151
φιλοφρονούμενος· τῷ δέ γε Βλεμμίδῃ καὶ ἄλλο κατὰ σκοπὸν ἦν τὸ πεῖθον ἐκεῖνον δέχεσθαι. Ἐπειδὴ γὰρ ἐκεῖνος, φιλόσοφον διαζῶν βίον, ὅλος τῶν ὧδε ἐξῄρητο καὶ ἀπαθῶς εἶχε πρὸς τὰ γινόμενα, οὔτε τινὶ προσπαθῶν οὔτε μὴν ἐμπαθῶν, ἀλλ' ἦν ὁ νοῦς ἐκείνῳ ὡς εἰ μὴ σώματι ὅλως κατείχετο, ἓν ἐλογίζετο καὶ Ἀρσένιον εἶναι καὶ Ἰωσήφ, οὐ γυμνοῖς αὐτοῖς προσέχων τοῖς γιγνομένοις, ὡς τὸν μὲν κρίνειν ἀδικηθέντα, τὸν δ' ἐπιβήτοραταῦτα γὰρ χαμερποῦς τινος διανοίας καὶ μηδὲν ἐχούσης τῶν παρόντων πλέον εἰς θεωρίαν ἡγεῖτο, ἀλλ' εἰδὼς Θεοῦ μὲν τὸ εὐσταθὲς καὶ ἀκίνητον, ἀνθρώπων δὲ τὸ μηδὲν ἐν μηδενὶ ἐπὶ τοῦ αὐτοῦ κἂν βραχὺ μένειν. Εὖ γὰρ καὶ Ἡρακλείτῳ εἰρῆσθαι τὸ μὴ ἐπὶ τοῦ αὐτοῦ εἶναι δὶς βάπτειν, καὶ Κρατύλῳ μᾶλλον ὡς μηδὲ ἅπαξ· τῶν πραγμάτων δίκην ἀείρρου ῥεύματος παρατρεχόντων, μὴ καινὸν εἶναι μηδ' ἄλλως ξένον, εἰ καὶ Ἀρσένιος ἀδικοῖτο· τὸ γὰρ ἀναγκαῖον ἓν εἶναι καὶ μόνον τὸ εὐσεβές· τούτου δὲ τηρουμένου, τἆλλ' ἀπερρῖφθαι ἀνάγκῃ τοῖς αἱρουμένοις ζῆν κατὰ τρόπον. Ταῦτ' ἄρα καὶ Ἰωσὴφ ἐδέχετο, καίτοι πρὸς ἐκεῖνον οὕτως ἔχων ὡς μηδὲ τῆς κέλλης ἐξελθὼν προϋπαντῆσαι, ἀλλὰ μηδὲ προσιόντι προεξαναστῆ ναι μακρόθεν, μηδ' ἄλλο τι τῶν εἰς θωπείαν καὶ σμικροπρέπειαν εἰς χάριν αὐτῷ διαπράξασθαι. Τὸ γὰρ πρὸς φιλοσοφίαν ἐπικλινὲς καὶ τὸ πρὸς τὰ εἴδη καὶ μόνα τῶν πραγμάτων ἐπιβλητικὸν ἀμείλικτον ἐκεῖνον ἐτίθει τὰ πρὸς τὴν ὕλην, καὶ τὸ ἐφετὸν κατὰ νοῦν ἔχων παρεώρα τὸ ἐφιέμενον. Ὅθεν οὐκ ἀνθρώποις, ἀλλὰ πράγμασιν ἐπιβάλλων, ἐκείνοις μὲν ἐτήρει τὸ θαῦμα καὶ ὑπερεξεπλήττετο καὶ ἄλλως τιμᾶν ᾑρεῖτο ἢ τὴν κατ' ἀνθρώπους τιμήν, ἣ δὴ δεξιώσεις ἔχει καὶ προϋπαντήσεις καὶ δουλοπρεπεῖς καταστάσεις καὶ ἄλλ' ἄττα οἷς δὴ χαίρομεν ἄνθρωποι. Καὶ ταῖς μὲν ἕξεσιν ἐκείναις οὕτω δὴ τιμητικῶς εἶχε καὶ ὑπερεθαύμαζε, δῶρα Θεοῦ ταύτας ἡγούμενος· 441 τοῖς δ' ἔχουσι, καθὼς ἂν καὶ κατελάμβανεν, εἶχεν, ὡς οὐ παντὸς γινομένου τοῦ γινομένου κατὰ Θεὸν καὶ ἀξίως, ἀλλ' ἐνίοτε καὶ κατ' ἄνθρωπον, παρα χωροῦντος Θεοῦ. Τὴν γοῦν τοιαύτην δεισιδαιμονίαν ἀεί ποτ' ἀποτρεπόμενος, ἔδειξε καὶ τῷ Ἰωσὴφ τότε τὴν ἕξιν, οὐ προθέμενος αὐτὸν ἀτιμοῦν, ἀλλ' ἐπ' ἴσων πᾶσι τὴν κρίσιν ἔχειν αἱρούμενος. Οὕτω γὰρ καὶ τὸ φιλόσοφον φιλοσό φως ἐπλήρου τῷ μὴ λαμβάνειν πρόσωπα εἰς τὴν τοιαύτην κρίσιν, ἣν καὶ καθ' αὑτὸν κέκρικε. Πλὴν κἀκεῖνος εἰδὼς ἄνθρωπος ὢν καὶ τῷ χρεὼν λειτουργήσων, ἐπεί, τὰ καθ' αὑτὸν διαθέμενος, χάρταις ἐδίδου τὸ βούληματὸ δ' ἦν καθ' αὑτὴν τὴν μονὴν ἀεί ποτε διαμένειν, μηδὲν κατὰ μηδένα τρόπον ὑποπεσοῦσαν ἑτέρᾳ, καὶ ἅπερ εἶχεν ἐκ βασιλέων φιλοφρονήματα, ὡς συμποσοῦσθαι τὸ πᾶν τῶν νομισμάτων εἰς ἑκατὸν λιτρῶν ἀριθμόν, καὶ αὐτὰ τῇ μονῇ τοῦ Ὄντος Θεοῦ (τῷ γὰρ Ὄντι κυρίως καὶ προσανέκειτο), ἀναφαίρετα διατηρηθέντα, εἰς περιποίησίν τε καὶ τὴν τῶν ἐλλειμμάτων ἀποπλήρωσιν εἶναι, τὸν δὴ τοιοῦτον τῶν διατεταγμένων χάρτην καὶ αὐτὸν ἠξίου τὸν πατριάρχην ὑποσημαίνεσθαι καί γε βασιλέα ἐπικυροῦν λιπαρῶς ἀξιῶσαι, πρὸς τὴν πόλιν ἐπανελθόντα. Καὶ γέγονεν οὕτω, κἄν, ἀποθανόντος ἐκείνου, ὀστράκου φασὶ μεταπεσόντος, ἀνελάμβανόν τε τὰς ἐπικυρώσεις καὶ τὰ διατεταγμένα διέλυον, ὡς τὰ μὲν νομίσματα τῇ μεγάλῃ ταυτηῒ ἐκκλησίᾳ προσανατεθῆναι εἰς περιποίησιν, τὴν δὲ μονὴν ἐκείνην τῇ τοῦ Γαλησίου μονῇ ὑποτεθῆναι εἰς μετόχιον. Ὁ γοῦν ἱεράρχης Ἰωσήφ, τῇ ἀνατολῇ ἐφ' ἱκανὸν διατρίψας, ὑπέστρεφεν εἰς Βυζάντιον.
γʹ. Ὅπως τῷ Βουλγάρων βασιλεῖ Κωνσταντίνῳ ἡ τῆς Εὐλογίας θυγάτηρ Μαρία εἰς γάμον ἐξεδόθη. Καὶ μετὰ μικρόν, τῆς τοῦ βασιλέως Βουλγάρων Κωνσταντίνου συζύγου Εἰρήνης μεταλλαξάσης, εἰς σπονδὰς ὁ κρατῶν ἐκεῖνον θέλων συνάξαι, ἐς ὃ τοῖς κατὰ τὸν Αἷμον καὶ αὐτῇ γε Μακεδονίᾳ καὶ Θρᾴκῃ ἀνακωχὴν γενέσθαι, ἐπὶ πολὺ δαπανωμένων τῶν στρατευμάτων τοῖς συνεχέσι πολέμοις, πέμψας διαπρεσβεύεται, ὑπισχνούμενος εἰς κῆδος ἐκείνῳ δοῦναι καὶ τὴν 443 ἀδελφιδῆν ἑαυτοῦ Μαρίαν, τὴν τῶν θυγατέρων τῆς Εὐλογίας δευτέραν, ᾗ δὴ