1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

150

Ὅπως μεταξὺ λύπης καὶ ἡδονῆς ἐγένετο ὁ κρατῶν διὰ τὰ συμβάντα ἐν τῇ δύσει. Οὕτω μὲν οὖν τῶν κατὰ τὴν δύσιν ξυμπεσόντων καὶ τοῦ κατὰ γῆν σφάλματος ἀντισηκωθέντος τῷ κατὰ θάλασσαν εὐτυχήματι, λύπης ὁ βασιλεὺς μεταξὺ καὶ ἡδονῆς ἦν. Ὅμως δὲ τοῖς λογισμοῖς ἐπιτρέπων τὰ πράγματα, τὸ μὲν δυστύχημα κλαπεῖσιν ἐτίθει, τὸ δ' εὐτύχημα περιφανῶς ἀριστεύσασι· καὶ τὸ μὲν χλεύην οἷον ἡγεῖτο τοῦ ἀποστάτου, ἐργολαβοῦντος τὰ παρὰ δύναμιν, τὸ δὲ πολέμου κατόρθωμα καὶ τρόπαιον ἄντικρυς. Ὅθεν καὶ τὰ τῆς ἡδονῆς ἐνίκα, νῆας ἐκείνας ἐννοοῦντος τῶν πολεμίων καὶ ἄνδρας ἐν αὐταῖς πλείστους, τὰς μὲν καταχθείσας τῷ νεωρίῳ, τοὺς δὲ ταῖς εἱρκταῖς ἐκδοθέντας σιδηροδέτους καὶ μόνῃ θέᾳ τὸ κατ' αὐτῶν δεικνύντας τρόπαιον. Ἐλύπει δέ γε τὸν βασιλέα καὶ ὁ ταῖς κοπίσι κατάκοπος στρατηγός, ὡς ἐγγὺς δοκεῖν εἶναι διὰ τὰς πληγὰς τοῦ θανάτου· πρὸς γὰρ ταῖς ἄλλαις καὶ μίαν τὴν κατὰ νεφρῶν εἶχε καιρίαν, ἀπειλοῦσαν θάνατον. Ὅθεν καὶ ἰατροῖς ἐπιμεληθεὶς καὶ μόλις πρὸς τὸ ὑγιεινότερον κλίνας, τὸ περὶ αὑτοῦ δεδοικέναι τοὺς πολλοὺς ἀφῃρεῖτο. Ἐπεὶ δὲ καὶ ἀγάλλειν ἔδει τοῦτον τὸν βασιλέα ἀντίποινα τῶν δεινῶν ὧν ἐκαρτέρησε, τῷ τοῦ μεγάλου δουκὸς τιμᾷ ἀξιώματι. Ὁ μέντοι γε ἀδελφὸς τοῦ κρατοῦντος ὁ Ἰωάννης, τὴν αἰτίαν ἀπαιτηθεὶς παρ' ἣν καὶ τὰ τῆς δεσποτείας ἀπέβαλε σύμβολα καί γ' ἀποκριθεὶς τὰ ἐς χάριν, ὡς, υἱῶν ἐκείνου ἀνδρωθέντων ἤδη, μὴ ἂν δίκαιον εἶναι δεσποτείας ὄνομα φέρειν τοὺς ἔξωθεν, καὶ προσαπεδέχθη. Ὅθεν καὶ κοινὴν ἄλλως ἐκ χρυσοσύρματος καλύπτραν ἐνθέμενος, μελαμβαφέσι δὲ πεδίλοις καὶ τοῖς καθ' ἵππον στολισμοῖς χρώμενος, μόνον τὸ δεσπότης κεκλῆσθαι ἀναφαίρετον εἶχε. 437

βʹ. Ὅπως, σχιζομένων τῶν κατ' ἀνατολήν, ὁ πατριάρχης διὰ ταῦτα τοῖς ἐκεῖ ἐπιδημεῖ. Τὰ μέντοι τῆς ἐκκλησίας ἐνόσει περιφανῶς, καὶ τὸ σχίσμα εἰς μέγα ᾔρετο, τῶν Ἀρσενιατῶν ἐπὶ πλέον προστιθεμένων, ὡς μὴ μόνους ἐκείνους οἳ δὴ τῷ πατριάρχῃ Ἀρσενίῳ ἐντυχόντες εἶδον σχίζεσθαί τε καὶ ζηλοῦν ὑπὲρ ἐκείνου, ἀλλὰ καὶ τοὺς μηδ' ὅλως ἰδόντας, καθυπαγομένους τοῖς ἄλλοις. Πολὺ δὲ καὶ τὸ περὶ τοῦ Ἰωσὴφ φημιζόμενον, ὡς ἀφωρισμένος εἴη, αἰρόμενον τὰς τῶν πολλῶν ψυχάς, ἐκτόπως ἐκύμαινε, κἂν ἐκεῖνος, συχνὰ λαμβά νων παρὰ βασιλέως χρήματα, τὸ φιλόδωρον τοῖς προσκειμένοις ἐπηύξανεν οὐ γὰρ ἦν ὃ ζητήσας οὐ παρευθὺς ἐλάμβανεν, ὡς λέγειν πολλάκις τὸν βασιλέα, τοῦ ἱερατικοῦ μανδύου τὸν πατριάρχην κατέχοντα, ὡς αὐτὸ εἴη ὁ τὰς τῆς Ἐδὲμ πύλας αὐτῷ ἀνοιγνύς, ὡς ἅμ' ἐκείνῳ καὶ αὐτὸν εἰσελθεῖν πιστεύειν κατόπιν, μηδενὸς ἐμποδίσοντος. Τοὺς μὲν οὖν ἄλλους, οἳ κατὰ πόλιν διατρίβοντες ἠνώχλουν, ἀνέδην ἐκτρε πόμενοι τοῦτον, οὐδὲν ἔχων δρᾶν ἄλλο ἢ τὸ μηδὲν φροντίζειν ἐκείνων εἰς τιμῆς λόγον καὶ προστασίας, οὐχ ὅπως ἠξίου, ἀλλὰ καὶ ἠλόγει λεγόντων τὰ μάλιστα. Ἄνδρας δὲ πνευματικοὺς εἰδὼς κατ' ἀνατολὴν ἀρεταῖς ἐνιδροῦντας καὶ Θεῷ μόνῳ ζῶντας, ἀκούων καὶ περὶ ἐκείνων ὡς σκανδαλίζοιντο, ἔσπευδε κἀκείνων τὰς γνώμας προκατασχεῖν, αὐτοῖς ὄμμασι θεαθεὶς τοῖς ἐκείνων. Καὶ δὴ περὶ τούτων τῷ βασιλεῖ κοινολογησάμενος, ὑπὸ πολλῇ τῇ σπατάλῃ ἐνσκευασθείς, ἐπ' ἀνατολῆς ἤλαυνε καί, τοῖς ἀνδράσιν ἐφιστάς, ὧν δὴ καὶ ἐς τὰ μάλιστα ὁ θαυμαστὸς ἅμ' ἀρετὴν καὶ λόγον Βλεμμίδης ἦν, πολὺς ἦν τοὺς ἄνδρας ὑποποιούμενος· καὶ προσέπειθε λέγων προσκεῖσθαι μὲν καὶ αὐτὸς Ἀρσενίῳ καὶ πατριάρχην ἡγεῖσθαι, τῶν κατ' ἐκείνου συσκευασθέντων διακενῆς μηδὲ τὸ βραχὺ φροντίζων· ὅμως δ' ἀνάγκης οὔσης τὴν ἐκκλησίαν ποιμαίνεσθαι, ἀνάγκην εἶναι καί τινα τὸν ἐκείνου τόπον ἀποπληροῦν, ἐκείνου μὴ ὄντος· αὐτὸν δ' εἶναι παρὰ τοὺς ἄλλους δοκιμάσαι τὸν χρησιμεύσοντα· αὐτῷ γὰρ προσκεῖ σθαι καὶ βασιλέα πληροφορούμενον, ὥστε μὴ ὅπως ξυμβαίνειν τισὶ χαλεπὰ 439 καὶ ἀνήκεστα προσκειμένοις ἐκείνῳ, ἀλλὰ καὶ πολλοῖς ἄλλοις εὖ γίγνεσθαι διὰ τὴν πρὸς αὐτὸν τοῦ βασιλέως ἀγαθοθέλειαν. Τοῦτο καὶ πρὸς ἄλλους τῶν πνευματικῶν ἀνδρῶν ἔλεγε, τοῦτο καὶ πρὸς αὐτὸν Βλεμμίδην, καὶ παρεσύλα τὰς ἀπ' ἐκείνων εὐνοίας