151
μυστηρίῳ διαφορὰν σαρκὸς καὶ θεότητος. Εἰ δὲ σαρκὸς ἐν Χριστῷ καὶ θεότητος μετὰ τὴν ἕνωσιν ὑπάρχει κατὰ φύσιν διαφορά οὐ γὰρ ταὐτὸν κατ᾽ οὐσίαν ποτὲ θεότης καὶ σάρξ, πρὸς φύσεως μιᾶς γένεσιν ἡ τῶν συνελθόντων οὐδαμῶς γέγονεν ἕνωσις, ἀλλὰ πρὸς μίαν ὑπόστασιν, καθ᾽ ἣν οὐδεμίαν ἐν Χριστῷ καθ᾽ οἱονδήποτε τρόπον εὑρίσκομεν διαφοράν· ταὐτὸν γὰρ τῇ οἰκείᾳ σαρκὶ κατὰ τὴν ὑπόστασιν ὁ Λόγος. Καθ' ὅ γὰρ ἂν ὁ Χριστὸς ἔχει διαφοράν, ἓν εἶναι κατὰ πάντα τρόπον οὐ δύναται· καθ' ὅ δὲ τὴν οἱανοῦν παντελῶς οὐκ ἐπιδέχεται διαφοράν, κατὰ πάντα τρόπον τὸ ἓν ἐπ᾽ αὐτοῦ διαπαντὸς εὐσεβῶς ἔχει καὶ ὂν καὶ λεγόμενον.
Οὐκοῦν, ἐπειδὴ πᾶσα μὲν διαφορά, καθ' ὅ διαφορά, πάντως ὑποκείμενον ἔχει ποσὸν τῶν διαφερόντωνποσοῦ γὰρ χωρὶς οὐκ ἂν εἴη ποτὲ διαφορά, τὸ δὲ ποσὸν ἀριθμοῦ χωρὶς οὐ δέχεται δήλωσιν, καλῶς ἂν πρὸς μόνην τὴν δήλωσιν τῆς διαφορᾶς τῶν ἐξ ὧν ἐστι φύσεων ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν τὸν ἀριθμὸν παραλαμβάνομεν, σημαίνοντες ἀτρέπτους σῴζεσθαι τὰς φύσεις μετὰ τὴν ἕνωσιν, ἀλλ᾽ οὐ διαιροῦντες τῷ ἀριθμῷ τῶν εἰς ὑπόστασιν μίαν συνδεδραμηκότων τὴν ἕνωσιν. Καὶ δηλοῦμεν τοῦτο φρονοῦντες, τῷ τῆς ὑποστάσεως λόγῳ καθοτιοῦν ἀριθμὸν οὐκ ἐπάγοντες· ᾧ γὰρ οὐκ ἐπιθεωρεῖται διαφορὰ παντελῶς, οὐδὲ ποσὸν συνεισάγεται· τὸ δὲ ποσὸν οὐκ ἔχον συνεισαγόμενον, οὔτε τὸν δηλωτικὸν τῆς διαφορᾶς ἀριθμὸν ἐπιδέχεται. Σύνθετον οὖν κατὰ τὴν ὑπόστασιν, καθ᾽ ἣν ἡ ταυτότης καὶ τὸ πάντῃ θεωρεῖται μοναδικόν, ἀλλ᾽ οὐ κατὰ φύσιν, τὸν Χριστὸν ὁμολογοῦμεν, καθ᾽ ἣν ἡ διαφορὰ θεωρεῖται καὶ τὸ μὴ πάντῃ μοναδικόν, ἵνα καὶ τὸ ταὐτὸν καὶ μοναδικὸν (14Γ_234> φυλάξωμεν τῆς ὑποστάσεως καὶ τὴν διαφορὰν τῶν πρὸς ὑπόστασιν μίαν συνδραμουσῶν ὁμολογήσωμεν φύσεων. Οὗτός ἐστιν ὃν εἶδε σχήματι δρεπάνου πετόμενον ὁ θαυμαστὸς Ζαχαρίας· ἐκθεριστικὸς γὰρ πάσης κακίας τε καὶ ἀγνωσίας ἐστὶν ὁ τοῦ Θεοῦ Λόγος.
«Μῆκος αὐτοῦ», φησίν, «πήχεων εἴκοσι καὶ πλάτος αὐτοῦ πήχεων δέκα». Ὡς μὲν οὖν Θεὸς καὶ Λόγος ὁ Χριστὸς(4) εἰς δέκα πήχεις, τὰς ἐμπράκτους λέγω καὶ θείας ἐντολάς, τῷ τῆς προνοίας τρόπῳ κατὰ πρόοδον πλατύνεσθαι πέφυκεν· εἰς δεκάδα γὰρ ἐντολῶν ὁ τοῦ Θεοῦ πλατύνεται λόγος, δι᾽ ὧν, τήν τε τῶν δεόντων ἐνέργειαν καὶ τῶν οὐ δεόντων τὴν ἀργίαν νομοθετήσας, πᾶσαν περιέσχε τῶν προνοουμένων τῆς αὐθαιρέτου γνώμης τὴν κίνησιν. Ὡς δὲ γενόμενος σὰρξ ὁ αὐτὸς(5) καὶ τελείως ἐνανθρωπήσας εἰς εἴκοσι πήχεις μηκύνεται διὰ τὴν ἐπ᾽ αἰσθήσεσι τῶν στοιχείων πρὸς γένεσιν σώματος σύνθεσιν· πέντε γὰρ αἱ αἰσθήσεις ὑπάρχουσι καὶ τέσσαρα τυγχάνει τὰ στοιχεῖα, ἐξ ὧν κατὰ σύνοδον ἡ τῶν ἀνθρώπων συνέστηκε φύσις· πέντε δὲ ἐπὶ τέσσαρα συντιθέμενα ποιεῖ τὸν εἴκοσι σαφῶς ἀριθμόν. Μῆκος δὲ τὸν τῆς οἰκονομίας ἡ Γραφὴ προσηγόρευσε τρόπον διά τε τὸ ὕψος καὶ τὸ ὑπὲρ πᾶσαν εἶναι φύσιν τὸ μυστήριον τῆς θείας ἐνανθρωπήσεως.
Πετόμενον δὲ διά τε τὸ μηδὲν ἔχειν ἐπίγειον(6) διά τε τὸ ταχὺ καὶ ὀξυκίνητον καί, συνελόντα φάναι, συντετμημένον τοῦ λόγου καὶ πᾶσαν τὴν τῶν ἀνθρώπων σωτηρίαν μόνῃ περιγράφον τῇ καρδίᾳ τῶν σῳζομένων κατὰ μόνην τὴν πίστιν καὶ τὴν ἀγαθὴν συνείδησιν συνεχομένην(7). Οὐδὲν γὰρ τοῦ πιστεύειν ταχύτερον καὶ τοῦ διὰ στόματος ὁμολογεῖν τοῦ πιστευθέντος τὴν χάριν ἐστὶν εὐκολώτερον· τὸ μὲν γὰρ δηλοῖ τὴν ἔμψυχον πρὸς τὸν πεποιηκότα τοῦ πεπιστευκότος ἀγάπην, τὸ δὲ τὴν θεοφιλῆ (14Γ_236> πρὸς τὸν πλησίον διάθεσιν. Ἀγάπη δὲ καὶ γνησία διάθεσις, ἤγουν πίστις καὶ ἀγαθὴ συνείδησις, ἔργον προδήλως τοῦ κατὰ καρδίαν ἀφανοῦς ὑπάρχει κινήματος, τῆς ἐκτὸς ὕλης πρὸς γένεσιν παντελῶς οὐ δεόμενον· «Λόγον γὰρ συντετμημένον», φησίν, «ποιήσει Κύριος ἐπὶ τῆς γῆς».
Οὗτός ἐστιν ἡ ἀρά, ἣν ἐξέπεμψεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς ὁ Θεὸς καὶ Πατήρ(8), ἡ ὄντως ἀρὰ τῆς ἀρᾶς τῆς ἀληθινῆς. Ἐπειδὴ γὰρ γέγονεν ἀρὰ διὰ τῆς παραβάσεως ἡ παρακοὴ τοῦ Ἀδάμ, μὴ συγχωρήσασα πρὸς γένεσιν καρπῶν