ἀγαπῶσι τὸν Κύριον. «Ὅστις γὰρ σκανδαλίσῃ, φησὶν, ἕνα τῶν μικρῶν τούτων.» Οἱ δὲ ἀγαπῶντες τὸν Κύριον οὐ σκανδαλίζονται. Οἱ μικροὶ οὐκ ἀγαπῶσι τὸν Κύριον· διὸ καὶ ἀγνοοῦσι τοὺς λόγους τῶν γινομένων, ἐφ' οἷς καὶ σκανδαλίζονται. Εἰρήνη οὐ πρὸς τοὺς ἀοράτους ἐχθροὺς, ἀλλὰ πρὸς τὸν Θεὸν, καὶ οὐκ ἔστιν αὐτοῖς πρόσκομμα. Ἐξομαλίζει γὰρ τούτοις ὁ νόμος τὴν ὁδὸν τῆς ἀρετῆς, πᾶν σκῶλον τῆς ἁμαρτίας ἐξαίρων. Ἢ εἰ ρήνη καὶ πρὸς τοὺς τῆς αὐτῆς πίστεως, εἰ καὶ ἐκεῖνοι πολλάκις εἰρηνεύειν πρὸς τούτους οὐ βούλονται. 12.1625 Προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα, κ. τ. ἑ. Μακάριος ὁ προσ δεχόμενος τοῦ Θεοῦ τὸ σωτήριον, ἀγαπῶν δὲ αὐτοῦ καὶ τὰς ἐντολάς· οὗτος γὰρ εἰς βίον τέλειον εἰς ἀκ μὴν προκόπτει μακαριότητος, ἥτις αὐτοῖς τοῖς ἀπο στόλοις κεκλήρωτο, πρὸς οὓς ἔλεγεν· «Ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμε νοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν Κύριον αὐτῶν.» Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου συνέτισόν με, κ. τ. ἑ. Κατὰ τὰ πρότερα στοιχεῖα ὥδευε πρὸς τὸν Θεὸν, οὐδέπω ἦν ἐγγὺς αὐτοῦ· ὅτε δὲ ἐπὶ τέλει γεγένηται τοῦ λό γου τοῦ προκειμένου, καὶ κατὰ τὸ τελευταῖον παρ' Ἑβραίοις στοιχεῖον, τότε εὔχεται ἵνα ἡ εὐχὴ αὐτοῦ ἐγγίσῃ τῷ Θεῷ, καὶ φθάσῃ πρὸς αὐτόν. Περὶ δὲ τοῦ Θεῷ ἐγγίσαι, χρὴ εἰδέναι, ὅτι διαφορὰς εὕρομεν ταύτας. Ὁ μὲν τελειότερος ἐγγίζει τῷ Θεῷ· ὁ δὲ ὑποδεέστερος καὶ ἐγγὺς τούτου, αὐτὸς μὲν οὐκ ἐγ γίζει τῷ Θεῷ· εὐχὴν δὲ ἔχει ἐγγίζουσαν αὐτῷ· ὅθεν περὶ Μωϋσέως εὕροις ἂν τό· «Ἐγγιεῖ Μωσῆς μό νος πρὸς τὸν Θεὸν, οἱ δὲ λοιποὶ οὐκ ἐγγιοῦσιν·» ἐπὶ δὲ τούτου εὐχὴν λέγουσαν «Ἐγγισάτω ἡ δέησίς μου,» καὶ ἑξῆς. Τίς δὲ τούτων ἡ διαφορὰ ἄξιον ἤδη θεωρῆσαι. Ὁ Θεὸς οὐκ ἐν τόπῳ ἐστὶν, ἀλλὰ δύ ναμίς ἐστιν ἄῤῥητος καὶ ἄφθεγκτος καὶ ἀόρατος. Εἰ δ' οὐκ ἔστιν ἐν τόπῳ ὁ Θεὸς, ἐγγίζειν δὲ ἔστι ποτὲ τῷ Θεῷ, δηλονότι τῷ ἐν ἡμῖν ἀοράτῳ ἐγγίζο μεν αὐτῷ. Τί δὲ ἐν ἡμῖν ἀόρατον; Ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ὃν ὠνόμασεν ἡ Γραφὴ «ἔσω ἄν θρωπον;» Τούτου γοῦν ἐστιν ἐγγίσαι τῷ Θεῷ. Ἔστι δὲ ἐγγίσαι διὰ Ἰησοῦ Χριστοῦ· καὶ μάλιστα ἐὰν νοήσωμεν τὸν Χριστὸν, ὅτι ἐστὶ δικαιοσύνη, ὅτι ἐστὶν ἀλήθεια καὶ σοφία, καὶ ἀνάστασις καὶ φῶς ἀληθινόν. Ἄνευ γὰρ τούτων οὐκ ἔστιν ἐγγίσαι Θεῷ, ἀλλ' οὐδὲ χωρὶς εἰρήνης, τῆς φρουρούσης τὴν καρδίαν καὶ τὰ νοήματα, ἥτις ἐστὶν ὁ Χριστός. Ὅσῳ δέ τις ἀπολεί πεται τούτων, δικαιοσύνης φημὶ καὶ σοφίας, τοσούτῳ μακράν ἐστιν ὁ τοιοῦτος τοῦ Θεοῦ. Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με, κ. τ. ἑ. Παρακαλεῖ τοιαύτην εἶναι τὴν ἀξίωσιν δόκιμον, καὶ βέβαιον, καὶ ἀκατάγνωστον, ὥστε εἰσελθεῖν ἐνώπιον Κυρίου. Γνώσομαι δὲ εἰ εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, εἰ ῥυσθείην ὑπὸ σοῦ κατὰ τὸν λόγον καὶ τὸ ἀξίωμά μου καὶ τὴν σοφίαν σου. Ὁ γὰρ ἀνώτερος πάντων πα θῶν γεγονὼς, καὶ τῆς ἀχρειούσης μακρὰν ὅτι μάλιστα κακίας χωρήσας, ἐῤῥύσθη ὑπὸ τοῦ Θεοῦ κατὰ τὸ λόγιον αὐτοῦ. Ἀντὶ δὲ τοῦ «τὸ ἀξίωμά μου» ὁ μὲν Ἀκύλας «δέησίς μου,» ὁ δὲ Σύμμαχος «ἱκεσία μου» εἰρήκασι. ∆ύο δὴ οὖν αἰτεῖ, τὴν σύνεσιν τῶν ἱερῶν λογίων, καὶ τὴν ἀπαλλαγὴν καὶ ἐλευθερίαν τῶν ἐν τῷ βίῳ κακῶν· ὃ δὴ καὶ ἡμῖν ἀναγκαῖον. 12.1628 Ἐξερεύξονται τὰ χείλη μου ὕμνον, ὅταν δι δάξῃς με τὰ δικαιώματά σου, κ. τ. ἑ. Ἡ ἐρυγὴ ὡς ἐπίπαν γίνεται τοῖς κεκορεσμένοις. Πλησθέντες γὰρ οὕτως ἐρευγόμεθα τὴν ποιότητα τῆς τροφῆς, ἣν εἰλήφαμεν. Οἶδεν οὖν ὁ θεῖος λόγος πνευματικὴν τρο φήν· αὐτὸς γὰρ ὁ Λόγος φησὶν ἄρτος εἶναι· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐξ οὐρανοῦ καταβάς· ὁ φαγὼν τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα.» Καί φησι γὰρ ὁ Λόγος ἔχειν σάρκας ἐν τῷ· «Ὁ τρώγων μου τὴν σάρκα, ἔχει ζωὴν ἐν ἑαυτῷ· ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις.» Ἐὰν οὖν κορεσθῶμεν τούτου τοῦ ἄρτου, ὅ ἐστι τοῦ Λόγου, ἐρευξόμεθα ὕμνον. Ποτὲ δὲ ἐξερεύξονται καὶ εὐχαί· τὸ γὰρ αὐτὸ γενέσθαι ἐπάναγκες καὶ διὰ τῶν εὐχῶν, ὅταν διδάξῃς με τὰ δικαιώματά σου· ἐὰν γὰρ μὴ διδαχθῶ τὰ δικαιώματά σου, τοιαύτην ἐρυγὴν ἐξερεύξασθαι οὐ δύναμαι. Τοῦ αὐτοῦ. Ὥσπερ τῶν εὐθυμούντων ἐστὶ τὸ ψάλλειν («εὐθυμεῖ γάρ τις,