ δι' οὗ καὶ ἐν ᾧ τὴν ἐλευθέραν ἡ κτίσις ἀποκερδαίνει δόξαν, τὸ ἐκ τῆς δουλείας αἶσχος διωθουμένη τε καὶ διαδιδράσκουσα. {Β.} Ἀλλ', οἶμαί που, φαῖεν ἂν ὅτι διακονικὴν ὑπουργίαν ἀποτελοῦν διακομίζει τὸ Πνεῦμα τοῖς ἁγίοις τὰ παρὰ Θεοῦ. {Α.} Λογιοῦνται δὴ οὖν, κατά γε τὸ εἰκός, τῶν δι' αὐτοῦ διακονουμένων ἓν εἶναί τι τὴν ἐλευθερίαν, τὸ μέγα καὶ ὑπὲρ κτίσιν ἀξίωμα· δοῦλον γάρ, εἴ τι παρῆκται πρὸς γένεσιν. {Β.} Λογιοῦνται τυχόν. {Α.} Αὐτὸ τοιγαροῦν τὸ διακονοῦν οὐκ ἐλεύθερον φυσικῶς, εἴπερ ἑαυτῷ διακονεῖ μὲν οὐδέν, διαπορθμεύει δὲ μᾶλλον εἴς τινας τὴν παρ' ἑτέρου του χάριν· ἢ οὐκ ἀνάγκη τὸ διακονοῦν τε καὶ μέσον, οὐκ αὐτόχρημα νοεῖσθαι τὸ διακο νούμενον; {Β.} Ἀνάγκη. {Α.} Πῶς οὖν ὁ Κύριος τὸ Πνεῦμά ἐστιν, εἰ τῆς ἐλευθέρας δόξης τητώμενον, τὸ δοῦλόν που πάντως καὶ ὑπὸ ζυγὸν οὐ διέδρα μέτρον; Καὶ εἰ μὲν ἔστιν ἐν δόξῃ θεότητος φυσικῇ, 646 διακονεῖ μὲν οὐκ ἔτι, πολλοῦ γε καὶ δεῖ, διανέμει δὲ μᾶλλον καὶ εἰς ἡμᾶς αὐτοὺς ὡς ἔμφυτον ἀγαθὸν τὴν ἐλευθερίαν. Εἰ δὲ τοῦ κατὰ φύσιν εἶναι Θεὸς παρώλισθεν ἀληθῶς, γεγράψεται μὲν ἐν διακόνοις καὶ ὑπουργοῖς· διακονήσει δὲ τὸ ἀλλότριον, καὶ διακομίσει τοῖς ἀξίοις τὸ μεῖζον ἢ καθ' ἑαυτό. Παραχωρήσει γάρ, οἶμαι, τοῖς ἐκ Θεοῦ τὸ νικᾶν. Ἀμείνους οὖν ἤδη λοιπὸν καὶ ἡμεῖς αὐτοὶ τοῦ ἁγίου Πνεύματος, τῇ ὑπὲρ τοῦτο καταχρυσούμενοι δόξῃ. Ἢ οὐκ ἄριστά σοι ταυτὶ δὴ φάναι δοκῶ, κἂν εἰ πλείστην ὅσην τὴν ἀποπληξίαν ἡμῖν ἀρρωστοῖεν οἱ λόγοι; {Β.} Καὶ μάλα. {Α.} Ἴωμεν δὲ καὶ δι' ἐννοιῶν ἑτέρων ἰχνηλατοῦντες τὸ ἀληθές. Οἱ βασιλεῖς τῆς γῆς, εἴ πή τινας ἕλοιντο τῶν ἐπιτηδείων, ἤγουν τῶν ἐξ αἵματός τε καὶ γένους, τῇ σφῶν αὐτῶν κατακαλλύνειν τιμῇ, καὶ τῇ βασιλίδι στεφανοῦν εὐκλείᾳ, τίνα δὴ τρόπον ὡς ἄριστά τε καὶ ἐπιεικέστατα ταυτὶ δρῷεν ἄν; {Β.} Ταῖς ἀνωτάτω που πάντως τιμαῖς ὑπεραίροντες. {Α.} Τὴν οὖν βασιλίδα τιμήν τε καὶ δόξαν, ὑφ' ἧς στεφα νούμενος ἑαυτοῦ τε καὶ ἑτέρων ὑπερφέροιτ' ἄν τις, πότερα λογιεῖ τοῦ τετιμημένου κρείττονα καὶ προφερεστέραν, ἤγουν ἐν ἴσῳ τυχὸν ἢ ἐν μείοσιν; {Β.} Ἀμείνω δηλονότι καὶ προφερεστέραν· καταφαιδρύνει γὰρ οὕτω τὸ τιμώμενον. Οὐ γάρ τοι τὸ τῆς τινος δόξης ἡττώμενον καὶ κατόπιν ἰόν, εἰ προσγένοιτό πως αὐτῷ, λαμπρότερον ἀποφανεῖ, κατακομίσει δὲ μᾶλλον ἐπὶ τὸ αἴσχιον. {Α.} Εὖ λέγεις· ὧδε γὰρ ἔχει τὸ χρῆμα, καὶ ὀρθῶς διανοῇ. Οὐκοῦν εἴπερ ἐστὶν οὐκ ἐν φύσει τε καὶ δόξῃ τῇ κατ' ἀλή θειαν ἐλευθέρᾳ τὸ Πνεῦμα