Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
αἰτία μέλλει εἶναι εἰς τὸ συγχωρῆσαί μοι πολλὰ τῶν ὡς πρὸς αὐτὸν ἔπταισα· οὐδὲ γὰρ γέγονεν ἐν τῷ βίῳ ἁμάρτημα, οὐδὲ πρᾶ-ξις, οὔτε ἄλλη πᾶσα κακία, ἣν ἐγὼ οὐκ ἐπλημμέλησα ὁ ἀνάξιος καὶ ἄθλιος, κατὰ νοῦν καὶ λόγον καὶ προαίρεσιν, θέσει τε καὶ γνώμῃ καὶ πράξει ἐξαμαρτήσας ὡς οὐδεὶς ἄλλος πώποτε. Ὅμως λυτρωθεὶς τοῦ θα-νάτου κωφὸς ἐναπέμεινα ἐκ τῆς τοιαύτης ἀσθενείας μέχρι πολλοῦ, ὡς οὐδὲ τὰ πλησίον μου σημαντήρια ἤκουον. 18. Καὶ ἵνα εἰς τὴν ἄνω πρόνοιαν ἀπαλλαγῶ μετὰ παρελθεῖν τὰς ἐναπολειφθείσας μοι τοιαύτας ἡμέρας τῆς ζωῆς ἐπελθόντος μου τοῦ θα-νάτου, τῆς ἀναπαύσεως τῶν ἀνδρῶν, ὡς ὁ θεῖος Ἰὼβ προσηγόρευσεν, ἐδεήθην οὕτως τοῦ θεοῦ. Ἀλλ' εἴ με, σῶτερ, ἀνάγκη παθεῖν, τὶς γὰρ οἶδε τὸ βάθος τῶν σῶν κριμάτων, τῆς μὲν σῆς φιλανθρωπίας οἱονεί μου τὰ πάθη βδελυττομένης, τῆς δὲ δικαιοσύνης δρώσης τὸ ἑαυτῆς· εἰς γοῦν τὸν ἐκδεχόμενον λῆξιν τόνδε χρόνον δοῦναι δίκην ἐμοὶ παράσχου, ἀλλὰ μὴ εἰς τὸν μέλλοντα τὸν ἀπέραντον, ἔνθα οὐκ ἔστι πραγμάτων ἀπο 590 κατάστασις. Ἐνταῦθα τοίνυν ἀνακαθάρας, ἅπασι χρησάμενος τοῖς εἰς τοῦτο φέρουσιν, οὕτω τῶν τῇδε μεταστήσας ἀξίωσόν με τοῦ μὴ τῶν σῶν ἐκπεσεῖν με οἰκτιρμῶν ἐν τῇ δευτέρᾳ τε καὶ φρικτῇ παρουσίᾳ σου. 19. Τῷ δὲ θέρει τοῦ αὐτοῦ ἔτους #22πε-ου ὁ ἀμηρᾶς ἀποστείλας πλεῖστον στρατόπεδον κατὰ τοῦ Ναυπάκτου, ἵνα παραλάβῃ αὐτόν, εἶτα εἰς τὴν Ἁγίαν Μαύραν ἐπέλθῃ, ὅθεν βοηθείᾳ θεοῦ, οὔτε τὸν Ναύπακτον παρέλαβε τῷ αὐτῷ ἔτει, οὔτε κατὰ τῆς Ἁγίας Μαύρας ἦλθεν, ἀλλ' ὑπέστρεψεν ἄπρακτος. 20 Τέλος τοῦ παρόντος ἱστορικοῦ, ἤτοι χρονικοῦ βιβλίου παρ' ἐμοῦ τοῦ συγ-γραφέως πονηθὲν αἰτήσει τινῶν εὐγενῶν Κερκυραίων, παρακαλούντων με, ἵνα μὴ σιωπῇ παραλείψω, ἃ οἶδα ὀφθαλμοφανῶς καὶ ἤκουσα καὶ ἀνέγνωκα. Καὶ οὕτως ἔγραψα ἰδιοχείρως καὶ ἀπέδωκα ἀνὰ χεῖρας τοῦ εὐλαβεστάτου ἱερέως κὺρ Ἀντωνίου. Καὶ οἱ ἀναγινώσκοντες εὔχεσθέ μοι διὰ τὸν Κύριον, εἰ ἔλαθα τι· τὸ γῆρας γὰρ τὸ ἐμὸν καὶ ἡ δεινὴ ἀσθένεια οὐκ εἴασέ με καλῶς διορθῶσαι καὶ τὸ παρὸν πρωτότυπον μεταγρά-ψαι καί, εἰ ἀντίστοιχα ἔλειπον ἢ συλλαβαὶ ἢ λέξεις ἢ λόγοι, ἢ καὶ καλλιγραφίᾳ ἀκῤ-ῥιβῶς διορθῶσαι. Ἐγράφη οὖν ἐν ἔτει τῷ ἀπὸ τῆς κτίσεως, #22π-ῳ Μαρτίῳ μηνὸς κθ-ῃ, ἰνδικτιῶνος ἑνδεκάτης. Τέλος καὶ τῷ θεῷ δόξα.