φησὶν, ἐν ὑμῖν; ψαλ λέτω»), οὕτω τὸ ὑμνεῖν τῶν θεωρούντων τοὺς λόγους τῶν δικαιωμάτων ἐστίν. Ἀλλὰ τὸ μὲν ψάλλειν ἀν θρώποις ἁρμόζει, τὸ δὲ ὑμνεῖν ἀγγέλοις, ἢ τοῖς ἀγ γελικὸν ἔχουσι βίον· διὸ καὶ οἱ ἀγραυλοῦντες ποιμέ νες οὐκ ἤκουσαν ἀγγέλων ψαλλόντων, ἀλλ' ἀνυμνούν των καὶ λεγόντων· «∆όξα ἐν ὑψίστοις Θεῷ,» καὶ τὰ ἑξῆς. Ἔστι τοίνυν εὐθυμία ἀπάθεια ψυχῆς ἀπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ τῶν ἀληθινῶν δογμάτων προσγινομένη· ὕμνος δέ ἐστι δοξολογία. Ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι, κ. τ. ἑ. Εἰς τὸν μέλ λοντα χρόνον ἐνέκλειε τὴν ζωὴν τῆς ψυχῆς· «Ἡ γὰρ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.» Τότε ὑμνήσει κυρίως τὸν Θεόν. Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπ ελαθόμην, κ. τ. ἑ. Πρῶτον μὲν τὴν πλανηθεῖσαν ψυχὴν ὡς δικαιοσύνη ἐπιστρέφει ὁ Κύριος, ἔπειτα δὲ καὶ ὡς σοφία, εἴπερ πλάνη ἐστὶ ψυχῆς κακία καὶ ἀγνωσία. ΨΑΛΜΟΣ ΡΙΘʹ. Ὠδὴ τῶν ἀναβαθμῶν, κ. τ. ἑ. Μόνοι οἱ τῷ βίῳ καὶ τῷ λόγῳ ἀναβαίνοντες οἰκεῖοί εἰσι τῶν ἀνα βαθμῶν, καὶ τῶν ἐν ταῖς ᾠδαῖς αὐτῶν μυστηρίων. Στοχαζόμεθα τὴν μὲν πρώτην ᾠδὴν τῶν ἀναβαθμῶν λέγεσθαι ἐν τῷ λαῷ, εἴποτε πόλεμος προσεδοκᾶτο· τὴν δὲ δευτέραν, ὁπότε παρεσκευάζοντο, καὶ συμ μάχων ἐδέοντο· τὴν δὲ τρίτην, μετὰ τὸ συμβαλόν τες τοῖς πολεμίοις ὑπέρτεροί πως αὐτῶν γεγονέναι· τὴν δὲ τετάρτην, ὅτε περὶ τῆς νίκης ἐπὶ τέλει ἤλπι ζον· τὴν δὲ πέμπτην, ἐπὶ τῷ κατωρθωκέναι· τὴν δὲ ἕκτην, ἐπανερχόμενοι· τὴν δὲ ἑβδόμην, ἐπανελη λυθότες· τὴν δὲ ὀγδόην, ἐπισκευάζοντες τὸν ναόν· τὴν δὲ ἐννάτην, μετὰ τὸ ἐν εἰρήνῃ γενέσθαι, διαγρά 12.1629 φοντες τίς ὁ μακάριος, ἐπὶ τῷ τοὺς οἰκείους ἀπειλη φέναι, καὶ εἶναι σὺν αὐτοῖς· τὴν δὲ δεκάτην, ἐν βαθείᾳ τυγχάνοντες εἰρήνῃ, ὅτε φασὶ πολλάκις μὲν πεπολεμῆσθαι, μηδεπώποτε δὲ δεδυνῆσθαι κατ' αὐ τῶν τοὺς πολεμίους· τὴν δὲ ἑνδεκάτην, ἤδη τοῖς θείοις σχολάζοντες καὶ τὰ βάθη αὐτῶν συνιέντες· τὴν δὲ δωδεκάτην, ὡς οὐκ ἐπαιρόμενοι ἐπὶ τοῖς γνω σθεῖσιν· τὴν δὲ τρισκαιδεκάτην, περὶ ἀποκαταστά σεως εὔχονται Χριστοῦ· τὴν δὲ τεσσαρεσκαιδεκάτην, περὶ ἀποκαταστάσεως τῆς Ἐκκλησίας· τὴν δὲ πεν τεκαιδεκάτην, περὶ τοῦ δεῖν αὐτοὺς, φθάσαντας εἰς τὸν οἶκον τοῦ Θεοῦ, ἑστάναι ἐν αὐτῷ, καὶ εὐλογεῖν αὐτὸν, ἐπαίροντας τὰς χεῖρας εἰς τὰ ἅγια, ἵνα καὶ αὐτοὶ εὐλογηθῶσιν ἀπὸ Κυρίου. Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου, κ. τ. ἑ. Τῶν δι' ἀρετὴν καὶ γνῶσιν θλιβομένων ἐπακούει Θεὸς ἐν τῇ θλίψει τῆς αἰχμαλωσίας καὶ τῆς ἐκεῖθεν κακοπαθείας. Κραυγὴν δὲ λέγει τὴν ἐπάνοδον ψυχῆς καὶ συντετριμ μένης καὶ τεταπεινωμένης πρὸς τὸν δυνάμενον ῥύ σασθαι, ἧς εὐθέως ὑπακούει Θεός. Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδί κων καὶ ἀπὸ γλώσσης δολίας, κ. τ. ἑ. Συνεχῶς ἄνω καὶ κάτω τοῦτο παρακαλεῖ τὸν Θεὸν, τῶν τοιού των ἐπιβουλῶν ἀπαλλάττεσθαι. Εἰ δὲ τοὺς δολεροὺς δεῖ φεύγειν καὶ ὑπούλους, πολλῷ μᾶλλον τοὺς ἀπα τεῶνας, καὶ πονηρὰ δόγματα ἐνιέντας. Μάλιστα δὲ ἄδικα εἴποι τις ἂν χείλη ἐκεῖνα τὰ περὶ τὴν ἀρετὴν βλάπτοντα, τὰ πρὸς κακίαν ἐπάγοντα. ∆ιὰ δὴ τοῦτο καὶ ὁ προφήτης οὗτος καὶ τὴν ψυχὴν αὐτοῦ ἀξιοῖ ῥυ σθῆναι. Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄν θραξι τοῖς ἐρημικοῖς, κ. τ. ἑ. Οὐδὲν οὕτως ἁρμόζει πρὸς τὰς ἀντικειμένας δυνάμεις, ὡς τὰ βέλη τοῦ Χριστοῦ τὰ ἀντικείμενα τοῖς πεπυρωμένοις βέ λεσι τοῦ πονηροῦ, καὶ οἱ ἄνθρακες οἱ καταναλίσκον τες ξύλα, χόρτον, καλάμην. Εἰ δέ ἐστι βέλος ἀγά πης κατὰ τὴν ἐν τοῖς Ἄσμασι νύμφην· «Τετρωμένη γὰρ, φησὶν, ἀγάπῃ ἐγώ·» ἔστι βέλος δικαιοσύνης καὶ ἀνδρίας καὶ σωφροσύνης καὶ τῶν λοιπῶν ἀρετῶν, οἷς βέλεσι τιτρωσκόμενοι ὑποκάτω τοῦ Θεοῦ πίπτου σιν οἱ λαοί. Τοῦ αὐτοῦ. Ὁ λέγων· «Ἔθηκάς με βέλος ἐκλεκτὸν,» οὗτός ἐστιν ἐν πολλοῖς βέλεσι βέλος ἐκλεκτὸν, ὡς ἐν πολλοῖς υἱοῖς καὶ υἱὸς ἐκλελεγμένος. Οὐκ ἂν δὲ φαρέτρα ἦν τῷ Θεῷ δι' ἒν βέλος, περὶ ἧς φησι· «Καὶ τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με.» Πάντα οὖν τὰ βέλη τοῦ δυνατοῦ Θεοῦ