νόμου σου οὐκ ἐπελαθόμην, κ. τ. ἑ. Μακάριον ἐνώπιον τοῦ Θεοῦ ταπεινοῦσθαι· φησὶ γὰρ Ἰάκωβος· «Ταπεινώθητε ἐνώπιον Κυρίου, καὶ ὑψώσει ὑμᾶς.» Ὅταν τοίνυν οὕτως ταπεινωθῶμεν, κἂν ὑπὸ δαιμό νων ἐπιβουλευθῶμεν, κἂν ὑπὸ ἀνθρώπων μισούντων τὰς ἀρετὰς πολεμηθῶμεν, ἔχομεν τὸν Θεὸν ἐξαιρού μενον, μόνον ἵνα τοῦ νόμου αὐτοῦ μὴ ἐπιλαθώμεθα, μηδὲ ἀποκάμωμεν ἐν ταῖς θλίψεσι. Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δι καιώματά σου οὐκ ἐξεζήτησαν, κ. τ. ἑ. Εἰ ἡ σω τηρία ἐστὶ τῆς λογικῆς φύσεως ἡ γνῶσις τοῦ Θεοῦ, αὕτη δὲ καθαραῖς ψυχαῖς ἐγγίνεται, καλῶς λέγεται τὸ, «Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία· εἰς γὰρ κα κότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία.» Οὗ γὰρ ἐγγὺς ἡ κρίσις, ἐγγὺς καὶ ἡ σωτηρία· καὶ οὗ μα κρὰν ἡ σωτηρία, καὶ ἡ κρίσις μακράν. ∆ιὰ τί; Ἐπει δὴ τὰ δικαιώματά σου οὐκ ἐξεζήτησεν. Οὐ γὰρ ἡ σωτηρία σου φεύγει ἡμᾶς, ἀλλ' ἡμεῖς αὐτήν· «Ἦλ θε γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου, ἡ σωτηρία, ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.» Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε· κατὰ τὸ κρῖ μά σου ζῆσόν με, κ. τ. ἑ. Ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ Κυρίου ἐπὶ πᾶσαν σάρκα· καὶ ὁ δικαιότατος γὰρ ἄνθρωπος ὡς πρὸς τὴν ἀκριβῆ τοῦ Θεοῦ κρίσιν ἐλέου δεῖται Θεοῦ· ὅπου γε καὶ αὐτὸ τὸ δοκεῖν γεγονέναι δίκαιον, ἐλέῳ γίνεται τοῦ Θεοῦ. Τί γὰρ ἄξιόν τις πεποίηκεν αἰωνίου μακαριότητος; οὐδὲν δὲ ἀκρίτως ὁ Θεὸς ποιεῖ, οὐδὲ ζωοποιεῖ. Οἱ οἰκτιρμοὶ δὲ πολλοὶ, πολλῶν ὄντων, ἐφ' οὓς γί νονται. Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντες· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα, κ. τ. ἑ. «Μακά ριοι, φησὶν, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Τοῦ αὐτοῦ. Τὸ πλῆθος ἐχθροὺς ὁρατοὺς καὶ ἀορά τους αἰνίττεται, ὧν οἱ διωγμοὶ καὶ αἱ θλίψεις διά φοροι. Οἱ μὲν γὰρ φιλίαν ὑποκρινόμενοι τὰς ἡδονὰς ὑποβάλλουσιν· οἱ δὲ τὴν ἔχθραν γυμνώσαντες πᾶν εἶδος πειρασμῶν ὑποφέρουσιν. Ἀλλ' ἡμεῖς ἐκ τῶν 12.1624 μαρτυρίων τοῦ Θεοῦ μὴ ἐκκλίνωμεν, ἐν οἷς ἡμῖν δι εμαρτύρατο· «Ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσ ελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο, κ. τ. ἑ. «Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με.» Ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με, κ. τ. ἑ. Καὶ ἐπὶ τοῦτο προ καλεῖται τὸν Θεὸν, καί φησι πρὸς αὐτόν· Καλῶ σου τὸ πρόσωπον. Θαῤῥῶ γὰρ, ὅτι τὸ πρόσωπόν σου κλί νων πρὸς μὲ, ἵνα με κατανοήσῃς, ὄψει τίνα τρόπον τὰς ἐντολάς σου τετήρηκα· τοὺς γὰρ τύπους τῶν ἀγαθῶν ἔργων εὑρήσεις ἐν ἐμοί. Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου, κ. τ. ἑ. Ἄρ χοντας λέγει τοὺς κοσμοκράτορας τοῦ σκότους τού του. «Ἔρχεται γὰρ, φησὶν, ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν.» Κόσμον δὲ λέ γει οὐ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημα, ἀλλὰ τοὺς κοσμικὸν βίον βιοῦντας. Τοῦ αὐτοῦ. Ἔχει μὲν καὶ τὸ ἴδιον τοῦ ∆αυῒδ ὁ λό γος, ὅτι, μάτην καὶ κατὰ φθόνον ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, φόβῳ τῷ πρὸς Θεὸν ἐπέσχε τὸ ἀμύνα σθαι. ∆ιήκει δὲ καὶ εἰς τὸ κοινὸν, ὅτι τῶν ἀρχοντικῶν πολεμίων οὐκ ἔστιν ἑτέρως ἀβλαβεῖς ἀπαλλάττεσθαι, μὴ οὐχὶ φόβῳ Θεοῦ φρουρουμένους. Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε· ἐπὶ τὰ κρίμα τα τῆς δικαιοσύνης σου, κ. τ. ἑ. Ὥσπερ ἡ ὀγδόη σύμβολόν ἐστι τοῦ μέλλοντος αἰῶνος, δύναμιν ἀνα στάσεως περιέχουσα, οὕτω καὶ ἡ ἑβδόμη σύμβολόν ἐστι τοῦ κόσμου τούτου. Μήποτε οὖν τοὺς περὶ δι καιοκρισίας λόγους τοῦ κόσμου τούτου τοῦ αἰσθητοῦ γινώσκων ὁ ∆αυῒδ, ᾔνει τὸν Κύριον. Τοῦ αὐτοῦ. Παρ' ὅλον τὸν βίον αὐτοῦ ὁ δίκαιος φωτιζόμενος ἐν ἡμέρᾳ ἔσται τελείᾳ, οὐ μεσολαμβα νομένῃ ὑπὸ νυκτός· καὶ αἰνεῖ τὸν Θεὸν ἑπτάκις ὑπερ κόσμιος γεγονὼς, τῷ ἄνω κεχωρηκέναι τοῦ ἓξ ἡμέ ραις γενομένου κόσμου· ὅτε καὶ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ γενόμενος, τὸν τῆς δημιουργίας καὶ προ νοίας Θεοῦ λόγον θεωρήσας, ἐξομολογεῖται τὰ κρίμα τα τῆς δικαιοσύνης τοῦ Θεοῦ· καθ' ἃ κρίματα ἕκα στον πρᾶγμα ποικίλην δημιουργίαν καὶ πρόνοιαν ἔσχεν. Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον, κ. τ. ἑ. Εἰ οἱ μικροὶ σκανδαλίζονται, οἱ μικροὶ οὐκ