152
δικαιοσύνης αὐξηθῆναι τὴν ἐντολήν, ἵνα λάβῃ τὴν εὐλογίαν ἡ κτίσις, ἐν τῇ ἀρᾷ γίνεται τοῦ Ἀδὰμ ἡ κατὰ φύσιν τοῦ Θεοῦ καὶ Πατρὸς εὐλογία, τῆς καθ᾽ ἁμαρτίαν ἀρᾶς ἀρὰ γινομένη πρὸς ἀναίρεσιν τῆς πρὸς γένεσιν καρπῶν ἀδικίας αὐξηθείσης παρακοῆς, ἵνα λάβῃ στέρησιν τῆς καθ᾽ ἁμαρτίαν αὐξήσεως ἡ κτίσις. Κατάρα γὰρ δι᾽ ἐμὲ καὶ ἁμαρτία γέγονεν, κατὰ τὸν θεῖον Ἀπόστολον, ὁ τὴν ἐμὴν λύων κατάραν καὶ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν.
∆ύο γὰρ κατάρας εἶχον ἐγώ, μίαν μὲν καρπὸν οὖσαν τῆς ἐμῆς προαιρέσεως, τουτέστι τὴν ἁμαρτίαν, δι᾽ ἧς εἰς τὴν γῆν τὸ κατ᾽ ἀρετὴν τῆς ψυχῆς ἀπέπεσε γόνιμον, ἑτέραν δὲ τὸν καταψηφισθέντα δικαίως διὰ τὴν ἐμὴν προαίρεσιν τῆς φύσεως θάνατον, ἐκεῖσε πρὸς ἀνάγκης, καὶ μὴ βουλομένην τὴν φύσιν ὠθούμενον(9), ἔνθα τῆς ἐμῆς προαιρέσεως ἐνεσπάρη κατὰ γνώμην ἡ κίνησις. Τὴν οὖν κατακριθεῖσαν τῆς φύσεως ὁ τῆς φύσεως ὑποστήσας τὴν γένεσιν Θεὸς ἑκουσίως ὑπελθὼν κατάραν, φημὶ δὲ τὸν θάνατον, τὴν ζῶσαν ἐν ἐμοὶ κατὰ προαίρεσιν τῆς ἁμαρτίας κατάραν τῷ οἰκείῳ θανάτῳ διὰ σταυροῦ κατασφάξας ἀπέκτεινεν, καὶ γέγονεν ἡ τοῦ Θεοῦ μου κατάρα τῆς ἐμῆς ἁμαρτίας κατάρα καὶ θάνατος, μὴ συγχωροῦσα πρὸς γένεσιν (14Γ_238> καρπῶν ἀδικίας ἐλθεῖν τὴν παράβασιν, τῆς δὲ κατ᾽ ἐντολὴν θείας δικαιοσύνης εὐλογία καὶ ζωὴ ἀτελεύτητος.
Τοῦτο τὸ δρέπανον, ἤγουν ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός, συντελεῖ τὸν κλέπτην καὶ ἐπίορκον, καὶ τὸν οἶκον αὐτοῦ καταλύει, καὶ καταβάλλει τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ. Κλέπτης δὲ κατ᾽ ἀλήθειάν ἐστι καὶ ἐπίορκος(10) ὁ πονηρὸς καὶ ψεύστης διάβολος. Κλέπτης μὲν ὡς συλήσας δι᾽ ἀπάτης δόλῳ τοῦ παραδείσου τὸν ἄνθρωπον, ἔργον καὶ κτίσμα Θεοῦ καὶ κτῆμα τίμιον ὑπάρχοντα, καὶ εἰς τόνδε τῆς κακώσεως ἀγαγὼν τὸν τόπον καὶ τὸ τῆς θείας ἀπεικόνισμα δόξης πολλαῖς ἁμαρτημάτων κηλίσι καταρρυπώσας, ἰδίαν περιουσίαν ζητῶν ποιήσασθαι τὸν ἀλλότριον πλοῦτον ὁ τῶν ἀλλοτρίων κακῶς ἐφιέμενος ἀγαθῶν, οὐχ ἵνα τηρήσῃ, ἀλλ᾽ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ(11). Ἐπίορκος δὲ ὡς ψεύστης καὶ παραλογιστής· ὑποσχόμενος γὰρ τῷ Ἀδὰμ δώσειν θεότητος δόξαν, πρὸς ἀτιμίαν κτηνῶν ἀλόγων καὶ ὕβριν κατέβαλεν καὶ παντὸς κτήνους, ἵνα τὸ κυριώτερον εἴπω, πεποίηκεν ἀτιμώτερον, τοσοῦτον πλέον ἔχοντα τῶν κτηνῶν κατὰ τὴν ὕβριν τῆς ἀλογίας, ὅσον τοῦ κατὰ φύσιν τὸ παρὰ φύσιν ἐστὶ βδελυκτότερον, καί, τῆς ἀθανασίας αὐτὸν ἀποξενώσας, τῇ περιβολῇ τῆς φθορᾶς κατεμόλυνεν.
Οἶκος δὲ τούτου τοῦ κλέπτου καὶ ἐπιόρκου(12) ὁ παρὼν τῆς φθορᾶς καὶ τῆς ἀλλεπαλλήλου συγχύσεως καθέστηκε κόσμος, ὃν τυχὸν ἐσφετερίσατο, λῃστεύσας τὸν ἄνθρωπον, ἐν ᾧ καὶ λῃστεύειν συνεχωρήθη δι᾽ ἃς οἶδεν αἰτίας(13) ὁ λῃστεύειν αὐτῷ συγχωρήσας Θεός, μέχρις ἂν ὁ κυκλικὸς τοῦ χρόνου συνέστηκε δρόμος.
Ἐν τούτῳ τῷ κόσμῳ καταλύσας ὡς ἐν οἴκῳ διὰ τῆς ἀφράστου σαρκώσεως ὁ τοῦ Θεοῦ Λόγος τόν τε διάβολον δήσας κατήργησε καὶ τὰ ξύλα καὶ τοὺς λίθους τοῦ κόσμου τούτου(14) παντελῶς συνετέλεσεν, τὰ ξόανα καὶ τοὺς βωμοὺς καὶ τὰ (14Γ_240> τῶν ἀγαλμάτων ἱδρύματα διολέσας παντελῶς καὶ ἀφανίσας, δι᾽ ὧν, ὡς Θεός τις πολύμορφος καὶ ἀλλόκοτος, ὁ τῆς πλάνης πατὴρ διάβολος προσκυνεῖσθαι παρὰ τῶν πλανηθέντων ᾤετο, τὴν ἐκείνων ἄνοιαν δόξης ἰδίας, ὡς πολὺ τῶν πλανωμένων ἀνοητότερος, ὕλην ποιούμενος. Τί γὰρ τοῦ δοκεῖν, οὐκ ὄντος κατ᾽ ἀλήθειαν φύσει τοῦ πράγματος, ἀφρονέστερον; Ἐν τούτῳ τοῦ κλέπτου καὶ ἐπιόρκου διαβόλου τῷ οἴκῳ, λέγω δὲ τῷδε τῷ κόσμῳ, ὁ φιλάνθρωπος τῶν ψυχῶν ἡμῶν Λυτρωτὴς καὶ τῶν σωμάτων διὰ σαρκὸς καταλύσας ὅλον κατέστρεψε κατὰ τὸν τῆς προτέρας πλάνης τρόπον(15) καὶ ὅλον πάλιν κατὰ τὸν τῆς ἀληθοῦς ἐπιγνώσεως ἐπανωρθώσατο λόγον καί, ἁπλῶς εἰπεῖν, τὸν λῃστὴν διωθήσας τῶν ἀλλοτρίων κτημάτων, αὐτὸς πάλιν ὡς ∆εσπότης δι᾽ ἀρετῆς τῶν οἰκείων κεκράτηκεν, κατὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν τὴν ἁγίαν αὐτοῦ μεγαλοπρεπῶς Ἐκκλησίαν δειμάμενος.